Vita Porphyrii episcopi Gazensis
δοξαζόμενος, πατάξει σου τὴν γλῶσσαν καὶ φιμώσει σου τὸ στόμα, ἵνα μὴ λαλῇ δύσφημα.
κύριος ἀπεκάλυψεν τῇ ἐμῇ ταπεινώσει. Ἀνερχόμενοι ἐπὶ τὸ Βυζάντιον, πρῶτον συντύχετε τῷ ὁσιωτάτῳ ἐπισκόπῳ Ἰωάννῃ καὶ ἅμα αὐτῷ δεήσεις ποιήσασθε πρὸς τὸν θεὸν καὶ ἀνάθεσθε αὐτῷ τὸ πρᾶγμα, καὶ ἔχει ὑμῖν συμβουλεῦσαι καὶ αὐτὸς ὃ ἀποκαλύπτει αὐτῷ ὁ κύριος. Λαλῆσαι γὰρ οὐ δύναται ἐν τῷ παλατίῳ, ἐπειδὴ ἡ βασίλισσα Εὐδοξία λυπεῖται κατ' αὐτοῦ. Αὐτὸς οὖν παρατίθεται ὑμᾶς Ἀμαντίῳ τῷ κουβικουλαρίῳ τῆς δεσποίνης, ἀνθρώπῳ θεοσεβεῖ καὶ τιμῶντι τὸ πρόσχημα τῶν ἱερέων, καὶ αὐτὸς εἰσάγει ὑμᾶς πρὸς τὴν βασίλισσαν, καὶ ὅταν εἰσέλθητε πρὸς αὐτήν, εὐμενῶς ἔχει δέξασθαι ὑμᾶς. Ἀνάθεσθε οὖν αὐτῇ τὸ πᾶν πρᾶγμα καὶ συντάξασθε αὐτῇ καὶ ἐξέλθατε. Ἐν δὲ τῇ δευτέρᾳ εἰσόδῳ, μετὰ τὸ ὑμᾶς ὑπομνῆσαι αὐτὴν χάριν τοῦ πράγματος, εἴπατε αὐτῇ ὅτι Ἐλπίζομεν εἰς τὸν Χριστὸν τὸν υἱὸν τοῦ θεοῦ, ἐὰν σπουδάσῃς εἰς τὸ παρὸν πρᾶγμα, ἔχει δοῦναί σοι τέκνον ἄρρεν. Ἀκούσασα δὲ τοῦτο περιχαρὴς ἔχει γενέσθαι (ἔστιν γὰρ ἐγκύμων καὶ οὗτος μήν ἐστιν ἔνατος τῆς κυήσεως αὐτῆς) καὶ ἔχει πάντα πρᾶξαι εἰς τὸ ποιῆσαι τὸ πρᾶγμα ὑμῶν, θεοῦ ἐπινεύοντος.
37 Ἡμεῖς δὲ ἀκούσαντες τὸν λόγον τοῦ ἁγίου ἀνδρὸς καὶ πιστεύσαντες οἷς ἐλάλησεν, λαβόντες παράθεσιν ἐξήλθομεν, καὶ ἀναχθέντες ἐκείνῃ τῇ ἡμέρᾳ ἐπλεύσαμεν, καὶ δι' ἄλλων ἡμερῶν δέκα ἐφθάσαμεν τὸ Βυζάντιον, καὶ λαβόντες ξενίαν τῇ ἑξῆς ἐπορεύθημεν πρὸς τὸν ὁσιώτατον ἐπίσκοπον Ἰωάννην. Γνοὺς δὲ τίνες ἐσμὲν ἐδέξατο ἡμᾶς μετὰ πολλῆς τιμῆς καὶ θεραπείας. Ἐπηρώτησεν δὲ ἡμᾶς δι' ἣν αἰτίαν σκυλμὸν ὑπεμείναμεν, καὶ διηγησάμεθα αὐτῷ, καὶ γνοὺς ἀνεμνήσθη ὅτι καὶ πρὸ χρόνου τοῦτο διὰ γραμμάτων ἐδεήθημεν, καὶ ἐπιγνούς με φιλοφρόνως ἠσπάσατο. Παρεκάλει δὲ ἡμᾶς μὴ ἀθυμῆσαι, ἀλλ' ἔχειν τὰς ἐλπίδας εἰς τὰ ἐλέη τοῦ θεοῦ. Εἶπεν δὲ πρὸς ἡμᾶς· Ἐγὼ μὲν οὐκ ἰσχύω τῷ βασιλεῖ λαλῆσαι· παρώργισεν γὰρ αὐτὸν κατ' ἐμοῦ ἡ βασίλισσα, διότι