δέ τινες τοὺς αὐτοὺς συνωνύμους ἐνιαχοῦ τῶν ἰδίων συγγραμμάτων εἰρήκασι, πόρρω τοῦ τῆς ἀληθείας μεγέθους ἀποπεπτώκασιν, ἐκεῖ φοβούμενοι φόβον, οὗ μὴ ἔστι φόβος, καὶ διὰ τὴν τῆς φύσεως τῶν ἀτόμων ἄγνοιαν ἐπὶ τὴν τοῦ εἴδους κοινωνίαν καταφυγόντες. οἱ τοιοῦτοι φορτικῶς τῇ φιλοσοφίᾳ ὡμίλησαν, μᾶλλον δὲ τῆς τελεωτέρας μὴ ἐφαψάμενοι γνώσεως ἐπὶ τὰ κοινὰ ταῦτα καὶ συνήθη καὶ τοὺς πολλοὺς περισαίνοντα συνηλάθησαν. ἀλλ' ὅ γε κατὰ φιλοσοφίαν διελόμενος, τίς μὲν ἡ τῶν ὄντων ὕπαρξις, τίς δὲ ἡ τούτων αἰτία, τίνα δὲ οἷς αὐτὰ τῆς οἰκείας μεταδιδόασι φύσεως, οὐκ ἀπὸ τῶν αἰτίων τὰ ὄντα μόνον ὁρίσαιτο, ἀλλ' ἀφ' ὧν καὶ αὐτὰ συνεστήκασιν. οὕτω καὶ Ἀριστοτέλης ὁ φιλόσοφος τὴν ψυχὴν νῦν μὲν νοερὰν οὐσίαν ὁρίζεται, νῦν δὲ πρώτην ἐντελέχειαν, νῦν δὲ φύσιν τοιάνδε· ἀλλ' ἡ μὲν φύσις ἀπὸ τῶν ὑστέρων, τὸ δὲ νοερὸν αὐτῇ ἀπὸ τῶν πρώτων γενῶν, ἡ δὲ ἐντελέχεια καθὸ ψυχὴ πέφυκε καὶ ὑπάρξεως ἔγνωσται ἰδιότητι. Σὺ μὲν ἴσως ἐρεῖς φιλοσόφως ἡμᾶς πρὸς τὸ ἐρώτημα ἀποκρίνασθαι, ἔστι δὲ ὁ λόγος πολλοστημόριον τοῦ ὀφείλοντος ῥηθῆναι τεμάχιον. περὶ γάρ τοι συνωνυμίας καὶ ὁμωνυμίας πολύστιχοι πραγματεῖαι τοῖς ἄγαν φιλοσοφήσασιν ὑπεμνηματίσθησαν. ἀλλ' ἡμεῖς, ὅσον εἰκός, τὰ ἐκείνων ὑποτεμόμενοι σύντομόν σοι καὶ πληρεστάτην τοῦ ἀπορήματος ἐπίλυσιν διηρθρώσαμεν. ὁμώνυμα, συνώνυμα, παρώνυμα, πολυώνυμα καὶ ἑτερώνυμα. ταὐτότης ὀνόματος καὶ διαφορὰ πράγματος {ὁρισμός· ὁ γὰρ ὁρισμὸς τὸ πρᾶγμα σημαίνει} ποιεῖ τὰ ὁμώνυμα, οἷον Πέτρος καὶ Πέτρος τὸ μὲν ὄνομα ἔχουσι κοινόν, τὸν δὲ ὁρισμὸν ἄλλον, καθὸ ὁ μὲν υἱὸς Παύλου, γρυπός, φαλακρός, τοιόσδε ἢ τοιόσδε, ὁ δὲ υἱὸς Σωκράτους, σιμός, προγάστωρ, τοιόσδε ἢ τοιόσδε. ταὐτότης πράγματος καὶ διαφορὰ ὀνόματος ποιεῖ τὰ πολυώνυμα, οἷον ἄορ, ξίφος, σπάθη, φάσγανον, μάχαιρα· διαφόρων γὰρ ὄντων τῶν ὀνομάτων ἓν πρᾶγμα τὰ ὅλα σημαίνει, ἅτινα καὶ συνώνυμα παρὰ γραμματικοῖς καλοῦνται· συνώνυμον γὰρ λέγουσι τὸ ἐν διαφόροις ὀνόμασι τὸ αὐτὸ δηλοῦν, οἷον ἄορ, ξίφος καὶ τὰ λοιπά. πάλιν ταὐτότης ὀνόματος καὶ ταὐτότης πράγματος ποιεῖ τὰ συνώνυμα, οἷον οὐσία ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος· ἐν γὰρ τῷ κεκλῆσθαι καὶ τῷ εἶναι καὶ τὸν ἄνθρωπον καὶ τὸν ἵππον οὐσίαν καὶ τὸν αὐτὸν ὅρον ἔχουσιν οἱ δύο τῆς οὐσίας· οὐσίας γὰρ ὅρος «πρᾶγμα αὐθύπαρκτον μὴ δεόμενον ἑτέρου πρὸς σύστασιν», ὅστις δὴ ὅρος καὶ ἐπὶ τῶν δύο λαμβάνεται. ἑτερότης δὲ ὀνόματος καὶ ἑτερότης πράγματος ποιεῖ τὰ ἑτερώνυμα, τὰ ἐναντία τοῖς συνωνύμοις, οἷον λίθος καὶ ἵππος. λεκτέον δὲ καὶ περὶ τῶν παρωνύμων. φησὶν ὁ μέγας διδάσκαλος Ἀριστοτέλης ὅτι τέσσαρα δεῖ συνδραμεῖν εἰς τὴν παράδοσιν τῶν παρωνύμων, ταὐτότης ὀνόματος καὶ διαφορὰ ὀνόματος, ταὐτότης πράγματος καὶ διαφορὰ πράγματος. «παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος διαφέρουσι τῇ πτώσει.» πτῶσιν δὲ εἴωθεν Ἀριστοτέλης καλεῖν τὴν τελευταίαν κατάληξιν τοῦ λόγου. ἀπὸ τῆς γραμματικῆς γραμματικός. ἰδοὺ ἡ μὲν πρώτη καὶ δευτέρα καὶ τρίτη συλλαβὴ ταὐτότητα ἔχει ὀνόματος, ἡ δὲ τελευταία διαφοράν· ἡ μὲν γὰρ λήγει εἰς τὴν κη, ἡ δὲ εἰς τὴν κος. καὶ ἀνεφάνη ταὐτότης ὀνόματος καὶ διαφορὰ ὀνόματος ἀπὸ τοῦ γραμματικὴ καὶ γραμματικός, ταὐτότης δὲ πράγματος καὶ διαφορὰ πράγματος, ἐπειδὴ ἡ μὲν γραμματικὴ ποιότης ἐστίν, ὁ δὲ γραμματικὸς οὐσία, καὶ ὅτι ἡ μὲν γραμματικὴ περιέχεται, ὁ δὲ γραμματικὸς περιέχει. συναναφαίνεται οὖν ταῖς δυσὶ ταύταις φωναῖς, τῇ γραμματικὸς καὶ τῇ γραμματική, τὰ τέσσαρα, ταὐτότης ὀνόματος καὶ διαφορὰ ὀνόματος, ταὐτότης πράγματος καὶ διαφορὰ πράγματος. 7 Εἰς τὸ «οὐσία πρᾶγμα αὐθύπαρκτον»