1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

ἐποίησα οὐδέν. Τὸ μηδὲν ἐπιχωρίων Αἰγυ πτίων ποιεῖν αἰνίσσεται διὰ τοῦ· Ὧδε οὐκ ἐποίησα οὐδέν. Αἰγυπτίων δὲ ἔργον ἦν καὶ τὸ συνελθεῖν τῇ τοῦ κυρίου γυναικί. Ἀποκριθεὶς δὲ Ἰωσὴφ εἶπεν αὐτῷ· Αὕτη ἡ σύγκρισις αὐτοῦ· τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰ σίν. Καὶ ἀνωτέρω εἴρηται, οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν. Οὐκοῦν τὸ, τρεῖς ἡμέραι, καὶ διὰ πυθμένων καὶ διὰ κανῶν παρίσταται· συγχρη σαμένης Προνοίας εἰς παράστασιν τριῶν ἡμερῶν οἰκείοις παραδείγμασι τοῦ ἑκατέρου βίου. Τοιαῦτα δ' ἂν εὕροις καὶ ἐν ταῖς λοιπαῖς Γραφαῖς· τὸ αὐτὸ δηλούμενον ἀπὸ διαφόρων εἶναι δοκούντων παρα δειγμάτων. Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ἡμέρα γενέ σεως ἦν Φαραὼ, καὶ ἐποίει πότον πᾶσι τοῖς παι σὶν αὐτοῦ. Τῶν μὲν πρὸ ἡμῶν ἐτήρησέ τις, ὅτι φαῦλός ἐστιν ὁ τὰ γενέσεως τιμῶν πράγματα, καὶ τὴν ἡμέραν τῆς γενέσεως αὐτοῦ ἀποδεχόμενος· ἡμεῖς 12.132 δὲ βεβαιοῦμεν τὴν διήγησιν, καὶ ἐπὶ τοῦ Ἡρώδου τὸ παραπλήσιον εὑρόντες, ὅτε καὶ ἡ θυγάτηρ Ἡρω διάδος ὠρχήσατο, καὶ ἀπετμήθη ἡ Ἰωάννου κεφα λή· καὶ οὐδαμοῦ δίκαιος φαίνεται γενέθλιον ἄγων ἡμέραν. Ἐγένετο δὲ μετὰ δύο ἔτη ἡμερῶν, Φαραὼ εἶδεν ἐνύπνιον. Ὤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, καὶ τὰ ἑξῆς. Ὁ ἐπὶ τοῖς ῥευστοῖς καὶ ἀβεβαίοις πε ποιθὼς ᾤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, ἀφ' οὗ τὰ δο κοῦντα εὐδαιμονικὰ εἶναι ἀναβαίνει, ὅτε οἱ βόες αὐ τοῦ παχεῖς εἰσιν· ἀλλὰ πάντως κατεσθίεται ταῦτα ὑπὸ τῶν χειρόνων. Πρὸς δὲ τὸ, ᾤετο, συγκρινεῖς τὸ, ᾤμην ὑμᾶς δεσμεύειν δράγματα. Ἐπὶ δὲ δευτέρου ἐνυπνίου, Ὥσπερ, φησὶν, ὁ ἥλιος, καὶ ἡ σελήνη, καὶ οἱ ἀστέρες προσεκύνουν μοι. Πάλιν τε αὖ ὁ μὲν ἀρχιοινοχόος· Ἐν τῷ ὕπνῳ μου, φησὶν, ἦν ἄμπελος, καὶ τὰ ἑξῆς· ὁ δὲ ἀρχισιτοποιός· Ὤμην τρία κανᾶ χονδριτῶν αἵρειν ἐπὶ τῆς κεφαλῆς μου, καὶ τὰ ἑξῆς. Τοῦ αὐτοῦ. Τὸ μὲν διηγηματικὸν τῆς Γραφῆς πρόσ ωπόν φησιν· Ὤετο ἑστάναι ἐπὶ τοῦ ποταμοῦ, οὐ παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ· ὁ δὲ Φαραώ φησιν· Ὤμην ἑστάναι παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ, οὐκ ἐπὶ τοῦ ποταμοῦ. Τὰ μέντοιγε ἐν Αἰγύπτῳ πράγματα τὰ ἐν τοῖς κοσμικοῖς, ἀπὸ χρηστοτέρων ἀρχόμενα, ὧν σύμβολον ἡ εὐθηνία, εἰς πικρότερον καταλήγει, ὧν ἡ εὐθηνία καὶ ὁ λιμὸς τύπος. Τοιοῦτον δέ ἐστι καὶ ἐπὶ τοῦ κατὰ τὸν πλούσιον λόγου θεωρῆσαι. Οἱονεὶ γὰρ τὰ ἑπτὰ ἔτη τῆς εὐθηνίας ἦν αὐτῷ, ἀπολαμβά νοντι τὰ ἀγαθὰ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ, ἐνδεδυμένῳ πορφύραν, καὶ βύσσον, καὶ εὐφραινομένῳ καθ' ἡμέ ραν λαμπρῶς· λήγει δὲ αὐτῷ εἰς τὰ ἐναντία, ἀπο λαμβάνοντι τὰ κακὰ μετὰ τὴν ἐντεῦθεν ἀπαλλαγήν. Τοιαῦτα δ' ἂν ἴδοις καὶ ἐπὶ τῶν τὴν πλατείαν καὶ εὐ ρύχωρον ὁδευόντων, ὧν τὸ τέλος ἀπώλεια· οἷς δὲ ἀρ χὴ τὸ στενὸν καὶ τὸ τεθλιμμένον, τὸ τέλος ζωή. ∆ιὸ οὐαὶ τοῖς ἐμπεπλησμένοις, ὅτι πεινάσουσι· καὶ τοῖς γελῶσιν, ὅτι κλαύσουσι. Μακάριοι οἱ πενθοῦντες καὶ κλαίοντες, ὅτι αὐτοὶ παρακληθήσονται. Καὶ ἰδοὺ ὥσπερ ἐκ τοῦ ποταμοῦ ἀνέβαινον ἑπτὰ βόες, καὶ τὰ ἑξῆς. Τοῦ Φαραὼ τὰ ἐνύπνια βόες ἦσαν καὶ στάχυες. ∆ι' ὧν γὰρ γεωργεῖται ἡ γῆ, καὶ ἅπερ φέρει, προσημαντικὰ εὐθηνίας τε καὶ ἀφορίας ἐγένετο τῷ βασιλεῖ. Ἠγέρθη δὲ Φαραὼ, καὶ ἐνυπνιάσθη τὸ δεύτε ρον· καὶ ἰδοὺ ἑπτὰ στάχυες ἀνέβαινον ἐν πυθμέ νι ἑνὶ ἐκλεκτοὶ καὶ καλοί. Ὁ μὲν Ἰωσὴφ οὐ στάχυας, ἀλλὰ δράγματα εἶδεν· ὁ δὲ Αἰγύπτιος οὐ δράγματα, ἀλλὰ στάχυας. Καὶ πάλιν ὁ μὲν ἀρχιοινο χόος τοὺς τρεῖς πυθμένας βλέπει εἰς τρεῖς ἡμέρας· ὁ δὲ βασιλεὺς τοὺς ἐν πυθμένι ἑνὶ ἑπτὰ στάχυας εἰς τὸ συνημμένον τῶν ἑπτὰ ἐνιαυτῶν· καὶ γίνεται τοῦ ἑνὸς ὀνόματος τοῦ πυθμένος διάφορος ἡ ἑρμηνεία. Εἴποτε οὖν ἄλλως τις διηγεῖται τὴν Γραφὴν, μὴ δοκείτω βιάζεσθαι αὐτήν. Καὶ ἔτι τηρητέον, ὅτι ἐπὶ μὲν τῆς 12.133 εὐθηνίας ἑπτὰ στάχυες ἀναβαίνοντες ἐν πυθμένι ἑνὶ, ἐπὶ δὲ τοῦ λιμοῦ ἑπτὰ μὲν στάχυες, οὐκ ἔτι δὲ ἐν πυθμένι ἑνί· ἄλλος φησίν· ἐν καλάμῳ ἑνί. Ἐγένετο δὲ πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐτοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐτῆς. Ὅλης Αἰγύπτου πῶς ἐκάλεσε τοὺς ἐξηγητὰς καὶ σο φοὺς, ἅμα ζητητέον ὡς πρὸς τὴν λέξιν, καὶ εἰ πρὸς ἀναγωγὴν δεῖται ἐξηγητῶν Αἰγυπτίων ὁ Φαραὼ ὡς σοφωτέρων. Ὅλης δὲ Αἰγύπτου φαμὲν, ὡς ἀκο λούθου τῷ, Πάντας τοὺς ἐξηγητὰς Αἰγύπτου, καὶ πάντας