12
στεφανώσαντος, οἰκονομία τις θεία γέγονεν ἐμβραδῦναι τοὺς φί 32 λους, ἵνα παράτασιν σχῇ τὰ τοῦ σκάμματος καὶ μειζόνως ἀθλήσας ὁ δίκαιος δικαιότερον ἀναρρηθῇ παρὰ τοῦ θεοῦ. 2, 11 Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεύς· ἔθνους περὶ τὸ Σινά. 2, 11 Βαλδὰδ ὁ Σαυχαίων τύραννος· τὴν δὲ Σαυχὶ πόλιν εἶναί φασι Μωαβιτῶν. Μωαβιτῶν οὖν ἦν βασιλεὺς ὁ Βαλδάδ· τὸ γὰρ τύραννος ἐνταῦθα ἀντὶ τοῦ βασιλεὺς κεῖται. 2, 11 Σωφὰρ ὁ Μιναίων βασιλεύς· τουτέστιν· Ἀμμανιτῶν. 2, 11 καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν. Σύμμαχος οὕτως ἐκδέδωκεν· _σ_υ_ν_ε_τ_ά_ξ_α_ν_τ_ο_ _γ_ὰ_ρ_ _ὁ_μ_ο_ῦ_ _ἐ_λ_θ_ό_ν_τ_ε_ς_ _σ_υ_μ_παθῆσαι αὐτῷ καὶ παραμυθήσασθαι αὐτόν. ὅρα καὶ ἐντεῦθεν, ὡς καὶ ἕτερος παρῆλθε χρόνος, ἕως ὅτε πρὸς ἀλλήλους διαπεμψάμενοι τὴν ἐπὶ τὸ αὐτὸ σύνοδόν τε καὶ ἄφιξιν ἐποιήσαντο. 2, 12 ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν τῆς λώβης τοὺς παλαιοὺς αὐτοῦ χαρακτῆρας ἐξαφανισάσης. 2, 12 καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν τήν τε τοῦ φίλου συμφορὰν ἰδόντες καὶ τὴν ἀγχίστροφον τῶν πραγμάτων μεταβολὴν ἐνθυμηθέντες ἔκλαυσαν μετ' οἰμωγῆς ἔρρηξάν τε 33 τὴν στολὴν ὡς νεκρὸν πενθοῦντες τὸν τῶν τεθνηκότων ἀπερριμμένων ἐλεεινότερον. 2, 12 καὶ καταπασάμενοι γῆν ἐπὶ τῆς κεφαλῆς αὐτῶν. τινὰ δὲ βιβλία ἔχουσι· _κ_α_ὶ_ _ἀ_ν_α_β_λ_έ_ψ_α_ν_τ_ε_ς_ _ε_ἰ_ς_ _τ_ὸ_ν_ _ο_ὐ_ρ_α_ν_ὸ_ν τὸν θεὸν ἐξιλεούμενοι καὶ μονονουχὶ λέγοντες· ἵλεως ἔσο, δέσποτα, καὶ μὴ τοιούτοις ἡμᾶς περιβάλῃς κακοῖς, ὃ δὴ καὶ ποιεῖν εἰώθαμεν θαυμάζοντες ὁμοῦ καὶ φοβούμενοι, ὅταν ὁρῶμέν τινας ταῖς ἀδοκήτοις περιπεπτωκότας συμφοραῖς. 2, 13 παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν· ἑώρων γὰρ τὴν πληγὴν μεγάλην οὖσαν καὶ δεινὴν σφόδρα. οὐκ εἶπεν ἡ γραφή· ἑπτὰ ἡμέρας ἀπὸ πρωίθεν ἕως ἑσπέρας, οὐδέ· ἑπτὰ νύκτας ἀφ' ἑσπέρας μέχρι πρωίας. δῆλον οὖν, ὅτι τὸ πλεῖον τῆς ἡμέρας παρακαθεζόμενοι ὑπανεχώρουν τὰς ἀναγκαίας