περαιτέρω. ἰδοὺ οὗτος ἕστηκεν ὀπίσω τοῦ τοίχου ἡμῶν, παρακύπτων διὰ τῶν θυρίδων, ἐκκύπτων διὰ τῶν δικτύων [2, 9]. Ἰδού, φησίν, ἐλήλυθεν ὁ λόγος καὶ νυμφίος, ὁ κατελθὼν ἀπὸ Βεθήλ, τῆς ἄνω κατοικίας. οὐδέπω δ' εἰσελήλυθεν ἐντὸς τῶν περιβόλων, ἀλλ' ἔξωθεν ἱστάμενος ὀπίσω τε τοῦ τοίχου διὰ θυρίδων ἔσωθεν ἐθέλει παρακύπτειν. σὺ δέ μοι τοῖχον γίνωσκε τὸν νόμον τὸν ἀρχαῖον τὸν ἐμποιοῦντα τὴν σκιὰν καὶ πλάνην τῶν ἀνθρώπων, θυρίδας δὲ καὶ δίκτυα τῶν προφητῶν τοὺς λόγους· καὶ γὰρ πρὸ τῆς σαρκώσεως τοῦ θεανθρώπου λόγου πολυμερῶς λελάληκε καὶ πάνυ πολυτρόπως ἐν τοῖς πατράσιν ὁ θεὸς διὰ προφητῶν καὶ νόμων. Ἀλλ' ὅπερ λέγει καθ' εἱρμὸν ἡ νύμφη σκοπητέον. ἀποκρίνεται ὁ ἀδελφιδοῦς μου καὶ λέγει μοι· ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου [2, 10]. Ἐπεί, φησίν, ἐλήλυθεν ὁ λόγος καὶ νυμφίος, ὁ τοῖς προφήταις χρώμενος ὥσπερ τισὶ θυρίσι, τοῦτό μοι πρῶτον εἴρηκεν ἔσωθεν παρακύπτων· ἀνάστηθι τοῦ πτώματος, τῆς πλάνης καὶ τοῦ σκότους, καὶ πρόσελθέ μοι καθαρῶς καὶ γίνου μοι πλησίον. Εἶτα, φησίν, ἐξεῖπέ μοι καὶ τάδε πρὸς ἐκείνοις· ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ· τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθασεν [2, 11-12]. Ὅτι, φησί, κατήργησα τὴν φύσιν τῶν δαιμόνων τὴν ἀποκρυσταλλώσασαν τὴν φύσιν τῶν ἀνθρώπων καὶ δείξασαν ἀναίσθητον πρὸς τὸ καλὸν τελείως, κἀντεῦθεν ἀπελήλαται χειμὼν ὁ τῆς ἀπάτης καὶ πᾶς δεινός τις ὑετὸς ἀπῆλθεν, ἀπερρύη, καὶ τὸ τερπνὸν ἀνέτειλε τῆς ἀληθείας ἔαρ, ἡ γῆ δ' ἀνθεῖν ἀπήρξατο, φύσις ἡ τῶν ἀνθρώπων, καιρὸς δὲ πέφθακε λοιπὸν τομῆς τῆς τῶν ἀνθέων, εἰ βούλει, κατασκεύασον στεφάνους ἐξ ἀνθέων. Ἡ τῶν ἀνθρώπων φύσις γάρ, ἣν γῆν ὁ λόγος εἶπεν, εἰδώλοις ὑποκλίνασα καὶ πλάνῃ τὸν αὐχένα, εἶδος οὐκ εἶχεν ἀρετῆς (τοῦτο γὰρ ἄνθος νόει), τῷ δριμυτάτῳ καὶ σφοδρῷ χειμῶνι τῷ τῆς πλάνης κρυσταλλωθεῖσα καὶ σχεδὸν ἐναπολιθωθεῖσα. τίς γὰρ ἠπίστατό ποτε τῆς πλάνης σκοτιζούσης