ἐγγὺς μὲν εἶναι τὸν Ἰσραήλ, πόρρω δὲ τὰ ἔθνη. δεήσει δὲ τούτοις τοῖς ῥητοῖς χρήσασθαι κατὰ τῶν διακοπτόντων τὴν θεότητα καὶ οἰομένων ἑτέρου εἶναι Θεοῦ τοὺς προφήτας καὶ ἄλλου τοὺς ἀποστόλους. εἰ γὰρ οἱ μηκέτι ξένοι καὶ πάροικοι ἀλλὰ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ Θεοῦ ἐποικοδομοῦνται ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ Χριστοῦ Ἰησοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ, <ἐν ᾧ καὶ οἱ Ἐφέσιοι συνοικοδομοῦνται εἰς κατοικητήριον τοῦ Θεοῦ ἐν πνεύματι, εἷς ἐστιν Θεὸς μιᾶς οἰκοδομῆς καὶ ναοῦ τοῦ ἐποικοδομηθέντος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν. εἰ δὲ πᾶσα ἡ οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ,> φιλοτιμητέον ἁρμονίους ἡμᾶς γενέσθαι ζῶντα λίθου τῇ πάσῃ οἰκοδομῇ, ἵνα συνοικοδομη θέντες κατοικητήριον γενώμεθα τῷ Θεῷ χωροῦντες εἰς αὐτοὺς πᾶσαν τὴν θεολογίαν αὐτοῦ. 13 Eph. iii 1-3 [τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος Χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν-εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, ὅτι κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον, καθὼς προέ γραψα ἐν ὀλίγῳ.] [Ὠριγένης δέ φησιν] ὡς πρὸς τὴν φράσιν, κατὰ τὸ δυνατὸν ζητήσαντες ἀποκαταστῆσαι αὐτὴν φα μὲν ὅτι οὐκ ἀνταποδέδωκε πρὸς τὸ τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος, τὸ τί τούτου γὰρ χάριν πεποίηκα ἢ τί μοι γεγένηται οὐ πάνυ τι παρέστησεν· εἰ μὴ ἄρα τοῦ μὲν ὡς πρὸς τὴν φράσιν ἀκολούθου ὡς ἰδιώτη τῷ λόγῳ ἀποπέπτωκε τὸν δὲ ὀφειλόμενον νοῦν οὐκ εὐφραδῶς ἀποδέδωκεν, οὕτως λέξοντα ἂν τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Χριστοῦ Ἰησοῦ καὶ δέσμιος ὑπὲρ ὑμῶν τῶν ἐθνῶν ἐγνώρισα τὸ μυστήριον ὑπὲρ τοῦ καὶ ὑμῖν μεταδοῦναι, ὡς καὶ αὐτὸς ἐν τοῖς πρὸ τούτων δι' ὀλίγων ἔγραψα, ὀφείλετε δὲ ἀκηκοέναι τὴν οἰκονομίαν τῆς χάριτος τοῦ Θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς τοὺς ἀπὸ τῶν ἐθνῶν, ὑπὲρ ὧν δέσμιος γέγονα Ἰησοῦ Χριστοῦ. σολοικισμὸν δὲ νομίζω γεγονέναι ἐν τῷ τόπῳ· δέον γὰρ αὐτὸν εἰρηκέναι τούτου χάριν ἐγὼ Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ ἐγνώρισα τὸ μυστήριον, ὁ δέ φησι τούτου χάριν ἐγὼ Παῦλος δέσμιος, κατὰ ἀποκάλυψιν ἐγνωρίσθη μοι τὸ μυστήριον. εἰ δέ τις δύναται παραστῆσαι πρὸς τῇ διανοίᾳ καὶ τὴν φράσιν αὐτῷ ἐπιτετευγμένην, ἐκείνου μάλιστα ἀκουστέον. ἐν ὀλίγοις τοῖς πρὸ τούτων ἔστιν ἀληθῶς εὑρεῖν τὸν ἐπιμελῶς ἐντυγχάνοντα ἀποκάλυψιν ἐγνωριμένην μυτηρίου ἁγίου τῷ Παύλῳ. 14 Eph. iii 12 [ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ.] [Ὠριγένης δέ φησιν] ἐὰν ἡ συνείδησις ἡμῶν μὴ καταγινώκῃ, παρρηίαν ἔχομεν πρὸ τὸν Θεόν. μέγα δέ ἐστιν οὐχ ἁπλῶς ἔχειν παρρηίαν, ἀλλ' ἐν πεποιθήσει παρρησίαν· καὶ προσαγωγὴν διὰ τὸ βέβαιον πάλιν ἐν παρρησίᾳ. ἀρχὴ δὲ τῆς ἐν πεποιθήσει παρρησίας ἐστὶ καὶ προσαγωγῆς ἡ πίστις ἡ εἰς τὸν Χριστόν. πολλάκις δὲ εἴπομεν ὅτι ὁ πάντα λόγῳ ποιῶν πεπίστευκεν εἰς τὸν Χριστὸν Λόγον, καὶ ὁ τὴν σοφίαν καταλαμβάνων πεπίστευκεν εἰς τὸν Χριστὸν τὴν Σοφίαν, καὶ ὁ τὴν ἀλήθειαν τρανῶν πεπίστευκεν εἰς Χριστὸν τὴν Ἀλήθειαν, καὶ ὁ κατὰ δικαιοσύνην βιοὺς πεπίστευκεν εἰς Χριστὸν τὴν ∆ικαιοσύνην. [iii 13] διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν. ἀγωνιζόμενο ὑπὲρ τῶν Χριστῷ μαθητευομένων πολλὰ εἶχε τὰ θλίβοντα· διὸ αἰτοῦμαι φησὶ μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσί μου ὑπὲρ ὑμῶν· αἰσθανομένου γὰρ ἑαυτοῦ ἐστιν οἷον κινδυνεύοντος ἐκκακεῖν τὸ ταῦτα λέγειν. μετὰ ταῦτα ζητοῦμεν τίνι ἐφαρμόσομεν τὸ ἥτις ἐστὶ δόξα ὑμῶν. ὁ μὲν οὖν τις ἐρεῖ ὅτι πρὸς τὰς θλίψεις ἀποδέδωκε τὸ ἥτις ἐστὶ δόξα ὑμῶν, ὡσεὶ ἔλεγεν «αἵτινές εἰσι δόξα ὑμῶν,» διὰ δὲ τὸ ἑνικὸν τῆς δόξης, ὡς ἰδιώτη τῷ λόγῳ, ἀποδέδωκεν ἀντὶ τοῦ «αἵτινες» τὸ ἥτις. ἄλλος δὲ τὸ ἥτις ἐστὶ δόξα ὑμῶν ἤτοι πρὸς τὴν παρρησίαν ἢ τὴν προσαγωγὴν ἢ τὴν πίστιν ἀποδώσει· καὶ γὰρ ἡ παρρησία δόξα τοῦ ἔχοντός ἐστι, καὶ ἡ προσαγωγὴ δόξα τοῦ προσαγομένου Θεῷ, καὶ ἡ πίστις δόξα τοῦ πιστεύοντος ἂν εἶναι λέγοιτο. δύναται δὲ τὸ διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν