προφήταις, ἐπ' ἐσχά «του τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν, τοῖς κατὰ τὴν ἐπιδημίαν
ῥητέον, ἀφ' ἧς ὁ Ἰακὼβ ἅμα τοῖς υἱοῖς πνευματικῶς ἔπινεν, πινόντων ἀπ' αὐτοῦ καὶ
τὸ γὰρ ἐκ πράξεων καὶ λόγων ἐπίστασθαί τινας καὶ ἀνθρώπῳ ψιλῷ δυνατόν. ἀλλ' Ἰησοῦς, οὐ ψιλὸς ἄνθρωπος ὤν, ἀλλὰ θεὸς γενόμενος ἄνθρωπος, πάντα οἶδεν, τὸ
κρυπτὸν καταλαμβάνων τοῦ νοῦ. 〚περὶ μόνου γὰρ θεοῦ λέγεται τὸ «Ὁ τῶν κρυπτῶν γνώστης καὶ εἰδὼς πάντα πρὶν γενέ «σεως αὐτῶν».〛 καὶ ἐπεὶ Ἰησοῦς, θεὸς ὤν, τῆς καρδίας τὸ κρυπτὸν ἐπίσταται, οὐ χρῄζει παρ' ἀνθρώπου μαρτυρίαν λαβεῖν, ἐπιστάμενος τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. οὐ γὰρ εἴρηται γινώσκειν τὸν ἄνθρωπον ἁπλῶς, ἀλλὰ τί ἐστιν ἐν τῷ ἀνθρώπῳ. καὶ ἐπεὶ ἐγίνωσκεν μὴ ἐμ μένοντας αὐτοὺς ἐν ᾗ εἶχον εἰς τὸ ὄνομα αὐτοῦ πίστιν, οὐκ ἐπί στευσεν ἑαυτὸν αὐτοῖς. ἐκ σημείων γάρ, ἀλλ' οὐκ ἐκ νοήσεως τῆς περὶ θεοῦ ἐπεπιστεύκεισαν. διὸ καὶ ταχέως μεταπίπτειν ἠδύναντο ἀπατηθησόμενοι παρ' ἑαυτῶν ἢ παρ' ἑτέρων σοφιζομένων αὐτοὺς μὴ ἄρα τὰ σημεῖα οὐκ ἀληθῶς ἢ οὐκ ὀρθῶς γέγονεν. ἀλλ' οὐκ εὐεξαπάτητος ὁ πιστεύων εἰς αὐτὸν παρὰ θεοῦ διάληψιν ἔχων. 34 Ἐν τοῖς πολλοῖς τοῖς πεπιστευκόσιν εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ τακτέον καὶ τὸν Νικόδημον, ἕνα τῶν Φαρισαίων ὄντα καὶ ἄρχοντα τῶν Ἰουδαίων ὑπάρχοντα. ἀμέλει γοῦν διδάσκαλον εἶναι Ἰησοῦν ἔχοντα θεὸν μεθ' ἑαυτοῦ, ἀλλ' οὐ θεὸν εἶναι ἐνόμιζεν, ὡς αἱ αὐτοῦ λέξεις σημαίνουσιν, εἰπόντος ὅτι «Ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος», καὶ ὥσπερ ἀλήθειαν ἐπιφέρων τῆς γνώσεως τῆς περὶ διδασκάλου ἑξῆς λέγει· «Οὐδεὶς γὰρ δύναται τὰ σημεῖα ταῦτα ποιεῖν ἃ σὺ ἐργάζῃ, «ἐὰν μὴ ᾖ ὁ θεὸς μετ' αὐτοῦ». ὅθεν τὴν πρόσοδον αὐτοῦ νυκτὸς γενομένην ἀκολούθως ἀνέγραψεν ὁ εὐαγγελιστής, προσελθόντος ἐν τοιούτῳ καιρῷ ἐν ᾧ λήσειν ἔμελλε τοὺς πολλοὺς Φαρισαίους ὧν εἷς ὑπῆρχε. μᾶλλον δ', ὅπερ ἐστὶν ἀναντίρρητον, διὰ τοῦτο νυκτὸς προσελήλυθεν, ἐπείπερ ἄγνοιαν ἔχων τὴν περὶ θεοῦ ᾧ προσήρχετο οὔπω πεφώτιστο. οὐ γὰρ ἀνατετάλκει αὐτῷ ὁ τῆς δικαιοσύνης ἥλιος, ὁ ποιητικὸς τῆς νοητῆς ἡμέρας, ἧς καὶ ὁ Ἀβραὰμ ἔρωτα λαβὼν παρεσκεύαστο πρὸς τὸ ἰδεῖν αὐτήν, καὶ θεασάμενος ἐχάρη. Φαρισαῖοι δὲ ἄνθρωποί εἰσι τὴν προύχουσαν ἐν Ἰουδαϊσμῷ τάξιν καὶ αἵρεσιν μετερχόμενοι, εὔτονον βίον ἐπαγγελλόμενοι καὶ τοῦ νόμου καὶ τῶν προφητῶν ἀκρίβειαν. διὸ καὶ ὡς ἐπίπαν θρασεῖς εἰσὶ καὶ ὑπερήφανοι. ὅθεν καὶ ταύτην ἔσχον τὴν ὀνομασίαν. Φαρὲς γὰρ παρ' Ἑβραίοις «Ὁ διῃρημένος». ἐπεὶ οὖν καὶ οὗτοι διαιροῦσιν ἑαυτοὺς ἀπὸ παντὸς ἔθνους τῶν Ἰουδαίων, ὡς ὑπερβάλλοντες φρονήσει καὶ βίῳ, ἀπὸ τοῦ Φαρὲς θέλουσι χρηματίζειν. 35 Τὸ «Ἄνωθεν» ὁτὲ μὲν «ἐκ τῶν ἄνω» καὶ «ὕψωθεν», ὡς τὸ «Ὁ «ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν», ὁτὲ δὲ τὸ «αὖθις», ὡς ἐν τῷ «Οἷς ἄνωθεν δουλεύειν θέλετε», τουτέστιν «αὖθις». γίνεται δὲ ἡ ἄνωθεν γέννησις, περὶ ἧς ὁ σωτὴρ διδάσκει, ἐξ ἀναλήψεως ἀρετῆς καὶ τηρήσεως τῶν ἐντολῶν αὐτοῦ. φησὶ γὰρ πρὸς τοὺς μαθητάς· «Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων «ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς». πλὴν εἰ καὶ ἐσφαλμένως ὁ Νικόδημος ἀπήντησε τοῖς εἰρημένοις, ἀλλ' οὖν ἔχει τι ἀληθὲς τὰ ὑπ' αὐτοῦ λεχθέντα, εἰ καὶ μὴ αὐτὸς ἐνενόει αὐτά. ἀληθῶς γὰρ οὐδεὶς καταμένων ἐν τῷ ἄνθρωπος εἶναι ὡς γηρᾶν ἐν τῇ ἀνθρωπίνῃ καταστάσει τὴν κατὰ πνεῦμα καὶ ἄνωθεν γέννησιν δέξασθαι δύναται. ὡς γὰρ οὐδεὶς ἄδικος καὶ ἄπιστος μένων κατὰ δικαιοσύνην καὶ πίστιν γεννηθῆναι δύναται, οὕτως οὐδεὶς καταμένων ἐν τοῖς ἀνθρωπίνοις καὶ παλαιούμενος ἐν αὐτοῖς τὴν ἀνανεοῦσαν γέννησιν οἷός τέ ἐστι λαβεῖν. ὅθεν ὁ τῆς ἀληθείας διδάσκαλος γράφει τοῖς προθυμουμένοις ἐπὶ τὴν θείαν γέννησιν ἐλθεῖν ἐκδύσασθαι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἵνα τούτου ἀποβληθέν τος ἐνδύσωνται τὸν νέον «ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν «δικαιοσύνῃ», ᾧ ἕψεται, ὡς ἄνωθεν γεννηθέντι, ἐν καινότητι ζωῆς περιπατῆσαι. ἐπὶ ταύτην τὴν γέννησιν παρορμῶν ὁ Ἰησοῦς τοῖς γνωρίμοις ἔλεγεν· «Ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ «μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». πρόσχες καὶ τούτου τὴν ἀκρίβειαν. τὰ μὲν παιδία οὐκ ἀμύνεται τοὺς ἠδικηκότας, οὐ