Ἀμέλει τοι καὶ τὰς δυνάμεις ἀνειλφὼς δι' ἀτραπῶν δυσβάτων ἀπὸ ῥυτῆρος κατόπιν ἤλαυνε. Πλησιάσας δὲ τῇ Σεβαστείᾳ τὴν μὲν στρατιωτικὴν ἀποσκευὴν καὶ τὸ πεζὸν ἅπαν αὐτοῦ που ἀφίησι μετὰ τοῦ ἰδίου προγονοῦ Ἀνδρονίκου συνόντος αὐτῷ, ὃν αὐτὸς βασιλέα χειροτονήσας ὡς ἐνέχυρον εἶχεν ἢ συστράτηγον, εἴ πῃ πολλάκις παρήκων ἐκ τοῦ αἰφνιδίου πολυτρόπως τῷ χρεὼν λειτουργήσειεν. Αὐτὸς δὲ μετὰ τῶν εὐζωνοτέρων ὄπισθεν ἐδίωκε τῶν ἐχθρῶν διὰ πολλῶν ὑψηλοτάτων βουνῶν τῆς Τεφρικῆς καὶ τῆς Ἀργαοῦ καὶ τοῖς ἐχθροῖς ἐπιτεθῆναι ἐκ τοῦ ἐγκαρσίου ἠπείγετο. Ὅθεν καὶ ἀδόκητος αὐτοῖς ἐπεισπεσὼν καὶ τῇ φήμῃ τῆς αὑτοῦ παρουσίας πάντας ἐκδειματώσας αὐτίκα νῶτα δεδωκέναι ποιεῖ καὶ πρὸς φυγὴν ὁρμῆσαι. Φόνος μὲν οὖν αὐτῶν οὐκ ἐγένετο πολὺς προκατειργασμένων τῶν τοῦ βασιλέως ταῖς ἀνοδίαις, ζωγρίαι δὲ πολλοὶ ἑάλωσαν· τῆς δὲ ἰδίας ζωῆς οὐκ ἀπώναντο μαχαίρας ἔργον γενόμενοι. Ἡ λεία μέντοι πᾶσα ἀπὸ ἀνθρώπου ἕως κτήνους ἐλευθερωθεῖσα τὸν βασιλέα καὶ γλώσσῃ καὶ θαύματι ἐπευφήμησαν· θαυμαστὸν γὰρ καὶ αὐτοῖς τοῖς ἐναντίοις τὸ πραχθὲν ἐλογίζετο, πῶς ὁ βασιλεὺς Ῥωμαίων ἀκρατῶς κατ' αὐτῶν ἤλασε τρόπον εὐζώνου καὶ μονοζώνου στρατιώτου. Τρισὶ δὲ μόναις ἡμέραις ἐν Σεβαστείᾳ διαναπαύσας τὸ στράτευμα τῆς πρὸς Συρίαν ἀγούσης ἥψατο καὶ διὰ τῶν τῆς Κουκουσοῦ αὐλώνων εἰς Γερμανίκειαν καταστὰς εἰς τὸ θέμα τὸ καλούμενον Τελοὺχ εἰσβάλλει, πρότερον ἀποτεμόμενος φάλαγγα οὐκ ὀλίγην μετὰ συνταγματάρχου καὶ εἰς Μελιτηνὴν ἐκπέμψας ἐπὶ φυλακῇ τε τῆς ἑῴας 128 καὶ ἀντιπτώσει τῶν ἐκεῖσε προσεδρευόντων ἐχθρῶν, ὧν ἦρχεν ἀνὴρ πανοῦργος καὶ μάχιμος ὀνόματι Ἀψινάλιος· διὰ τοῦτο γὰρ καὶ ὁ βασιλεὺς τοὺς κρείττονας τοῦ οἰκείου στρατοῦ τουτωὶ παραδέδωκε καὶ Φράγκους αὐτούς, ἄνδρας αἱμοχαρεῖς καὶ πολεμικούς. Μὴ χρησαμένου δὲ τοῦ προάγοντος φιλοτίμως τοῖς πράγμασι δέει τῆς ἀποτυχίας ἦν γὰρ διαφέρων φρονήσει καὶ εὐλαβῶς ἔχων περὶ τοῦ μέλλοντος διπλοῦς μικροῦ ὁ πόλεμος τῷ βασιλεῖ ἐπεγένετο στερισκομένῳ τοιαύτης