12
16 [Τί δ' ἂν εἴποις περὶ τῆς μυροδόχου τιμίας λάρνακος τοῦ ἡμεδαποῦ Τροπαιούχου καὶ Μάρτυρος; Ἥκιστα καὶ ταύτην εἴασαν ἀπερίτρεπτον καὶ μένουσαν, ὡς τὸ πρὶν, μανίας ὑπερβολῇ οἱ καθ' ἡμῶν, ὥσπερ θῆρες λυττήσαντες ἄγριοι, πλὴν οὐ δι' αἰτίαν καθ' ἣν καὶ τἆλλα τῶν πάλαι ἐξ ἡμῶν γενομένων ἠνέῳκτό τε καὶ καταβέβλητο μνήματα καὶ τὰ τούτοις ἐναποκείμενα λείψανα κατὰ γῆς ἀπερρίφησαν. Ἐν αὐτοῖς γάρ, καθότι πολλοὶ τῶν Τούρκων χρημάτων ἐπέτυχον, ἐναποτεθέντων παρὰ τῶν πολιτῶν, δι' ἣν ἐλπίδα φθάσαντες δεδηλώκειμεν, διὰ τοῦτο πάντα σχεδὸν ἠνέῳξαν καὶ κατέστρεψαν. Ἐνταῦθα δὲ δυοῖν εἵνεκα, τοῦ τε περὶ αὐτὴν οὐκ ὀλίγου χρυσῷ καὶ ἀργύρῳ καὶ λίθοις τιμίοις καὶ μαργάροις κατεσκευασμένου κόσμου καὶ τῶν ὑγείας παρεκτικῶν θείων μύρων. Οἱ μὲν γὰρ τοῦ κόσμου μόνον αὐτὴν ἀπεγύμνωσαν, οἱ δὲ βασκήναντες, οἷον ἡμῖν τῆς ἀφθονίας τῶν μύρων καὶ τῆς ἐκ τούτων ἰάσεως ἀφῃρηκέναι καὶ ταῦθ' ἡμᾶς ἐβουλήθησαν, ὡς μηδὲν ἔχειν τοῦ λοιποῦ τούτων ἀπολαύειν, ὁσάκις ἂν ἕκαστος δέοιτο. ∆ιὸ καὶ καταβεβληκότες τὰς ἐπ' αὐτῇ μαρμάρους τῶν μύρων ἔσπευδον αὐτὴν ἐκκενῶσαι καὶ τὸ ἱερὸν καὶ θεῖον λείψανον τοῦ μάρτυρος ἐκβαλεῖν· ἡγοῦντο γὰρ τοῦ σκοποῦ τούτου κατατυχεῖν καὶ ἡμᾶς τῶν ἀκενώτων μύρων καταλιπεῖν ἐνδεεῖς. Πλὴν ἀλλ' οὐκ εἰς τέλος, οἷον αὐτοὶ σφαλερῶς προσεδόκων, ἡ σφῶν ἐπιθυμία ἐξέβη. Ἐξήντλουν οὖν τὸ μύρον ταῖς χερσὶν ἀμφοτέραις ἐφ' ἱκανὰς τὰς ἡμέρας. Καὶ τοῖς μὲν ὥς τι γελοῖον ἐδόκει· οἷς δὲ νοῦς ὑπὲρ τοὺς ἄλλους ὑπῆν, τούτοις ἦν ἐπιμελὲς πρὸς τὴν ἑαυτῶν τοῦτο μετακομίζειν καὶ μετ' αἰδοῦς ἅπτεσθαι καὶ σεβάσματος· ἠκηκόεισαν γὰρ πρὸς τῶν πεπειραμένων ὡς ἰατρικῶν φαρμάκων ἐστὶν ἐνεργέστερον, εἰς οἷον ἄν τις χρήσαιτο πάθος. Πλὴν ἀλλ' οὐκ ἐδύναντο τὴν τῶν μύρων πηγὴν ξηρὰν καὶ ἄνικμον ἀποφῆναι, καίπερ πολὺν ὑπὲρ τούτου ποιούμενοι τὸν ἀγῶνα. Καὶ εἰκότως· οὐ γὰρ ἴσα τοῖς ἀνθρωπίνοις τὰ πρὸς θεοῦ τοῖς ἀξίοις