τηρεῖν ἐξομολόγησιν, φυλάττειν σωφροσύνην, ἐγκράτειαν ἀσπάζεσθαι, φιλεῖν δικαιοσύνην; ἀλλ' ἤδη πάντως ἤνθησεν ἡ γῆ. λοιπὸν ἀνάστα καὶ σπούδασον ἐξ ἀρετῆς στεφάνους σοι πλακῆναι. Καὶ μάρτυς ἀπαράγραπτος ὑπάρχει τῶν ἀνθέων ὁ πρόδρομος τῆς χάριτος, λέγων· μετανοεῖτε. ὅστις πολλοὺς ἐβάπτισε τοῦ γένους τῶν Ἑβραίων ἰδὼν αὐτοὺς ἀνθήσαντας ἐν ἐξομολογήσει. τούτου γὰρ χάριν εἴρηκεν ὁ λόγος τῶν Ἀισμάτων· φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν γῇ ἡμῶν [2, 12]. Ὁ πρόδρομος τῆς χάριτος ὄντως φωνὴ τρυγόνος. ἀλλὰ προσβῶμεν καὶ μικρὸν τοῖς προσωτέρω λόγοις. ἡ συκῆ ἐξήνεγκε τοὺς ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι κυπρίζουσιν, ἔδωκαν ὀσμήν [2, 13]. Τοῦτο ταὐτόν τι πέφυκε τάχα τοῖς προρρηθεῖσι. συκῆν γὰρ σύ μοι νόησον τὴν φύσιν τῶν ἀνθρώπων, ὀλύνθους δὲ τῶν ἀρετῶν τὰς ὑποδεεστέρας· ἀμπέλους πάλιν, δέσποτα, γίνωσκε κυπριζούσας ψυχὰς προκόπτειν εἰς καλὸν ἐναρξαμένας ἤδη. ἀνάστα, ἐλθέ, ἡ πλησίον μου, καλή μου, περιστερά μου [2, 13]. Τούτου πολλάκις εἴπομεν τοῦ λόγου τὰς ἐμφάσεις· λόγους λοιπὸν τοὺς ἐφεξῆς προσεφερμηνευτέον. δεῦρο σεαυτὴν ἐν σκέπῃ τῆς πέτρας ἐχόμενα τοῦ προτειχίσματος [2, 14]. Ὦ παρθενεύουσα ψυχή, φησί, καθαρωτάτη, ἀνάστηθι τοῦ πτώματος, καὶ δεῦρο, πλὴν προθύμως, οὐκ ἐξ ἀνάγκης δή τινος, ἀλλ' ἑκουσίᾳ γνώμῃ· φησὶ γάρ, δεῦρο σεαυτήν, τοῦτ' ἔστιν ἑκουσίως. Οὕτως δὲ πάντως εἰς ἐμέ, τὴν πέτραν, φησί, φθάσεις, ἤγουν τὴν πέτραν τῆς ζωῆς τὴν ὄντως αἰωνίαν, ἀπὸ τοῦ προτειχίσματος τοῦ παλαιτάτου νόμου τοῦ σύνεγγυς τυγχάνοντος τῆς πέτρας μεταβᾶσα. ἔχεται γοῦν ὡς ἀληθῶς, τοῦτ' ἔστι προσεγγίζει, τῆς πέτρας τὸ προτείχισμα, καὶ μάθε καὶ τὸν τρόπον· προτείχισμα μὲν λέγεται δῆθεν ὁ πάλαι νόμος, πέτρα δὲ πάλιν ἀρραγὴς ἡ νέα διαθήκη. κἂν γὰρ δοκῶσιν ἔξωθεν ἀλλήλων ἐφεστάναι ὁ νόμος ὁ Μωσαϊκὸς καὶ τῶν εὐαγγελίων, ἀλλ' ὅμως κατὰ δύναμιν ἀλλήλων ἔχονταί πως. τί γάρ ἐστιν ἐγγύτερον τῶνδε τῶν