ὀκταη̣μέρου ἀρξαμένης ἀπὸ τοῦ Ἰσαάκ *** Λαμβάνει δὲ μετὰ τὴν ἐκ πίστεως δικαίωσιν σημεῖον περιτομῆς ὡσπερεὶ σφραγῖδα τυγχάνουσαν καὶ ἀποκλείουσαν, δίκην τῶν ἐσφραγισμένων, τὸ μυστήριον τῶν ἐκ πίστεως δικαιουμένων, ἵν' οἱ μετὰ τὴν πίσ τιν ἐκεῖνοι γενόμενοι ἐκ περιτομῆς τοῦ Ἀβραάμ, ἕτεροι ὄντες τῶν | ἐκ πίστεως δικαιωθησομένων τέκνων αὐτοῦ, ἢ εἰς τέκνα αὐτοῦ λογισθησομένων, ἕτερος ὦσι λαὸς παρὰ τὸν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιωθησόμενον *** καὶ κατὰ τὸν Παῦλον δὲ ὅταν τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται *** Ἡ δὲ σφραγὶς ἐτηρεῖτο μὲν μὴ λυομένη ὅσον οὐδέπω ἐληλύθεισαν οἱ ἐκ πίστεως καὶ ἐν ἀκροβυστίᾳ· ἡνίκα δὲ ἦλθεν ὁ προειρημένος τεχθήσεσθαι λαὸς τῶν ἐν ἀκροβυστίᾳ καὶ | ἐκ πίστεως δικαιουμένων, τότε ἡ σφ[ρ]αγὶς καὶ τὸ σημεῖον ἐκεῖνο λυθήσεται, ἐνστάντος τοῦ πληρώματος τοῦ χρόνου μέχρις ὅτου τὴν σφραγῖδα τηρεῖσθαι ἐχρῆν, ὥστ' ἂν λεχθῆναι τῷ νῦν βουλομένῳ τὴν σφραγῖδα ἐκείνην λαβεῖν ὅτι «Ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει». Οἶμαι δὲ ὅτι ὥσπερ ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς | 192 κατάρας γενόμενος ὑπὲρ ἡμῶν κατάρα, οὕτως ἠλευθέρωσεν ἡμᾶς πρὸς τὸ μὴ περιτέμνεσθαι ἀναλαβὼν εἰς ἑαυτὸν τὴν περιτομήν, καὶ ὁ νόμος μὲν καὶ οἱ προφῆται ἕως Ἰωάννου *** Καὶ ἡμεῖς δ' ἂν πυθοίμεθα πῶς <ἐ>λογίσθη καὶ πότε, ἤδη πατρὶ γενομένῳ ἢ ἔτι ἀτέκνῳ τυγχάνοντι. Φανερὸν δὴ ὅτι ἔτι ἀτέκνῳ ὄντι· οὐ|δὲ γὰρ ὁ Ἰσμαὴλ ἤδη πω γεγέννητο, καὶ ὥσπερ ἐπεὶ οὐκ ἐν περιτομῇ ἦν ἀλλ' ἐν ἀκροβυστίᾳ διὰ τοῦτο ἔμελλεν εἶναι πατὴρ τῶν ἐν ἀκροβυστίᾳ ἐκ πίστεως δικαιουμένων, οὕτως [καὶ] ἐπεὶ μ··········· ἔμελ̣‖λεν ἔσεσ θαι πατὴρ τῶν δικαιουμένων ἐκ πίστεως, οὐκ ἐκ σπέρματος αὐτ̣οῦ τυγχανόντων· οὐ γὰρ ἐκ σπέρματος Ἀβραὰμ οἱ ἐν ἀκροβυστίᾳ καὶ ἐκ πίστεως δικαιούμενοι *** Ὅτε οὖν ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, οὐδέπω ἦν Ἀβραὰμ ἀλλ' ἔτι ἦν Ἀβρὰμ καὶ Ἀβρὰμ ἔτι | ἀτέκνῳ τυγχάνοντι ἔτεκενἡ Ἀγὰρ υἱὸν οὗ ἐκάλεσεν τὸ ὄνομα ὁ πατὴρ Ἰσμαήλ, Ἀβραὰμ δὲ γενομένῳἔτεκεν ἡ Σάρρα υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν καθὰ ἐλάλησεν αὐτῷ ὁ Κύριος· καὶ ἐκάλεσεν Ἀβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομέν[ου] αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα υἱόν, Ἰσαάκ *** Σα̣φῶς δὲ ἡ γραφὴ λέγει· «Ἐπ[ίστευσ]εν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ | εἰς δικαιοσύνην» και ·[·····] τῶν ἄλλων ἐκδόσεων [······ ···] τα ἐν τῇ Γενέσει τὸ Ἀβ[····] α̣ ὠβελίσαμεν ἐπείπερ π[······ ··]······ καὶ ἐπίστευσεν τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ [εἰς δικαιο σύνην] *** Νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς ἐκθέσθαι τὸ ἀπὸ τῆς Γενέσεως ῥητὸν οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ· οὐκ ἂν γὰρ 194 ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ «Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην», ἀλλὰ «Ἐπίστευσεν δὲ Ἀβρὰμ τῷ Θεῷ». Οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γεγράφθαι ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὅτι «Ἐλογίσθη ἡ πίστις τῷ Ἀβρὰμ εἰς δικαιοσύνην». Νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ *** [τὸ] «ἘπίστευσενἈβραὰμ τῷ Θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰ[ς δικαιοσύνην» γ]εγραμμένον ἐπὶ τῇ τοῦ ἐκ <τούτου> σπέρματος ἐπαγγελίᾳ εὐλόγως ἐπιφε´̣|ρο̣ις ἂν ἐπὶ τοὺς ἐν ἀκροβυστίᾳ πιστεύοντας ὡς γεγραμμένου τοῦ προειρημένου διὰ τὸ εἶναι τὸν Ἀβραὰμ πατέρα πάντων τῶν πιστευόντων δι' ἀκροβυστίας εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην *** τὰ δὲ φαῦλα καὶ τὸν αὐχοῦντα εἶναι ἀπὸ τοῦ Ἀβραὰμ ἐκείνου μὲν ἀποκηρύττει, ποιεῖ δὲ χρηματίζειν φαύλου τινὸς καὶ χείρονος· διὸ καὶ ὁ ∆ανιήλ φη|σιν πρὸς τὸν ἕτερον τῶν ἀκολάσ των πρεσβυτέρων· «Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξη πάτησέν σε καὶ ἡ ἐπιθυμία διέστρεψεν τὴν καρδίαν σου». Εἴπερ οὖν ὁ μὴ γεννώμενος σωματικῶς ἀπὸ τοῦ Χαναὰν σπέρμα Χαναάν ἐστιν διὰ τὴν ἀκολασίαν, κἂν δόξῃ ἐξ Ἰούδα χρηματίζειν, πῶς οὐκ ἂν εὐλογώτερον σπέρμα τοῦ Ἀβραὰμ ὁ μὴ δοκῶν ἐξ ἐ|κείνου γεγενῆσθαι λέγοιτο, μιμησάμενος δὲ τὴν λογισθεῖσαν τῷ Ἀβραὰμ πίστιν εἰς δικαιοσύνην; *** πατὴρ οὖν ὁ Ἀβραὰμ καὶ τῶν ἐν ἀκροβυστίᾳ πιστευόντων εἰς τὸ λογισθῆναι αὐτοῖς δικαιοσύνην καὶ τῶν ἐκ περιτομῆς εἰς τὸ καὶ αὐτοῖς διὰ τὴν εἰς