ἐκπληρώσαντες χρείας. καὶ πάλιν ἐπανήκοντες μέχρι πολλοῦ τῆς νυκτὸς παρεκαθέζοντο, καὶ αὖθις ἀπιόντες πάλιν ὤρθριζον πρὸς αὐτόν, ὃ δὴ τῶν γνησιωτάτων καὶ συμπαθεστάτων φίλων ἴδιον. τῇ δὲ κοινῇ συνηθείᾳ χρωμένη ἡ γραφὴ οὕτως ἀπολύτως εἶπεν· παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας, ἐπεὶ καὶ ὅτε λέγει τὸν Ἰακὼβ δεκατέσσαρα ἔτη δουλεῦσαι καὶ συγκαίεσθαι τῷ καύσωνι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός· ἆρα ὑπὸ στέγην οὐκ εἰσῄει ποτέ; ἆρα οὐδεμιᾶς ἀναπαύσεως ἔτυχεν ἐν ὅλῳ τῷ χρόνῳ; ταῦτα μὲν οὖν καὶ λεπτολογεῖν φλύαρον· ὡς γὰρ ἔφην, ἡ γραφὴ κοινῇ συνηθείᾳ χρῆται. ἐπειδὴ δέ τινες κωμῳδοῦντες τὴν γραφὴν καὶ ἐντεῦθεν αὐτὴν ὡς ψευδῆ δια 34 σύρουσιν (οὐ γὰρ ἄν, φασίν, ἄσιτοι διετέλουν ἐπὶ τοσαύταις ἡμέραις), ἠναγκάσθημεν αὐτῶν συναπαχθῆναι τῇ ἀκαίρῳ στενολεσχίᾳ. προσκαρτεροῦντες τοιγαροῦν τάς τε ἡμέρας καὶ τὰς νύκτας, καθ' ὃν ἔφην τρόπον, καὶ ὡς ὁ τῆς ἀγάπης ἀπῄτει θεσμός, οὐδένα λόγον ηὕρισκον παραμυθίας, ὑπερνικώσης τῆς συμφορᾶς τὴν ἐκ τῶν λόγων παραψυχήν. 35 ΚΕΦΑΛΑΙΟΝ ΤΡΙΤΟΝ Ἀρχὴ τοῦ ῥητοῦ· Μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων. Προθεωρία τοῦ κεφαλαίου ἀλγεῖ μὲν ὁ δίκαιος καὶ οὐκ ἄν τις ἀρνήσαιτο· οὐ γὰρ τῶν ἀναισθήτων ἡ ἀρετή, ἀλλὰ τῶν ἐν τοῖς πάθεσι φιλοσοφούντων. ὀδυνᾶται δὲ κατὰ μὲν τὸ φαινόμενον ὑπὸ τῆς ἐν τῇ σαρκὶ πληγῆς δριμυτάτως κεντούμενος, κατὰ δὲ τὸ νοούμενον οἷα δίκαιος καὶ φιλόθεος ἀνὴρ ὁρῶν τινας σκανδαλιζομένους ἐπὶ τοῖς αὐτοῦ πάθεσιν ὡς δὴ τοῦ δικαίου τοιαῦτα ὑπομένοντος. ἤλγει τοιγαροῦν καὶ ὠδυνᾶτο καὶ διὰ τὰ πάθη καὶ ὡς τῆς τοῦ θεοῦ δόξης ἐπ' αὐτῷ διασυρομένης. καὶ γὰρ ὅταν λέγη· ἵνα τί ἔθου με κατεντευκτήν σου; οὐκ αὐτὸς κατὰ θεοῦ ἐνετύγχανεν, μὴ γένοιτο. τίνι γὰρ καὶ εἶχεν ἐντυγχάνειν; ἀλλὰ τοῦτό ἐστιν ὅ φησιν· ἵνα τί δι' ἐμέ, δέσποτα, τὸ ὄνομά σου βλασφημεῖται; ἐθορυβεῖτο δὲ οὐχ ἥκιστα καὶ ἰλιγγία οἷα σφοδρῶς τῇ τοῦ θεοῦ τετρωμένος ἀγάπῃ,