1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

12

ἐπιτυχεῖν ἐπελπίζοντες.» 22.11 τούτους τοὺς ἱκετηρίους μετὰ συνοχῆς καρδίας τῷ μάρτυρι νύκτα καὶ ἡμέραν πάντες προσάγοντες καὶ τὸ ἔδαφος τοῦ ναοῦ τοῖς δάκρυσι πλύνοντες τῇ προσδοκίᾳ τῶν ἐναντίων διετελοῦμεν, καθάπερ τινὸς ἕρκους ὀχυρωτάτου τῆς ἁμαρτίας ἡμῶν ἀντικαθισταμένης καὶ τὰς πρεσβείας τοῦ μάρτυρος κωλυούσης πρὸς τὸ τὴν θείαν ἡμῖν εὐμένειαν ἐπικλῖναι. 22.12 εἰκὸς γὰρ καὶ πρὸς αὐτὸν ῥηθῆναι, καθάπερ πάλαι πρὸς τὸν προφήτην Ἱερεμίαν ὑπὲρ τοῦ Ἰσραὴλ ποιουμένου τὴν δέησιν, μὴ τῆς θεϊκῆς συμπαθείας ὄντος ἀξίου τυχεῖν, ὅτι «μὴ προσεύχου ὑπὲρ τοῦ λαοῦ τούτου· οὐ γὰρ εἰσακούσομαί σου.» 22.13 ἔδει γάρ, ἔδει τὸν παραχωρηθέντα καθ' ἡμῶν ὄλεθρον ἐνεργεῖσθαι, ἵν' ἔχωσι γνῶναι πάντες οἱ ἐν ἁμαρτίαις ὄντες ὡς οὐδὲν οὕτως ἐπισπᾶται τὸ θεϊκὸν οὖς πρὸς τὰς ὑπὸ τῶν ἁγίων προσφερομένας δεήσεις ὡς ὀρθοτομία βίου καὶ ἀρίστων ἐπιμέλεια πράξεων. 23.1 Ἐν ὅσῳ γὰρ ὑφ' ἡμῶν ἐπὶ ματαίῳ ταῦτα διεσπουδάζετο, ἧκέ τις τὰς βαρβαρικὰς νῆας ἤδη που παρὰ τὸν αὐχένα τοῦ ῥηθέντος Ἐκβόλου πλησιάσαι καταμηνύων κυριακῆς ἡμερῶν ἐπιφωσκούσης, ἐνάτης καὶ εἰκάδος ἀγομένης μηνὸς Ἰουλίου, ἔτους υιβʹ. 23.2 τῆς οὖν φήμης ταύτης πᾶσαν ἀθρόον διαδραμούσης τὴν πόλιν θόρυβος μὲν παρὰ πᾶσιν ἀνήγερτο καὶ κλόνος καὶ τάραχος, ἄλλων ἄλλο τι βοώντων καὶ περὶ τοῦ προκειμένου βουλευομένων, ὁπλιζομένων τε πάντων ὡς οἷόν τε ἦν, καὶ πρὸς τὸ τεῖχος κατασπευδόντων. 23.3 οὔπω δὲ ταῖς ἐπάλξεσι τοῦ τείχους διασπαρέντων, ἰδοὺ δὴ καὶ τῶν βαρβάρων αἱ νῆες ἐκ τῆς ῥηθείσης ἐφάνησαν ἐξοχῆς, πεπετασμένα ἔχουσαι τὰ ἱστία. 23.4 καὶ γὰρ κατά τινα σύμβασιν ἔτυχε τῷ καιρῷ τούτῳ κατ' οὐρὰν αὐταῖς ἐπεισφρήσας ἄνεμος, ὡς τοῖς πολλοῖς δοκεῖν μηδ' ἐφ' ὑδάτων ἀλλὰ δι' ἀέρος μεταρσίους κομίζεσθαι. 23.5 Ἰούλιος γὰρ ἤγετο, καθὼς εἴρηται, μήν, ὅτε καὶ πλέον τῶν ἄλλων ἡμερῶν ὁ τῇδε διακόλπιος ἐπεισέρχεται ἄνεμος, ἐκ τῶν ἐξοχῶν τοῦ τῆς Ἑλλάδος Ὀλύμπου τὴν ἀρχὴν ἔχων, καὶ μέχρις ἐνάτης ὥρας ἀπὸ πρωΐθεν ἐφ' ἑκάστης τῶν θερινῶν ἡμερῶν συνεισπίπτων τῇ πόλει καὶ τὸν ἀέρα διαφορῶν. 