1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

12

γίνεται. Τὸ μὲν οὖν πρότερον αὐτοῦ τοῦ εἶναι παραστατικόν ἐστι καὶ οὐ τοῦ τί εἶναι, τὸ δὲ δεύτερον ἐνεργείας· τὸ δὲ ἄναρχον καὶ ἄφθαρτον καὶ ἀγένητον ἤτοι ἄκτιστον καὶ ἀσώματον καὶ ἀόρατον καὶ τὰ τοιαῦτα, τί οὐκ ἔστι, δηλοῖ, τουτέστιν ὅτι οὐκ ἤρξατο τοῦ εἶναι οὐδὲ φθείρεται οὐδὲ ἔκτισται οὐδέ ἐστι σῶμα οὐδὲ ὁρᾶται. Τὸ δὲ ἀγαθὸν καὶ δίκαιον καὶ ὅσιον καὶ τὰ τοιαῦτα παρέπονται τῇ φύσει, οὐκ αὐτὴν δὲ τὴν οὐσίαν δηλοῖ. Τὸ δὲ κύριος βασιλεύς τε καὶ τὰ τοιαῦτα σχέσιν πρὸς τὰ ἀντιδιαστελλόμενα δηλοῖ· τῶν γὰρ κυριευομένων λέγεται κύριος καὶ τῶν βασιλευομένων βασιλεύς, τῶν δημιουργουμένων δημιουργὸς καὶ τῶν ποιμαινομένων ποιμήν.

10 Περὶ θείας ἑνώσεως καὶ διακρίσεωσ Πάντα μὲν οὖν ταῦτα κοινῶς ἐπὶ

πάσης τῆς θεότητος ἐκληπτέον καὶ ταυτῶς καὶ ἁπλῶς καὶ ἀμερῶς καὶ ἡνωμένως, διακεκριμένως δὲ τὸ πατὴρ καὶ τὸ υἱὸς καὶ τὸ πνεῦμα καὶ τὸ ἀναίτιον καὶ τὸ αἰτιατὸν καὶ τὸ ἀγέννητον καὶ τὸ γεννητὸν καὶ ἐκπορευτόν, ἅτινα οὐκ οὐσίας εἰσὶ δηλωτικά, ἀλλὰ τῆς πρὸς ἄλληλα σχέσεως καὶ τοῦ τῆς ὑπάρξεως τρόπου. Ταῦτα οὖν εἰδότες καὶ ἐκ τούτων ἐπὶ τὴν θείαν οὐσίαν χειραγωγούμενοι οὐκ αὐτὴν τὴν οὐσίαν καταλαμβάνομεν ἀλλὰ τὰ περὶ τὴν οὐσίαν, ὥσπερ οὐδέ, ἐὰν γνῶμεν, ὅτι ἡ ψυχὴ ἀσώματός ἐστι καὶ ἄποσος καὶ ἀσχημάτιστος, ἤδη καὶ τὴν οὐσίαν αὐτῆς κατειλήφαμεν, οὐδὲ τοῦ σώματος, εἴπερ γνῶμεν, ὅτι λευκὸν ἢ μέλαν ἐστίν, ἀλλὰ τὰ περὶ τὴν οὐσίαν. Ὁ δὲ ἀληθὴς λόγος διδάσκει ἁπλοῦν εἶναι τὸ θεῖον καὶ μίαν ἁπλῆν ἔχειν ἐνέργειαν, ἀγαθήν, πᾶσι τὰ πάντα ἐνεργοῦσαν κατὰ τὴν τοῦ ἡλίου ἀκτῖνα, ἥτις πάντα θάλπει καὶ ἐν ἑκάστῳ κατὰ τὴν φυσικὴν ἐπιτηδειότητα καὶ δεκτικὴν δύναμιν ἐνεργεῖ ἐκ τοῦ δημιουργήσαντος θεοῦ τὴν τοιαύτην εἰληφὼς ἐνέργειαν. ∆ιακέκριται δὲ καί, ὅσα τῆς θείας καὶ φιλανθρώπου τοῦ θεοῦ λόγου σαρκώσεως· ἐν τούτοις γὰρ οὔτε ὁ πατὴρ οὔτε τὸ πνεῦμα κατ' οὐδένα λόγον κεκοινώνηκεν εἰ μὴ κατ' εὐδοκίαν καὶ κατὰ τὴν ἄρρητον θαυματουργίαν, ἣν καὶ καθ' ἡμᾶς ἄνθρωπος ὁ θεὸς λόγος γενόμενος εἰργάζετο ὡς ἀναλλοίωτος θεὸς καὶ θεοῦ υἱός.

