συνᾴδει, ἀλλὰ πλέον παρ' αὐτοῖς τοῦ ποτίμου τὸ ἁλμυρόν. φασὶ γοῦν ὡς πᾶσα ψυχὴ ἢ θεία ἐστὶν ἢ μεταβάλλουσα ἀπὸ νοῦ εἰς ἄνοιαν ἢ μεταξὺ τούτων, ἀεὶ μὲν νοοῦσα, καταδεεστέρα δὲ τῶν θείων ψυχῶν. ἀτοπωτάτου δὲ τούτου ὄντος τοῦ δόγματος τὸ μετὰ τοῦτο μυθολογικώτερόν τε καὶ γραωδέστερον. πᾶσαι γάρ, φησίν, αἱ θεῖαι ψυχαὶ θεοί εἰσι ψυχικῶς, πᾶσαι δὲ αἱ τοῦ νοεροῦ μετέχουσαι νοῦ θεῶν ὀπαδοὶ αἰεί, πᾶσαι δὲ αἱ μεταβολῆς δεκτικαὶ θεῶν ὀπαδοί ποτε. καὶ πᾶσα ψυχὴ ἀσώματός ἐστιν οὐσία καὶ χωρὶς σώματος· ἀεὶ γὰρ γινώσκει ἑαυτήν, πᾶν δὲ τὸ ἑαυτὸ γινῶσκον πρὸς ἑαυτὸ ἐπιστρέφεται, τὸ δὲ πρὸς ἑαυτὸ ἐπιστρέφον ἀσώματός ἐστιν οὐσία. καὶ πᾶσα ψυχὴ ἀνώλεθρός ἐστιν καὶ ἄφθαρτος· πᾶν γὰρ τὸ ὁπωσοῦν διαλύεσθαι καὶ ἀπόλλυσθαι δυνάμενον ἢ σωματικόν ἐστιν ἢ σύνθετον ἢ ἐν ὑποκειμένῳ τὴν ὑπόστασιν ἔλαχε. καὶ πᾶσα ψυχὴ ζωή ἐστι καὶ ζῶν καὶ αὐτόζως καὶ ἐπιστρεπτικὴ πρὸς ἑαυτὴν καὶ αὐθυπόστατος, καὶ μέση τῶν ἀμερίστων [καὶ τῶν] περὶ τοῖς σώμασι μεριστῶν. καὶ τὴν μὲν οὐσίαν ἔχει αἰώνιον, τὴν δὲ ἐνέργειαν κατὰ χρόνον. καὶ προσεχῶς [ἀ]πὸ τοῦ νοῦ ὑφέστηκε. καὶ πάντα ἔχει τὰ εἴδη ἃ ὁ νοῦς πρώτως ἔχει. καὶ πάντα ἐστὶ τὰ πράγματα, παραδειγματικῶς μὲν τὰ αἰσθητά, εἰκονικῶς δὲ τὰ νοητά. ταῦτα μὲν οὖν ἴσως τὰ δόγματα οὐ πάνυ τι ἄτοπα, ἀλλ' [ἄμειν]ον εἰπεῖν ἐπαμφότερα· ἃ δέ φασι μετὰ ταῦτα γελοιωδέστατα. ἀποφαίνονται γὰρ ὡς πᾶσα ψυχὴ μεθεκτὴ σώματι χρῆται πρώτῳ ἀιδίῳ καὶ ἀγένητον ἔχοντι τὴν ὑπόστασιν· καὶ ἐπειδὴ τὸ χρόνου μετέχον, ἀεὶ δὲ κινούμενον περιόδοις μετρεῖται, καὶ ἡ ἐγκόσμιος ψυχὴ περιόδοις μετρεῖται τῆς οἰκείας ζωῆς καὶ ἀποκαταστάσεσι· χρόνου τε γὰρ μετέχει καὶ ἀεὶ κινεῖται. καὶ ἡ μὲν τῶν ἄλλων ψυχῶν περίοδος τινὶ 23 χρόνῳ μετρεῖται, ἡ δὲ τῆς πρώτης ὑπὸ χρόνου μετρουμένης τῷ σύμπαντι χρόνῳ. καὶ πᾶσαι αἱ θεῖαι ψυχαὶ τριπλᾶς ἔχουσιν ἐνεργείας, τὰς μὲν ὡς ψυχαί, τὰς δὲ ὡς νοῦν ὑποδεξάμεναι θεῖον, τὰς δὲ ὡς θεῶν ἐξηρτημέναι. καὶ προνοοῦσι μὲν τῶν ὅλων ὡς θεοί, γινώσκουσι δὲ πάντα κατὰ τὴν νοερὰν ζωήν, κινοῦσι δὲ τὰ σώματα κατὰ τὴν αὐτοκίνητον ὕπαρξιν. καὶ πᾶσαι θεῶν ὀπαδοὶ καὶ ἀεὶ ἑπόμεναι θεοῖς καταδεέστεραι μέν εἰσι τῶν θείων, ὑπερήπλωνται δὲ τῶν μερικῶν ψυχῶν. καὶ πᾶσα θεία ψυχὴ πολλῶν ἡγεῖται ψυχῶν ἀεὶ θεοῖς ἑπομένων, πλειόνων τῶν ποτὲ ταύτην τὴν τάξιν δεχομένων. καὶ πᾶσα ψυχὴ μερικὴ τοῦτον ἔχει τὸν λόγον κατὰ τὴν θείαν ψυχὴν ὑφ' ἣν τέτακται κατ' οὐσίαν, ὃν τὸ ὄχημα αὐτῆς κατὰ τὸ ἐκείνης ὄχημα. καὶ πᾶσα ψυχὴ μερικὴ κατιέναι τε εἰς γένεσιν ἐπ' ἄπειρον καὶ ἀνιέναι δύναται ἀπὸ γενέσεως εἰς τὸ ὄν. καὶ πάσης μερικῆς ψυχῆς τὸ ὄχημα ἄυλον καὶ κάτεισι προσθήκῃ χιτώνων ἐνυλοτέρων. ἀεὶ δὲ τὸ αὐτὸ καὶ σχῆμα καὶ μέγεθος ἔχει. καὶ πᾶσα μερικὴ ψυχὴ κατιοῦσα εἰς γένεσιν ὅλη κάτεισι καὶ οὐ τὸ μὲν αὐτῆς ἄνω μένει, τὸ δὲ κάτεισιν. Ἀπο<ριῶν> λύσις τελεία <καὶ> ἀναγκαία Πλωτῖνος ἄλλο τὸν νοῦν καὶ ἕτερον τὴν ψυχὴν δογματίζει. τοῦτό φησι καὶ Ἀπολινάριος. ἄλλοι τὸν νοῦν τὸ ἡγεμονικόν φασι τῆς ψυχῆς. Ἀριστοτέλης τὸν ἐνεργείᾳ νοῦν φέρει ἔξωθεν, οὐ μὴν καὶ τὸν δυνάμει, τὸν θύραθεν οὐδ' εἰς τὸ εἶναι λέγων συντελεῖν τῷ ἀνθρώπῳ, ἀλλ' εἰς προκοπὴν τῆς τῶν φυσικῶν γνώσεως. Πλάτων οὐκ ἐκ ψυχῆς καὶ σώματός φησι τὸν ἄνθρωπον, ἀλλὰ ψυχὴν τοιῷδε σώματι χρωμένην. κυριωτέρα ἡ ψυχὴ τοῦ σώματός ἐστιν· ὡς ὄργανον κινεῖται τὸ σῶμα. ὁ ἄνθρωπος ἐν μεθορίῳ νοητῆς καὶ αἰσθητῆς οὐσίας. ἥνωσεν ὁ θεὸς ἀναίσθητα καὶ αἰσθητικά, σάρκα, πιμελήν, ὀστᾶ, τρίχας, καὶ λογικὸν μέρος καὶ ἄλογον. ἦσαν, μᾶλλον δέ 24 εἰσιν ἔτι καὶ νῦν δυνάμεις ἐν τῷ φυτῷ μέγισται. τότε δ' ἐν ἀρχῇ ἰσχυροτάτην εἶχον τὴν ἐνέργειαν ἀκραιφνεῖς οὖσαι. ἦν οὖν καὶ ἀπόγευσίς τινος καρποῦ, γνῶσιν ἐμποιοῦσα τῆς οἰκείας φύσεως. ἕκαστον τῷ οἰκείῳ τρέφεται, τῷ δ' ἐναντίῳ θεραπεύεται. τῶν ἄλλων στοιχείων καὶ προσεχῶς καὶ δι' ἄλλων μεταλαμβάνομεν, τῆς γῆς δὲ μόνον δι' ἄλλων. ἐξαίρετον ἄνθρωπος ἔχει τὸ