ἀποτεμεῖν, ἀλλὰ καὶ τὸ κέρας συναποτεμεῖν τοῦ σταυροῦ· ἀποτέμνει δέ τις αὐτοῦ καὶ τὴν κεφαλὴν ἤδη καταπεπονημένου ταῖς πληγαῖς καὶ ὀκλάσαντος. τοιούτῳ μὲν βίου τέλει ὁ Λέων ἐχρήσατο, κατὰ τὸν ∆εκέμβριον μῆνα, ὥρα ἦν ὡς δεκάτη τῆς νυκτός, ἐπ' ἔτη βασιλεύσας ἑπτὰ καὶ μῆνας πέντε, ὠμότατος, εἴπερ τις ἄλλος γεγονὼς καὶ τῶν πρὸ αὐτοῦ πάντων ἀσεβέστατος, οἷς τήν τε προσοῦσαν αὐτῷ ἐν τοῖς κοινοῖς ἐπιμέλειαν καὶ τὴν ἐν χερσὶ γενναιότητα ἀπημαύρωσε. λέγεται δὲ καὶ φωνὴν οὐρανόθεν καταρραγῆναι εὐθὺς τὴν αὐτοῦ κατάλυσιν εὐαγγελιζομένην πολλοῖς. ἧς καί τινες ἀκηκοότες ναυτίλοι τὸν καιρόν τε καὶ τὴν νύκτα καταγραψάμενοι ἐκ τοῦ μετὰ ταῦτα συμπεράσματος εὗρον οὖσαν ἀληθινήν.
Mich2.t ΜΙΧΑΗΛ Ο ΤΡΑΥΛΟΣ Mich
2.1 Ἀνῃρημένου δὲ τοῦ Λέοντος οἱ ἀνῃρηκότες σύροντες τὸν τούτου νεκρὸν ἀνηλεῶς διὰ τῶν Σκύλων εἰς τὸν ἱππόδρομον ἐξήγαγον, παντὸς αὐτοῖς περιῃρημένου φόβου διὰ τὸ τὴν βασίλειον αὐλὴν ὅπλοις οἰκείοις πάντοθεν περιφραχθῆναι. κατέσπασαν δὲ τῶν βασιλείων καὶ τὴν αὐτοῦ γαμετὴν σὺν τοῖς τέσσαρσι τέκνοις αὐτῆς, Συμβατίῳ τῷ κατὰ τὴν ἀνάρρησιν μετονομασθέντι Κωνσταντίνῳ, Βασιλείῳ τε, καὶ Γρηγορίῳ συνάμα Θεοδοσίῳ, οὓς καὶ ἀκατίῳ ἐνθέντες πρὸς τὴν Πρώτην νῆσον ἀπήγαγον, κἀκεῖσε τῶν πάντων ἐκτμηθέντων συνέβη τὸν Θεοδόσιον τὴν ἑαυτοῦ καταλῦσαι ζωὴν καὶ ταφῆς τῷ ἰδίῳ κεκοινωνηκέναι πατρί. ὁ δὲ Μιχαὴλ τῆς ἐκ τοῦ παπίου φρουρᾶς ἀνεθείς, ἔτι τοὺς πόδας ἐν σιδηροπέδαις ἔχων κατισχημένους διὰ τὸ τὴν κλεῖν τῶν σιδήρων ἐν τῷ κόλπῳ τοῦ Λέοντος φυλάττεσθαι, οὕτως, ὡς εἶχε, μετὰ τῶν σιδήρων ἐπὶ τὸν βασίλειον ἐκάθισε θρόνον καὶ παρὰ πάντων τῶν τέως ὄντων ἐν τῷ παλατίῳ ἀναγορευθεὶς προσεκυνήθη. ἤδη δὲ καὶ μεσούσης ἡμέρας τῆς φήμης πανταχοῦ διαδραμούσης, τῶν δεσμῶν θλασθέντων ὑπὸ σφύρας βιαίως, οὐ χεῖρας ἀπονιψάμενος, οὐ τὸν τοῦ θεοῦ φόβον ἐπὶ νοῦν εἰληφώς, οὐκ ἄλλο οὐδὲν τῶν δεόντων πράξας πρὸς τὸν μέγαν τῆς Σοφίας ναὸν προελήλυθε, χειρὶ τοῦ πατριάρχου στεφθῆναι γλιχόμενος καὶ τῆς πανδήμου τυχεῖν ἀναρρήσεως, ἐκείνοις μόνοις θαρρῶν τοῖς συνωμόταις τοῖς ἐξηνυκόσι τὸν φόνον. ἔνθα καί τις ἀμφοτέρων θαυμάσειε τὸ κακόγνωμον, τοῦ μὲν ἀπελθόντος, ὅπως οὐδένα ἔσχε τὸν βοηθοῦντα ἐκ τῶν τοσούτων καὶ τηλικούτων κολάκων, ἑρπετῶν δίκην ἁπάντων καταδεδυκότων εἰς χηραμούς, τοῦ δὲ μετ' ἐκεῖνον τὸ ἀναιδὲς καὶ ἀναίσχυντον, ὅστις τὴν ἐκκλησίαν εἰσῄει οὐχ ὥς τις φονεύς, ἢ δήμιος, ᾑμαγμένας ἔχων τὰς χεῖρας, ἀλλ' ὥσπερ τις ἀθλοφόρος καὶ νικη τὴς ἐπὶ τῷ γεγονότι γαννύμενος, ἐμφύλιον ἐκχέας αἷμα οὐκ ἐπὶ τοῦ τυχόντος τόπου, ἀλλ' ἐν τῷ θείῳ θυσιαστηρίῳ, ἔνθα τὸ δεσποτικὸν καθ' ἡμέραν ἐκχέεται τῶν ἡμετέρων ἕνεκεν λύτρον ἁμαρτιῶν. Mich2.2 Τοῦτον τὸν Μιχαὴλ ἤνεγκε μὲν ἡ κατὰ τὴν ἄνω Φρυγίαν πόλις Ἀμώριον οὕτω καλουμένη. ἐν ᾗ Ἰουδαίων καὶ Ἀθιγγάνων καὶ ἑτέρωνἀσεβῶν πλῆθος ἔκπαλαι τῶν χρόνων ἐγκατοικίζεται. καί τις δὲ αἵρεσις ἐκ τῆς ἀλλήλων κοινωνίας καὶ διηνεκοῦς ὁμιλίας καινὸν ἔχουσα τὸν τρόπον καὶ ἀλλόκοτα δόγματα ἐπιφύεται, ἧς καὶ αὐτὸς μέτοχος ἦν, πατροπαράδοτον θρησκείαν ἀποπληρῶν. αὕτη τοῦ μὲν θείου λουτροῦ καὶ σωτηριώδους τοὺς τελουμένους μεταλαγχάνειν ἀνίησι, τἆλλα δὲ πάντα σῴζει φυλάττουσα κατὰ τὸν νόμον τὸν Μωσαϊκόν, πλὴν τῆς περιτομῆς. εἶχε δὲ διδάσκαλον ὁ Μιχαὴλ καὶ οἷον ἔξαρχον, ὑπ' αὐτοῦ μεμυσταγωγημένος, Ἑβραῖόν τινα ἢ Ἑβραΐδα κατὰ τὸν ἑαυτοῦ οἶκον, οὐ μόνον τὰ ψυχικά, ἀλλὰ δὴ καὶ τὰς κατ' οἶκον οἰκονομίας αὐτὸν ἐκπαιδεύοντα. ὑφ' οὗ προληφθεὶς οὐδὲν ἀκέραιον ἔσῳζεν, ἀλλ' ἦν ἀπιστίας τις σύνοδος τά τε Χριστιανῶν παραχαράξας, τὰ Ἰουδαίων κιβδηλεύσας καὶ τἆλλα παρανοθεύσας, καὶ τοιοῦτος τὴν πίστιν γενόμενος ποικίλος τε καὶ πολύμορφος, ὁποῖά φασι τὰ ἐν Λιβύῃ γίνεσθαι θηρία διὰ τὴν τοῦ ὕδατος