12
Τῷ ὄντι γὰρ τῆς εἰκόνος ἐστὶ πάντα ὅσα ἐστὶ τῇ πρωτοτύπῳ μορφῇ. Μίαν φωνὴν τὴν αὐτὴν, καὶ σύμφωνος φθέγξομαι. Τριὰς ὡς ἀληθῶς ἡ Τριὰς, ἀδελφοί· Τριὰς δὲ, οὐ πραγμάτων ἀνίσων ἀπαρίθμησις, ἀλλ' ἴσων καὶ ὁμοτίμων σύλληψις, ἐνούσης τῆς προσηγορίας τὰ ἡνωμένα ἐκ φύσεως, καὶ οὐκ ἐώσης σκεδασθῆναι ἀριθμῷ λελυμένῳ τὰ μὴ λυόμενα. Ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς ὁ Υἱὸς, δι' οὗ τὰ πάντα· καὶ ἓν Πνεῦμα ἅγιον, ἐν ᾧ τὰ πάντα. Θεὸς μέν ἐστι τὸ ἀκρότατον καὶ ἀπρόσιτον, καὶ ἄῤῥητον φῶς, οὔτε νοῒ ληπτὸν, οὔτε λόγῳ ῥητὸν, πάσης φωτιστικὸν λογικῆς φύσεως· τοῦτο ἐν νοητοῖς, ὅπερ ἐν αἰσθητοῖς ὁ ἥλιος. Ὅσον ἂν καθαρώμεθα, φανταζόμενον, καὶ ὅσον ἂν φαντασθῶμεν, ἀγαπώμενον, καὶ ὅσον ἂν ἀγαπήσωμεν, αὖθις νοούμενον· αὐτὸ ἑαυτοῦ θεωρητικόν τε καὶ καταληπτικόν· ὀλίγα τοῖς ἔξω χεόμενον. Ὅπερ ἐστὶν τοῖς αἰσθητοῖς ἥλιος, τοῦτο τοῖς νοητοῖς Θεός. Ὁ μὲν γὰρ τὸν ὁρώμενον φωτίζει κόσμον, ὁ δὲ τὸν ἀόρατον. Καὶ ὁ μὲν τὰς σωματικὰς ὄψεις ἡλιοειδεῖς, ὁ δὲ τὰς νοερὰς φύσεις θεοειδεῖς ἀπεργάζεται. Καὶ ὥσπερ οὗτος τοῖς τε ὁρῶσι, καὶ τοῖς ὁρωμένοις, τοῖς μὲν τὴν τοῦ ὁρᾷν, τοῖς δὲ τὴν τοῦ ὁρᾶσθαι παρέχων δύναμιν, αὐτὸς τῶν ὁρωμένων ἐστὶ τὸ κάλλιστον· 95.1076 οὕτω καὶ ὁ Θεὸς τοῖς τε νοοῦσι, καὶ τοῖς νοουμένοις, τοῖς μὲν τὸ νοεῖν, τοῖς δὲ τὸ νοεῖσθαι δημιουργῶν, αὐτὸς τῶν νοουμένων ἐστὶ τὸ ἀκρότατον, εἰς ὃν πᾶσα ἔφεσις ἵσταται. ∆ιὰ τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος ἡ Τριὰς λαμβάνεται. Καὶ γὰρ ὁ Πατὴρ τὸ πᾶν ἐργάσασθαι δύναται, καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον· ἀλλ' ἐπειδὴ περὶ τοῦ Πατρὸς οὐδεὶς ἀμφιβάλλει, τὸ δὲ ἀμφίβολον ἦν περὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, παρείληπται ἐν τῇ μυσταγωγίᾳ, ἵνα ἐν τῇ κοινωνίᾳ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, καὶ τὴν κοινωνίαν τῆς ἀξίας καταμανθάνωμεν· Ἅγιος, ἅγιος, ἅγιος· καὶ οὐ λέγουσιν, ἅγιοι, ἅγιοι, ἵνα τὸ ἑνικὸν πολυώνυμον ἀποφάνωσι, μηδὲ τῶν τριῶν τὸν ἀριθμὸν