βασι λείαν οὐρανῶν ἢ βασιλείαν θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ' ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ ἐπ' ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. καὶ ἐπείπερ ὁ πιστεύων ἐπ' ἐλπίδι πιστεύει, διὰ τοῦτο μένει πίτι, ἐλπί· ἀφ' ὧν γεννᾶται καὶ τὸ τρίτον μεῖζον τούτων ἡ ἀγάπη· καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα, τελειότητος δὲ τὴν ἀγάπην. ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προθέμενο Ἀβραὰμ ἔλαβεν γυναῖκα τοὔνομα Χεττούραν· καὶ ἔτεκεν αὐτῷ μετὰ τὴν τελευτὴν άρρα, ἥτις ἔζησεν ἔτη ἑκατὸν εἰκοσιεπτά· πρεσβύτερος δὲ τῆς Σάρρας δεκὰ ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ. εἰ οὖν διὰ τὴν ἐπαγγελίαν, ὥς φασί τινες, ἐπαιδοποίησεν τὸν Ἰσαάκ, πῶς χωρὶς ἐπαγγελίας μετὰ ἑκατὸν εἰκοσιεπτὰ ἔτη ἔτεκεν τοὺς ἀπὸ Χεττούρας; ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆ γῆ νεκρώαντο· ὅτε γάρ τις πνεύματι τὰ πράξει τοῦ ώματο θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν· ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως ἀλλ' ἐξ ἐπαγγελίας θεοῦ· ἄξιοι γὰρ γεγόνασι τ<οῦ> τούτου ἐπιγραφῆναι πατριάρχου γονεῖς. 27 iv 23-25 οὐκ ἐγράφη δὲ δι' αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ, ἀλλὰ καὶ δι' ἡμᾶς οἷς μέλλει λογίζεσθαι τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν· ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν. νῦν τὸ δι' αὐτὸν μόνον εἴληπται ἀντὶ τοῦ περὶ αὐτοῦ μόνου· ἀλλὰ καὶ τὸ δι' ἡμᾶς ἀντὶ τοῦ περὶ ἡμῶν· οὐ γὰρ ἵνα Ἀβραὰμ ἐντυχὼν ὁ Μωυσέως προγε νέστερος τῷ μεταγενεστέρῳ αὐτοῦ γράμματι ὠφελήθη. εἰ δὲ οὐ περὶ τοῦ Ἀβραὰμ μόνου γέγραπται τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην ἀλλὰ καὶ περὶ ἡμῶν, οἱονεὶ προαναφωνοῦντος τοῦ λόγου τὴν λογισθησομένην ἐκ πίστεως δικαιοσύνην τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν, πρόσχες ἐπιμελέστερον μήποτε μόνος καὶ πᾶς πιστεύει ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν ὁ συνεγερθεὶς Χριστῷ, ὥστ' ἂν εἰπεῖν καὶ υνήγειρεν καὶ υνεκάθιεν ἡμᾶ ἐν τοῖ ἐπουρανίοι ἐν Χριτῷ· συνηγέρθη δὲ Χριστῷ ὁ ύμμορφο γενόμενος τῇ ἀναστάσει αὐτοῦ καὶ διὰ τὸ συναποτεθνη κέναι συζῶν αὐτῷ· εἰ γὰρ υναπεθάνομεν καὶ υζήομεν· συναπέθανεν δὲ Χριστῷ, ἐπεὶ καὶ Χριστὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· καὶ αὐτὸς ἀποθανὼν τῇ ἁμαρτίᾳ συζῇ Χριστῷ· ζῇ δὲ Χριστῷ ὁ ἐν καινότητι ζωῆ περιπατῶν. 28 v 5-9 ὅτι ἡ ἀγάπη τοῦ θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντος ἡμῖν· ἔτι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανεν· μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν· συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν· πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι' αὐτοῦ ἀπὸ τῆς ὀργῆς. ὅπου μὲν ἀσθενεῖς ἢ ἁμαρτωλοὺς ὀνομάζει, καὶ ἑαυτὸν τοῖς τοιούτοις ἐμπερι λαμβάνει· ὅπου δὲ λέγει ἀσεβεῖς, οὐκέτι. καὶ τάχα εἰκότως ὁ ὑπὸ τὸν νόμον ὤν, ὃς ἠθένει διὰ τῆ αρκό, ἀσθενὴς μέν ἐστι καὶ ἁμαρτωλός, οὐ μὴν καὶ κατὰ τὴν συνήθειαν τῆς διαστολῆς τῶν γραφῶν καὶ ἀσεβής, λεγόντων τῶν ὑπὸ νόμον ἁμαρτανόντων τῷ θεῷ καὶ γὰρ ἐὰν ἁμαρτάνωμεν οί ἐμεν εἰδότε ου τὸ κράτο· ἀσεβεῖς δὲ τότε οἱ νομιζόμενοι εἶναι ὑπὸ τὸν νόμον τυγχάνουσιν, ἐπὰν ἐγκαταλιπόντες τὸν θεὸν τῶν πατέρων ζητοῦσι τοὺς θεοὺς τῶν ἐθνῶν. πρὶν δὲ προσελθεῖν ἡμᾶς θεοσεβείᾳ ἀγάπη ἐν ἡμῖν οὐ συνειστήκει, πάντα γὰρ μᾶλλον ἢ θεὸν ἀγαπῶμεν· ὅτε δὲ τοιούτων ἡμῶν ὑπαρχόντων Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε, τότε συνέστη καὶ ὑπέστη ἐν ἡμῖν ἡ τοῦ θεοῦ ἀγάπη, πάντων περιαιρεθέντων τῷ τοῦ Ἰησοῦ θανάτῳ ἀφ' ἡμῶν τῶν ἐμποδιζόντων τῇ συστάσει τῆς εἰς ἡμᾶς τοῦ θεοῦ ἀγάπης. κατὰ ταύτην οὖν τὴν διήγησιν τοῦ συνίστησιν ἀκουστέον, συνιστάντος καὶ ὑφιστάντος τοῦ θεοῦ ἐν ἡμῖν τὴν ἑαυτοῦ ἀγάπην, τὴν οὐδενὸς ἑτέρου κυρίως ἢ