ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ EΡΩΤHΣEIΣ EΛΛHΝIΚAI ΠΡOΣ ΤOΥΣ ΧΡIΣΤIAΝOΥΣ

 λῶν ἀπόρων, τῶν παρὰ τοῖς λιθοκαρδίοις κινουμένων, ἔστι καὶ τοῦτο. ιε. Eἰ γὰρ δεῖ, φησί, σώους ἀνίστασθαι τοὺς τετελευ τηκότας, πῶς, εἰ συμβαίη ἄνθρωπ

 ἄλογον γὰρ τὸ κεχρῆσθαι μὲν ταῖς τοῦ ἀσωμάτου ἐνεργείαις, ἀγνοεῖν δὲ τοῦ ἀσωμάτου τὴν ὕπαρξιν. Ἄλλο. ∆ύο εἰσὶν ἐν ἡμῖν καταληπτικαὶ τῶν πραγμά των δυν

 δὲ ἡ οὐσία κατὰ τὴν πρώτην διαίρεσιν εἰς σῶμα καὶ ἀσώματον, πῶς οὐκ ἔστι τὸ ἀσώματον οὐσία ἐφ' ἑαυτῆς ὑπάρχουσα Ἄλλο. Τὸ δυνάμενον ἑαυτὸ χωρίζειν τοῦ

 σεως ὑποστησαμένου, τοῦ ἡμῖν γνωσθέντος διὰ προῤῥήσεως καὶ διδασκαλίας προφητῶν τε καὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ ἀποστόλ

 πῶς οὐκ ἔστιν ἐφ' ἑαυτῆς ἡ ψυχή Ἐρώτησις. Τί διαφέρει θεὸς ψυχῆς Ἀπόκρισις. Ἠι διαφέρει τὸ δημιουργὸν καὶ δεσπότην εἶναι τοῦ δη μιουργὸν καὶ δεσπότη

 μὲν διὰ χρειώδη τινὰ δύναταί τις ἔχειν, ἀγενεσίαν δὲ οὐκέτι· τὸ γὰρ ἀγένητον χωρὶς πάσης χρειώδους αἰτίας δεῖ ὑπάρχειν ἀγένητον. Ἄλλο. Eἰ πρῶτον μὲν σ

 γίνεται εἰς τὰ στοιχεῖα ἐξ ὧν τὴν ἀρχὴν συνετέθησαν. Eἰ καὶ ὁ τρόπος τῆς μέρων ἀναλύσεως γίνεται διὰ τῆς ὑπ' ἀλλή λων βρώσεως, ἀλλὰ πάσης ἀναλύσεως τῆ

 λουσι τὴν ἀνάστασιν οἱ ταύτην ἀπιστοῦντες Ἀλλ' εἰ μὲν τῷ πρώτῳ, ψευδής ἐστιν ὁ λόγος· οὐ γὰρ κατὰ ἀνάκτισιν ἀσύμ μετρος γίνεται ἡ διάμετρος τῇ πλευρᾷ

 ἀσθενοῦσι. Τὸ γὰρ ἰχθυόβρωτον γενέσθαι τὸν ἄνθρωπον ἀπο ρίαν μὲν ἔχει, ἀπόδειξιν δὲ οὔ. Ἀδύνατον γὰρ τὸ αὐτὸ πρᾶγμα καὶ θεότητι ὑποπεσεῖν ὡς γεγονός·

 Πλάτωνος ἐκ τοῦ εἶναι αὐτὸν ἄνθρωπον εἰς τὸ γενέσθαι αὐτὸν μύρμηκα, μεταγενέσθαι καὶ τὸν θεὸν τοῦ εἶναι ὅ ἐστιν. Eἰ δὲ ὁ Πλάτων μὲν μεταφέρεται, ὁ δὲ

 ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄ

 μ. Eἰ καλὸν μὲν τὸ εἶναι ἡμᾶς ἐν τῷ παρόντι θνητούς, κάλλιον δὲ τὸ εἶναι ἡμᾶς ἀθανάτους ἐν τῷ μέλλοντι, πῶς οὐκ ἔστιν ἄτοπον τὸ λέγειν τὸν θεὸν δυνατὸ