11 Περὶ τῶν σωματικῶς ἐπὶ θεοῦ λεγομένων Ἐπεὶ δὲ πλεῖστα περὶ θεοῦ

σωματικώτερον ἐν τῇ θείᾳ γραφῇ συμβολικῶς εἰρημένα εὑρίσκομεν, εἰδέναι χρή, ὡς ἀνθρώπους ὄντας ἡμᾶς καὶ τὸ παχὺ τοῦτο σαρκίον περικειμένους τὰς θείας καὶ ὑψηλὰς καὶ ἀύλους τῆς θεότητος ἐνεργείας νοεῖν ἢ λέγειν ἀδύνατον, εἰ μὴ εἰκόσι καὶ τύποις καὶ συμβόλοις τοῖς καθ' ἡμᾶς χρησαίμεθα. Ὅσα τοίνυν περὶ θεοῦ σωματικώτερον εἴρηται, συμβολικῶς ἐστι λελεγμένα, ἔχει δέ τινα ὑψηλοτέραν διάνοιαν· ἁπλοῦν γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον. Ὀφθαλμοὺς μὲν οὖν θεοῦ καὶ βλέφαρα καὶ ὅρασιν τὴν τῶν ἁπάντων ἐποπτικὴν αὐτοῦ δύναμιν καὶ τὸ ἀλάθητον τῆς αὐτοῦ γνώσεως ἐννοήσωμεν ἀπὸ τοῦ παρ' ἡμῖν διὰ ταύτης τῆς αἰσθήσεως ἐντελεστέραν γνῶσίν τε καὶ πληροφορίαν ἐγγίνεσθαι. Ὦτα δὲ καὶ ἀκοὴν τὸ ἐξιλεωτικὸν αὐτοῦ καὶ τῆς ἡμετέρας δεκτικὸν δεήσεως· καὶ γὰρ ἡμεῖς τοῖς τὰς ἱκεσίας ποιουμένοις διὰ ταύτης τῆς αἰσθήσεως εὐμενεῖς γινόμεθα γνησιώτερον αὐτοῖς τὸ οὖς ἐπικλίνοντες. Στόμα δὲ καὶ λαλιὰν τὸ ἐνδεικτικὸν τῆς βουλήσεως αὐτοῦ ἐκ τοῦ παρ' ἡμῖν διὰ στόματος καὶ λαλιᾶς σημαίνεσθαι τὰ ἐγκάρδια νοήματα. Βρῶσιν δὲ καὶ πόσιν τὴν ἡμετέραν πρὸς τὸ αὐτοῦ θέλημα συνδρομήν· καὶ γὰρ ἡμεῖς διὰ τῆς γευστικῆς αἰσθήσεως τὴν τῆς φύσεως ἀναπληροῦμεν ὄρεξιν ἀναγκαίαν. Ὄσφρησιν δέ, τὸ ἀποδεκτικὸν τῆς πρὸς αὐτὸν ἡμῶν ἐννοίας τε καὶ εὐνοίας ἐκ τοῦ παρ' ἡμῖν διὰ ταύτης αἰσθήσεως τὴν τῆς εὐωδίας ἀποδοχὴν ἐγγίνεσθαι. Πρόσωπον δὲ τὴν δι' ἔργων αὐτοῦ ἔνδειξίν τε καὶ ἐμφάνειαν ἐκ τοῦ τὴν ἡμετέραν ἐμφάνειαν διὰ προσώπου γίνεσθαι. Χεῖρας δὲ τὸ ἀνυστικὸν τῆς ἐνεργείας αὐτοῦ· καὶ γὰρ ἡμεῖς τὰ χρειώδη καὶ μάλιστα τιμιώτερα διὰ τῶν οἰκείων κατορθοῦμεν χειρῶν. ∆εξιὰν δὲ