23.6 ἐκεῖνον οὖν εὑρηκότες συνεργὸν οἱ πολέμιοι, ἔτι τῆς ἡμέρας ἐν ἀρχαῖς οὔσης, ἐγγύθεν προσέρρηξαν. 23.7 καὶ πρῶτα μὲν τὰ ἱστία χαλῶσιν αὐτοῦ που παρὰ τὸ τεῖχος γενόμενοι, καὶ τὴν πόλιν ὁποία τις οὖσα τυγχάνει ἐπιμελῶς κατενόουν· 23.8 οὐδὲ γὰρ ἅμα τῷ καθορμισθῆναι τῆς μάχης ἀπήρξαντο, ἀλλ' ἐνέδωκαν ὀλίγην τινὰ σχολὴν τοῦ τε προπειραθῆναι τῆς ἡμετέρας ἰσχύος, ὅπως ἔχωμεν πρὸς τὴν διὰ τοῦ πολέμου συμπλοκήν, καὶ ἑαυτοὺς πρὸς τοῦτο αὐτὸ ἐξασκῆσαι. 23.9 ἔστησαν οὖν τέως περιδεεῖς, μηδενὶ τῶν ὁρωμένων ἔχοντες ἐξομοιοῦν τὰ βλεπόμενα· πόλιν γὰρ κατενόουν πολλῷ μέν τινι μεγέθει πεπλατυσμένην, λαοῦ δὲ πλήθει ἅπαν τὸ τεῖχος περιεστοιχισμένην. 23.10 ἐξ οὗ δὴ καὶ πλέον καταπλαγέντες μικρὸν τὴν μάχην ἐπέσχον, ὡς ἐκ τούτου καὶ ἡμῖν ἐγγενέσθαι βραχύ τι θάρσος καὶ μεταξὺ τῆς τοιαύτης σχολῆς τὰς ψυχὰς ἀνακτήσασθαι. 24.1 Οὕτω δὲ ὄντων ἡμῶν ἔδοξε τῷ καθηγουμένῳ τοῦ τῶν βαρβάρων στρατοῦ διελθεῖν ἅπαν τὸ τεῖχος, ὅσον περικλύζεται τῇ θαλάσσῃ. 24.2 σκαιὸς δὲ οὗτος καὶ παμπόνηρος ἦν, καὶ τῇ ὁμωνυμίᾳ τοῦ θηρὸς κατάλληλον καὶ τὴν πρᾶξιν ἐπιδεικνύμενος, καὶ οὐδὲν ἄμεινον ἐκείνου τῶν τρόπων τῇ ἀγριότητι καὶ τῷ ἀκαθέκτῳ τῆς ὁρμῆς διακείμενος. 24.3 ἔγνως δὲ τοῦτον πάντως καὶ αὐτὸς ἐκ τῆς φήμης, περιβόητον ἐχούσης τὴν τοῦ ἀνδρὸς κακίαν, ὡς μηδέποτέ τινα τῶν λαλουμένων ἀσεβῶν εἰς τοσαύτην μανίαν ἐλάσαι, ὡς ἀκορέστως ἔχειν ὁρᾶν ἀνθρωπίνων αἱμάτων ἐκχύσεις καὶ μηδὲν ἕτερον προτιμᾶν τῆς τῶν Χριστιανῶν ἀναιρέσεως. 24.4 τοῦτο γὰρ καὶ αὐτὸς ὤν ποτε καὶ τῇ τοῦ σωτηρίου βαπτίσματος ἀναγεννήσει μεμορφωμένος τήν τε ἡμετέραν θρησκείαν δεδιδαγμένος, ὑπ' αὐτῶν χειρωθεὶς τῶν βαρβάρων τὴν ἐκείνων δυσσέβειαν τῆς εὐσεβοῦς ἀντηλλάξατο πίστεως, καὶ πλέον οὐδὲν αὐτοῖς ἀεὶ διὰ σπουδῆς ἔχει χαρίσασθαι ἢ τὴν κλῆσιν κυρῶσαι ταῖς πράξεσι καὶ παραβάτου καὶ λῃστοῦ δράματα ἐνδεικνύμενος ἐκ τούτων καὶ φιλοτιμεῖσθαι καὶ ὑπεραίρεσθαι. 24.5 οὗτος δὴ οὖν ὁ ἀτίθασος καὶ παραβάτης