ἀξιώματι ἐσεμνύνετο), δυσμενῶς τῷ Νικηφόρῳ διέκειτο. ιαʹ. Ἔγνω γοῦν αὐτίκα νεωτερίζειν· ἀλλὰ δύναμιν ἐκ τοῦ παρατυχόντος ἀποχρῶσαν οὐκ ἐπαγόμενος (τὰ γὰρ στρατεύματα πρὸς τὰς σφῶν ἐνεγκαμένας αὐτοῦ προστεταχότος ἀπῄεσαν), ἐδεδοίκει τὸν τοσοῦτον ἀγῶνα τέως ἐπαποδύσασθαι. ἔδοξεν 32 οὖν ὑπερθέσθαι τὸν νεωτερισμόν· εἰσελάσαντι δὲ εἰς τὸ Βυζάντιον, καὶ κατάγοντι τὸν θρίαμβον, εἴγε τὴν στρατιὰν οἱ κρατοῦντες αὑτῷ ἐγχειρίσοιεν (ᾔδει γὰρ αὐτοῦ περιόντος μὴ ἂν ἄλλον καρτερῆσαι πρὸς τὴν τῶν βαρβάρων ἀντίστασιν παρατάττεσθαι)· ἀναλαβεῖν τε τὰς δυνάμεις, καὶ λελογισμένως καὶ ἀνεπισφαλῶς ὑπὲρ τῶν ὅλων διαγωνίσασθαι. οὕτω δὴ γνωματεύσας καὶ βουλευσάμενος πρὸς τὸ Βυζάντιον ἴεται ἀσμενέστατά τε ὑπὸ τοῦ δήμου καὶ τῆς συγκλήτου δεχθεὶς, καὶ ὅσην ἐπήγετο λείαν θριαμβεύσας, καὶ τῷ δημοσίῳ ταμείῳ τὸν βαρβαρικὸν πλοῦτον καταθέμενος, ἐφ' ἑστίας ἡσύχαζεν. ὁ δὲ Ἰωσὴφ (ἐδεδοίκει γὰρ τὴν ἐπὶ τὸ Βυζάντιον τοῦ Νικηφόρου διατριβὴν, μή τι κατὰ τοῦ κράτους νεωτερίσειε, μάλιστα τοῦ στρατιωτικοῦ ἐκτόπως αὐτὸν στέργοντος καὶ τοῦ δήμου θαυμάζοντος, διά τε τὰ τρόπαια καὶ τὰ κατὰ πολέμους ἀνδραγαθήματα) ἐπὶ τὸ ἀνάκτορον τοῦτον ἐκαλεῖτο, εἴ πως αὐτὸν ψιλὸν τῆς δυνάμεως ἀπειληφὼς τῶν τε ὄψεων στερήσῃ καὶ ὑπερορίᾳ παραπέμψῃ. ἀλλὰ τὸ κακοῦργον καὶ περιπόνηρον τοῦ Ἰωσὴφ ὁ στρατηγὸς συνιεὶς (δραστήριος γὰρ ἐς τὸ ἀκριβὲς ἦν, καὶ καταστοχάσασθαι κακοτροπίαν ἀνδρὸς προχειρότατος), ἐς τὴν μεγάλην ἐκκλησίαν φοιτᾷ, καὶ τῷ ἱεραρχοῦντι Πολυεύκτῳ εἰς λόγους ἐλθὼν, ἀνδρὶ τήν τε θείαν καὶ ἀνθρωπίνην φιλοσοφίαν εἰς ἄκρον ἐκμελετήσαντι, καὶ βίον αἱρετισαμένῳ ἐκ νεότητος μοναδικόν τε καὶ ἄσκευον, καὶ παῤῥησίαν ὑπὲρ ἄνθρωπον κεκτημένῳ, ἣν οὐχ ἡ φύσις ἐνεποίει αὐτῷ μόνον, τομίᾳ γε ὄντι καὶ ἐς ἔσχατον γῆρας ἐλάσαντι, ἀλλὰ καὶ ἡ ἀκτησία, καὶ τὸ ἀνεπίληπτον, 33 καὶ τὸ λιτὸν τοῦ βίου καὶ ἀπέριττον· τούτῳ δὴ τῷ Πολυεύκτῳ, ἐπεὶ εἰς λόγους ἦλθεν ὁ Νικηφόρος, καλάς γε, ἔφη, παρὰ τοῦ τῶν βασιλείων κατάρχοντος τῶν τοσούτων ἀγώνων καὶ πόνων καρποῦμαι τὰς ἀμοιβάς· ὅς γε τὸν ἀλάθητον καὶ μέγαν ὀφθαλμὸν λήσειν οἰόμενος, τὰ Ῥωμαϊκά μοι πλατύνοντι ὅρια ταῖς τοῦ κρείττονος εὐοδώσεσιν, οὐκ ἐνάρκησε σκαιωρήσασθαι θάνατον, μηδέπω μηδὲν εἰς τὸ κοινὸν πλημμελήσαντι, συνεισενεγκόντι δὲ μᾶλλον ὅσα μή τις τῶν νῦν τελούντων ἀνδρῶν, καὶ τοσαύτην μὲν χώραν τῶν Ἀγαρηνῶν πυρὶ καὶ μαχαίρᾳ δῃωσαμένῳ, τηλικαύτας δὲ πόλεις ἐκ βάθρων κατεριπώσαντι. ἐγὼ δὲ ἠξίουν, τὸν συγκλητικὸν ἄνδρα ἐπιεικῆ τε εἶναι καὶ μέτριον, καὶ μή τινα δυσμεναίνειν, καὶ ταῦτα μάτην, ἀπέραντα. ιβʹ. Τούτων τῶν ῥημάτων ὁ πατριάρχης ἐνωτισθεὶς, καὶ τὴν προθυμίαν ἀναφλεχθεὶς, εἰς τὰ βασίλεια εἰσελαύνει, τὸν Νικηφόρον ἔχων συνεφεπόμενον· καὶ τὴν σύγκλητον εἰσκαλέσας, οὐ δίκαιον, ἔφη , τοὺς ὑπὲρ τῆς Ῥωμαϊκῆς εὐετηρίας ἑαυτῶν ἀφειδήσαντας, καὶ πόνους καὶ κινδύνους καθυπομείναντας, εὐγνώμονάς τε καὶ μετρίους ἑαυτοὺς παρεχομένους πρὸς τὸ ὁμόφυλον, προπηλακίζειν καὶ ἀτιμοῦν, κυδαίνειν δὲ μᾶλλον καὶ ταινιοῦν. εἰ οὖν πείθεσθέ μοι τὰ λῴονα συμβουλεύσοντι, τὴν ἐμὴν αὐτίκα γνώμην ἐρῶ. δεῖ Ῥωμαίους ὄντας ἡμᾶς, καὶ θείοις ῥυθμιζομένους προστάγμασι, τὰ νεογνὰ τοῦ αὐτοκράτορος Ῥωμανοῦ τέκνα, ἐπεὶ πρὸς ἡμῶν καὶ τοῦ δήμου παντὸς ἀνεῤῥέθησαν αὐτοκράτορες, εἰς τὴν προγονικὴν τιμὴν συντηρεῖν καὶ σέβας ἀπονέμειν, 34 οἷον καὶ τοῖς προγόνοις αὐτῶν. ἐπεὶ δὲ καὶ τὰ βαρβαρικὰ φῦλα ληΐζεσθαι τὴν Ῥωμαϊκὴν οὐκ ἀπέχονται γῆν, συμβουλεύω, τὸν ἄνδρα τουτονὶ (τὸν Νικηφόρον ὑποδεικνὺς), ἀγχίνουν τε ὄντα καὶ ἀγαθὸν τὰ πολέμια, καὶ νίκας ὅτι πλείστας ἐπανῃρημένον, ὃ καὶ αὐτοὶ συνομολογεῖτε, καὶ τοῦτον τῶν ἄλλων ἐκθειάζετε μάλιστα, ὅρκοις κατασφαλισαμένους μή τι κατὰ τοῦ κράτους καὶ τῆς βουλῆς μελετῆσαι ἀβούλητον