κεχαρισμένα, ἐπειδήπερ μηδὲ τοῖς αὐτοῖς ὑπόκεινται ὅροις.] [Ταύτην τὴν πονηρὰν ἐπεδείξαντο γνώμην καὶ περὶ τὸ τῆς ὁσίας καὶ μυροβλύτιδος Θεοδώρας ἱερώτατον λείψανον, ὃ καὶ ὡς ἐπιπολῆς κείμενον ἀπερρίφη τε κατὰ γῆς (ὢ τόλμης καὶ μιαρῶν χειρῶν!) καὶ κατεθραύσθη εἰς μέρη, ἃ δὴ καὶ τῶν φιλοθέων τινὲς ἀνελόμενοι ἄλλος μὲν ἀλλαχοῦ πρότερον ὡς ἰατρεῖον ἄμισθον ἀπεκόμισαν. Ὕστερον δὲ καὶ ταῦτα συνῆκται, τῶν εἰληφότων τῶν μὲν ἀποδομένων ταῦτα τιμῆς ἀργυρίων, τῶν δὲ χαρισαμένων δι' ἣν ἔσχον φιλόθεον γνώμην, ἃ καὶ εἰς ἑνὸς αὖθις συναρμοσθέντα σώματος ὁλομέλειαν θαυμάτων ἐνεργείᾳ καθ' ἑκάστην ἀφθόνως πηγάζουσιν εἰς δόξαν καὶ αὖθις τοῦ πάντα πᾶσιν ἐπάγοντος λόγοις οἰκονομίας ἀρρήτου.]
17 [Τούτων οὕτω προβεβηκότων καὶ ἀκοσμίας πάσης γεγενημένης (διὰ πάντων γὰρ τῶν ἐν τῇ πόλει κεχώρηκεν ἡ καταφθορὰ) οἶκτον ἐπὶ τούτοις ὁ Μουράτης λαμβάνει τῆς πόλεως. Καὶ πρῶτα μὲν τοὺς εἰσιόντας ἅμα τῷ κατὰ δύσιν στρατηγῷ Τούρκους τὰς τῶν αἰχμαλώτων οἰκίας ἑαυτοῖς διανείμαντας καὶ ταύτας ἔχειν διὰ βίου παντὸς ἠλπικότας ἐξελαύνει, καὶ μὴ προθυμουμένους, τῆς πόλεως, ἐπειπὼν ὡς «ἀρκεῖ μὲν ὑμῖν τὰ χρήματα καὶ οὓς παρ' ἐλπίδα δούλους ἐκτήσασθε· τὴν δέ γε πόλιν ἔχειν ἔγωγε βούλομαι, πολλῶν διὰ ταύτην διηνυκὼς ὁδὸν ἡμερῶν καὶ πόνον ὑπενεγκών, ὅσον ἐγνώκατε». Ἔπειτα δὲ πρὸς τὸν Γαλλικὸν ποταμὸν μεταβάς, ἐγγὺς τῆς πόλεως ῥέοντα κατὰ τὸν καιρὸν μάλιστα τοῦ χειμῶνος, βουλὴν ἐσκέψατο πᾶσί τε ἀδόκητον ὅλως καὶ συστατικὴν τῆς ἑαλωκυίας. Ἰδὼν γὰρ πόλιν τοσαύτην καὶ οὕτω κειμένην τῇ θαλάττῃ τε προσομιλοῦσαν καὶ πάντα δεξιὰν οὖσαν, ᾤκτειρέ τε αὐτὴν καὶ πάλιν οἰκίσαι βεβούλητο. Καὶ δὴ πρῶτον μὲν ἀνθρώπους ἀριθμητοὺς τῶν ἐπισημοτέρων καθ' αἷμά τε καὶ συγγένειαν τῆς δουλείας ἀπηλλάχθαι προσέταξε, παρεσχηκὼς αὐτὸς τὰ λύτρα καὶ τῇ πόλει τούτους ἐγκατοικῆσαι, ἔπειτα δὲ τὰ καταπεπτωκότα ταύτης ἐν τῷ πολέμῳ μέρη ταχέως τε