ἀποκρύψωσιν, ἀλλὰ τρὶς διδόασι τὴν ἁγιαστείαν· μονοειδῶς δὲ καὶ ἑνικῶς ἀποφθέγγονται τὸν λόγον, ἵνα μὴ πολυθεΐαν ὀνομάσωσιν· εἷς γάρ ἐστι Θεὸς Πατὴρ ἐν Υἱῷ· Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι. Καὶ διὰ τοῦτο ἅγιος ἐν ἁγίοις ἀναπαυόμενος, Πατὴρ ὁ ἀληθινὸς ἐνυπόστατος, καὶ Υἱὸς ἀληθινὸς ἐνυπόστατος, καὶ Πνεῦμα ἀληθινὸν ἐνυπόστατον, τρία ὄντα μία θεότης, μία οὐσία, μία δοξολογία, εἷς Θεός· ὀνομάσας Θεὸν, συμπεριείληφας διανοίᾳ τὴν Τριάδα. Ἔσχες Πνεῦμα ἅγιον, κατηξίωσαι τῆς δυνάμεως τῆς πατρῴας καὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ· ἐδόξασας τὸν Πατέρα, ἐσήμανας τὸν Υἱὸν, καὶ τὸ ἅγιον Πνεῦμα, ἀλλὰ μὴ κατὰ συναλοιφήν. Ἔστι γὰρ ὁ Πατὴρ Πατήρ· ἔστιν ὁ Υἱὸς Υἱός· ἔστιν τὸ ἅγιον Πνεῦμα, ἅγιον Πνεῦμα. Ἀλλ' οὐκ ἀπηλλοτριωμένη Τριὰς τῆς ἑνότητος, καὶ τῆς ταυτότητος. Ὦ Τριὰς ἁγία ἀριθμουμένη, Τριὰς ἐν ἑνὶ ὀνόματι ἀριθμουμένη! Οὐ γὰρ λέγεται μονὰς καὶ δυὰς, οὐδὲ μονὰς καὶ μονὰς, ἀλλὰ Τριὰς ἐν μονάδι, καὶ μονὰς ἐν Τριάδι, μονοειδῶς μονωνύμως εἷς Θεός· Πατὴρ ἐν Υἱῷ· Υἱὸς ἐν Πατρὶ σὺν ἁγίῳ Πνεύματι. Μία δόξα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος. «Τὴν δόξαν γάρ μου, φησὶν, ἑτέρῳ οὐ δώσω.» Οὐ γάρ ἐστι δεύτερος Θεὸς ὁ Υἱὸς, ἀλλὰ Λόγος τοῦ ἑνὸς καὶ μόνου Θεοῦ, θεολογούμενος ἐν Πατρὶ, ὡς καὶ Πατὴρ ἐν Υἱῷ θεολογεῖται. Καθὼς καὶ Ἡσαΐας λέγει, θεολογῶν Υἱὸν σὺν Πατρί· «Προσκυνήσουσί σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ, Σωτήρ.» Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, οἱ μὴ ὁμολογοῦντες αὐτῷ, καὶ τὸ Πνεῦμα αὐτοῦ, τῆς αὐτῆς τῷ Υἱῷ οὐσίας, καὶ πλὴν αὐτοῦ [μὴ] εἶναι Θεόν. Οὐκ ἔστιν οὕτω· μὴ γένοιτο· οὐκ ἔστι γεννητὴ ἡ Τριὰς, ἀλλ' ἀΐδιος, καὶ μία θεότης ἐν Τριάδι, καὶ 95.1077 μία δόξα τῆς ἁγίας Τριάδος. Καὶ σχίζειν αὐτὴν εἰς διαφόρους φύσεις τολμᾶτε; Μόνῳ Θεῷ ἁρμόττει λέγειν τὸ ἐμόν. Αὐτοῦ γὰρ μόνου ὄντως κτῆμα τὰ πάντα.
Τίτλ. Βʹ. -Περὶ τοῦ ἄφευκτον εἶναι τὸν Θεόν· καὶ ὅτι πάντα ἐφορᾷ, καὶ οὐδὲν
αὐτὸν λέληθεν.