δυνάμεως. Πολλάκις γὰρ προσκαλουμένων τῶν ἐχθρῶν ἐξιέναι τοῦ τῶν Μελιτηνῶν ἄστεως, ὡς εἶδον μηδ' ἐπαισθανομένους αὐτῶν, ἀλλ' ἠρεμοῦντας καὶ οἷον ὑπνώττοντας, διὰ τόπων ἀδήλων βαδίσαντες ἀσυμφανῶς τοῦ βασιλικοῦ κατατολμῶσι στρατεύματος. Ἐντυχόντες δὲ μοίρᾳ τινὶ ἐλαχίστῃ, δι' ἀγορὰν σιτίων ἐξιούσῃ, ὥρμησαν κατ' αὐτῆς. Ἐκεῖνοι δὲ μὴ ὑποστάντες ἔφυγον ἀμεταστρεπτί. Καὶ τάχα ἂν ἀπώλετο μέρος στρατιωτῶν οὐκ ἐλάχιστον οὐδ' εὐκαταφρόνητον, εἰ μὴ ταχὺς αὐτοῖς ὁ βασιλεὺς ἐπιφανεὶς ἐπεβοήθησε καὶ τῆς αὐτῶν ἐφόδου ἐξείλετο. Εἴ τις τοίνυν τοῖς στρατηγοῖς ἐπιγράφει ὡς ἐπίπαν τὰ τῶν ἐκβάσεων, εἴτ' ἐπὶ τὸ κρεῖττον εἴτ' ἐπὶ τὸ χεῖρον συνάγοιντο, οὐ διαμαρτάνει πάντῃ τοῦ ὀρθοῦ καὶ τῆς ἀληθοῦς διαγνώσεως· καὶ καλῶς τοῖς παλαιοῖς ἐγνωμολόγηται βέλτιον λέοντα ἄρχειν ἐλάφων ἤπερ λεόντων ἔλαφον. Ἀλλ' ὁ μὲν βασιλεὺς οὕτω διασωθεὶς καὶ διασώσας τὸ στρατόπεδον πρὸ τῆς τοῦ Χάλεπ χώρας πανστρατιᾷ κατεσκήνωσε. Πρὸ τοῦ καταβῆναι δὲ τοῦ ἵππου τούς τε Σκύθας καὶ τῶν Ῥωμαίων οὐκ ὀλίγους εἰς προνομὴν τῆς χώρας ἀφίησιν. Ὃ δὴ καὶ γέγονε· καὶ ἤχθη πλῆθος ἀνδρῶν τε καὶ γυναικῶν καὶ ζῴων πολλῶν. Ἐκεῖθεν δὲ διὰ τῆς πολεμίας ἰὼν τριταῖος ἀφικνεῖται εἰς τὴν Ἱεράπολιν. ∆όκησιν δὲ παρασχὸν τὸ ἐκεῖσε στρατιωτικὸν ἐπιθέσεως εἰς χεῖρας ἐλθεῖν Ῥωμαίοις 129 οὐκ ἐθάρρησεν , ἀκροβολισμοῖς δέ τισι καὶ προπηδήσεσι τὸν πόλεμον ἀφωσιώσαντο, οἵ τε Ἄραβες δηλαδὴ καὶ οἱ Τοῦρκοι καὶ ὁ τούτων ἔξαρχος Ἀμερτικῆς, εἰς γένος βασιλικὸν ἐν τῇ Περσίδι ἀναφερόμενος. Κατασχὼν μὲν τὴν Ἱεράπολιν χώμασι καὶ τειχομαχίαις καὶ στρατιωτικαῖς ἐπεξελεύσεσι, τὸ ἐπείσακτον δὲ τῶν στρατιωτικῶν δυνάμεων ἐπὶ συμφώνοις γυμνοὺς καὶ ἀόπλους ἀφείς, μεσάζοντος ἐν πᾶσι τοῦ μαγίστρου Πέτρου τοῦ Λιβελλισίου, ἀνδρὸς τήν τε τῶν Ἀσσυρίων καὶ τὴν τῶν Ἑλλήνων παιδείαν ἄκρως ἐξησκημένου, θρέμματος καὶ γεννήματος ὄντος τῆς Ἀντιοχέων πόλεως καὶ τῶν τὰ πρῶτα ἐν αὐτῇ διενεγκόντων ἑνὸς <...>. Ὁ δὲ ἀμηρᾶς τοῦ Χάλεπ, ἤτοι τῆς