ἐνεκάλεσα αὐτῇ χάριν κτήματος οὗ ἐπιθυμήσασα ἀφήρπασεν. Καὶ ἐμοὶ μὲν εἰς τοῦτο οὐ μέλει ὅτι ὀργίζεται οὐδὲ φροντίζω, ἑαυτοὺς γὰρ ἔβλαψαν, οὐκ ἐμέ· κἂν γὰρ βλάψωσίν μου τὸ σῶμα, τὴν ψυχήν μου πολλῷ πλέον ὠφελοῦσιν· ὅμως δὲ τοῦτο καταλείψωμεν τῇ εὐσπλαγχνίᾳ τοῦ θεοῦ. Περὶ δὲ τοῦ ὑμετέρου πράγματος, εἰ δόξει τῷ κυρίῳ, αὔριον μεταπέμπομαι τὸν εὐνοῦχον Ἀμάντιον, καστρήσιον ὄντα τῆς βασιλίσσης, πολλὰ δυνάμενον παρ' αὐτῇ καὶ ὄντως δοῦλον θεοῦ, καὶ ἀνατίθημι αὐτῷ τὸ πρᾶγμα, καὶ πάνυ ἔχει σπουδάσαι, τοῦ Χριστοῦ ἐπινεύοντος. Ἡμεῖς δὲ λαβόντες τοιαύτας συνταγὰς καὶ παράθεσιν, ἐπορεύθημεν εἰς τὴν ξενίαν ἡμῶν.
38 Τῇ δὲ ἑξῆς ἀπήλθομεν πρὸς τὸν ὅσιον καὶ εὑρίσκομεν παρ' αὐτῷ τὸν κουβικουλάριον Ἀμάντιον· ἦν γὰρ φροντίσας τοῦ ἡμετέρου πράγματος, μεταπεμψάμενος αὐτὸν καὶ διδάξας τὰ καθ' ἡμᾶς. Ὡς δὲ εἰσήλθομεν καὶ ἔγνω ὁ Ἀμάντιος ὅτι ἡμεῖς ἐσμεν περὶ ὧν αὐτῷ ἐλάλησεν, ἀναστὰς προσεκύνησεν τοὺς ὁσιωτάτους ἐπισκόπους, κλίνας τὸ πρόσωπον εἰς τὴν γῆν, κἀκεῖνοι δὲ γνόντες τίς ὑπῆρχεν περιεπτύξαντο αὐτὸν καὶ κατεφίλησαν. Ἐπέτρεψεν δὲ καὶ αὐτοῖς ὁ ἁγιώτατος ἀρχιεπίσκοπος Ἰωάννης ἐκ στόματος διδάξαι τὸν κουβικουλάριον τὸ κατ' αὐτοὺς πρᾶγμα. Ὁ δὲ ὁσιώτατος Πορφύριος πάντα αὐτῷ διηγήσατο τὰ κατὰ τοὺς εἰδωλολάτρας, πῶς παρρησίᾳ ποιοῦσι τὰ ἀθέμιτα καὶ πῶς καταπονοῦσι τοὺς Χριστιανούς. Ὃ δὲ ἀκούων ἐδάκρυεν, καὶ ἐμπιπλᾶται ζήλου θεϊκοῦ καὶ λέγει αὐτοῖς· Μὴ ἀθυμήσητε, πατέρες· ἔχει γὰρ ὁ δεσπότης Χριστὸς ὑπερασπίσαι τῆς θρησκείας αὐτοῦ. Εὔξασθε οὖν ὑμεῖς καὶ διαλέγομαι τῇ αὐγούστῃ, καὶ ἐλπίζω εἰς τὸν τῶν ὅλων θεὸν ὅτι συνήθως ποιεῖ τὸ ἔλεος αὐτοῦ. Εἰσφέρω δὲ καὶ ὑμᾶς τῇ ἑξῆς πρὸς αὐτὴν καὶ διδάσκετε αὐτὴν ἐκ στόματος ὅσα βούλεσθε, ἔχετε δὲ αὐτὴν προδιδαγμένην εὑρεῖν ὑπ' ἐμοῦ. Εἰπὼν δὲ ταῦτα, συνταξάμενος ἡμῖν ἀπῆλθεν, καὶ ἡμεῖς δὲ διαλεχθέντες πολλὰ πνευματικὰ μετὰ τοῦ ὁσιωτάτου ἀρχιεπισκόπου Ἰωάννου καὶ λαβόντες παράθεσιν ἀνεχωρήσαμεν.