ἀπέβαλε ταύτην, πῶς οὐκ ἔστιν ἄλογον τὸ ὡς ἐπ' ἀδυνάτῳ πράγματι ἀπιστεῖν θεῷ, ἐπαγγειλαμένῳ καθ' ὁμοίωσιν τοῦ ἐγερθέντος ἐκ τῶν νεκρῶν ὑπ' αὐτοῦ εἰς ἄφθαρτον ζωὴν ἀφθάρτους ποιεῖν καὶ τοὺς λοιποὺς ἀνθρώπους; λβ. ∆υνάμει τὸ ζῶον ἐν τῷ σπέρματι τῇ φύσει, δυνάμει ἡ κλίνη ἐν τῷ ξύλῳ τῇ τέχνῃ, δυνάμει οἱ ἀνιστάμενοι ἐν τοῖς στοιχείοις τῷ θεῷ. Ἀλλ' εἰ τοῦτο, πῶς οὐκ ἔστιν ἄτοπον τὸ πιστεύειν μὲν τῇ φύσει τὰ φυσικά, καὶ τῇ τέχνῃ τὰ τεχνητά, ἀπιστεῖν δὲ θεῷ τὰ θεῖα; λγ. Τῇ θείᾳ αὐθεντίᾳ οὐδέν ἐστιν ἀπειθές. Eἰ ἡ θά λασσα καὶ ἡ γῆ τῷ θείῳ προστάγματι πάλαι δέδωκεν ἃ οὐκ ἔλαβε, πῶς οὐ νῦν μᾶλλον δώσει ἃ ἔλαβε, προστάξαντος τοῦ θεοῦ; λδ. Eἰ, ὥσπερ ἡ φύσις ἐκ τοῦ φθαρέντος σπέρματος οὐ δύναται ποιεῖν τὸ ζῶον καὶ ἡ τέχνη ἐκ τοῦ φθαρέντος ξύλου οὐ δύναται ποιεῖν τὴν κλίνην, οὕτως οὐδὲ ὁ θεὸς δύναται ἐκ τοῦ φθαρέντος ἀνθρώπου ἄφθαρτον ποιεῖν ἄνθρωπον, ἔμμε τρος ἄρα ἔσται ἡ δύναμις τοῦ θεοῦ, ὥσπερ τῆς φύσεως καὶ τῆς τέχνης. Eἰ δὲ τοῦτο ἄτοπον λέγειν, ἄτοπον ἄρα καὶ τὸ ἀπιστεῖν θεῷ ποιεῖν ἐκ τοῦ φθαρέντος ἀνθρώπου ἄφθαρτον ἄνθρωπον. λε. Eἰ, ὥσπερ ἀπίστοις ἀνθρώποις ἀδύνατον φαίνεται γενέσθαι τὴν ἀνάστασιν, οὕτως ἀδύνατόν ἐστι τῷ θεῷ τὸ ποιεῖν τὴν ἀνάστασιν, οὐδὲν ἄρα κατὰ τοῦτο διαφέρει θεὸς ἀνθρώ που. Eἰ δὲ ἀπειράκις διαφέρει, ὥσπερ οὖν καὶ διαφέρει, πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἀπιστεῖν θεῷ τὴν ποίησιν ὧν ἔχει τοῦ ποιεῖν τὴν δύναμιν; λ. Ὧν ἰσχύει θεὸς τὴν ὑπὲρ φύσιν ποίησιν, τούτων πῶς οὐκ ἔστιν ἄτοπον τὸ ἀπιστεῖν αὐτῷ τὴν ὑπὲρ φύσιν μετα ποίησιν; λζ. Eἰ τὸ μὴ κατὰ φύσιν γινόμενον, τούτου ἄπιστον καὶ ἀδύνατον τὴν ποίησιν χρὴ ὑπολαμβάνειν, πῶς οὐκ ἔσται καὶ τοῦ πρώτου γεγονότος ἀνθρώπου ἄπιστος καὶ ἀδύνατος ἡ ποίησις, μὴ κατὰ φύσιν γεγενημένου; Ἀδύνατον γὰρ γενέσθαι ἐξ ἀνθρώπου ἄνθρωπον κατὰ φύσιν, μὴ πρῶτον τοῦ ἀνθρώ που γινομένου ὑπὲρ φύσιν. λη. Eἰ μὴ γίνομαι πάλιν ὅπερ ἤμην, πῶς ἀπολαμβάνω τῆς ἀρετῆς ἢ τῆς κακίας τὰς ἀμοιβάς, ὧν ἐπὶ τοῦ παρόντος οὐκ ἔτυχον; Eἰ γὰρ οὐ γίνεται τῶν νεκρῶν ἡ ἀνάστασις, πῶς οὐκ ἔσονται ἴσοι ἀλλήλοις οἵ τε δρῶντες τοὺς μαρτυρικοὺς ἀγῶνας καὶ οἱ ὑπομένοντες; Eἰ δὲ ἄδικον τοῦτο, πῶς οὐκ ἄδι κον τὸ μὴ γίνεσθαι τῶν νεκρῶν τὴν ἀνάστασιν, ἐν ᾗ μόνῃ ἐν δέχεται γίνεσθαι τῶν πεποιηκότων τὰ ἄδικα καὶ τῶν ὑπομε μενηκότων τὴν διάκρισιν, κατὰ τὴν διαφορὰν τιμῆς τε καὶ τιμωρίας; λθ. Eἰ τὸ τί ἦν ὁ ἄνθρωπος καὶ ἔστι, πῶς προεχώ ρησεν ἀποθανὼν τῆς τοῦ θεοῦ γνώσεως; Oὐκ ἀπέστη τὸ εἶναι αὐτὸν πάλιν ὃ ἦν. Τὰ γὰρ ἔργα τοῦ θεοῦ γνωστὰ αὐτῷ καὶ δυνατά· καὶ εἰ μὴ δυνατὰ αὐτῷ, οὐδὲ γνωστὰ αὐτῷ.