κατακόψαντες τῷ θανάτῳ παρέπεμψαν· εὐθέως δὲ καὶ μετὰ τῆς τηλικαύτης ταλαιπωρίας προσπίπτουσιν ἄκοντες τῷ τῶν Περσῶν στρατεύματι καὶ συμβολῆς γενομένης, αὐτὸς ὁ Ἰουλιανὸς τῇδε κἀκεῖσε διατρέχων καὶ διαταττόμενος περιπίπτει δόρατι, ὡς μέν τινες φάσκουσι, στρατιώτου· ὡς δὲ ἄλλοι, Σαρακηνοῦ τῶν μετὰ Περσῶν· ὡς δ' ὁ Χριστιανῶν λόγος ὁ ἀληθὴς καὶ ἡμέτερος, τοῦ δεσπότου Χριστοῦ ἀντιταξαμένου αὐτῷ. τόξον γὰρ ἀθρόως ἀπὸ τοῦ ἀέρος ἐνταθὲν καὶ βέλος ἐπ' αὐτὸν ὡς ἐπὶ σκοπὸν ἀφιὲν καὶ διὰ τῶν λαγόνων ὁρμῆσαν διαμπερὲς ἔτρωσεν αὐτὸν εἰς τὰ ὑποχόνδρια. Καὶ ἀνοιμώξας βαρύ τε καὶ δυσηχὲς ἔδοξε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐνώπιον αὐτοῦ ἑστάναι καὶ ἐπεγγελᾶν αὐτῷ. ὁ δὲ σκότους καὶ μανίας πλησθεὶς δεξάμενος τῇ χειρὶ τὸ ἴδιον αἷμα καὶ εἰς τὸν ἀέρα ῥάνας, πρὸς τῇ ἐκπνοῇ γενόμενος, ἀνέκραξε λέγων· «νενίκηκας, Χριστέ· χορτάσθητι, Γαλιλαῖε». καὶ οὕτως τὸν δεινὸν καὶ ἔχθιστον θάνατον καταλαβὼν κατέστρεψε τὸν βίον τοὺς αὐτοῦ θεοὺς πολλὰ λοιδορησάμενος. 8.1a Artemii Passio 70 unmittelbar nach loidorhsa/menoj ob. S. 103, 22: Τοῦ δὲ παραβάτου πεσόντος ἐν τῷ μεταιχμίῳ τοῦ στρατοπέδου, Ἰοβιανὸς ἀναγορεύεται βασιλεὺς ὑπὸ τοῦ στρατοπέδου. καὶ σπονδὰς πρὸς τὸν Πέρσην εἰρηνικὰς ποιησάμενος, τὴν Νίσιβιν παραδοὺς τοῖς Πέρσαις ἄνευ τῶν οἰκητόρων, ἐξῆλθεν ἐκεῖθεν. ὁ γὰρ στρατὸς λιμῷ καὶ λοιμῷ διεφθείρετο. 8.6a Artemii Passio 70 unmittelbar nach diefqeiΏreto ob. S. 104, 27: Ἐλθόντι δὲ αὐτῷ (na+ml. τῷ Ἰοβιανῷ) ἐπὶ τῆς τῶν Ῥωμαίων γῆς, τῇ τῶν Ἀνομοιητῶν αἱρέσει προσετέθη ἤγουν Εὐνομιανῶν. 8.8a ebd. Folge Φθάσαντος δὲ αὐτοῦ τὴν Γαλατικὴν ἐπαρχίαν, αὐτόθι ἐν ∆αδαστάνοις, ἔν τινι χωρίῳ οὕτω καλουμένῳ, ἄφνω καταστρέφει τὸν βίον. Καὶ μένει ὁ λαὸς ἀβασίλευτος ἡμέρας τεσσαράκοντα, ἄχρις οὗ ἐλθόντες ἐν Νικαίᾳ Οὐαλεντινιανὸν ἀνηγόρευσαν. ὁ δὲ Οὐαλεντινιανὸς τὸν ἴδιον ἀδελφὸν ἀναγορεύει βασιλέα τῇ πρὸ πέντε καλανδῶν μαρτίων, μετὰ τριάκοντα καὶ δύο ἡμέρας τῆς αὐτοῦ βασιλείας. Οὐαλεντινιανῷ τοίνυν ἐντυχόντες οἱ ἐπίσκοποι τῆς καθαρᾶς καὶ ὀρθῆς πίστεως ᾐτήσαντο γενέσθαι σύνοδον. καὶ ἀπεκρίθη αὐτοῖς ὅτι «ἐμοὶ μὲν ἔδωκεν ὁ θεὸς ἄρχειν τῶν τοῦ κόσμου πραγμάτων, ὑμῖν δὲ τῶν ἐκκλησιῶν. ἐγὼ τοίνυν εἰς τοῦτο τὸ πρᾶγμα οὐδὲν ἔχω· ὅπου οὖν δοκεῖ ὑμῖν συνελθόντες, τὴν σύνοδον ποιήσατε». ταῦτα οὖν εἴρηκεν ἔτι ὀρθὸν ἔχων τὸ φρόνημα καὶ μήπω διαφθαρέν. συναχθέντες δὲ οἱ ἐπίσκοποι ἐν Λαμψάκῳ (πόλις δέ ἐστι τοῦ Ἑλλησπόντου) ἀνακεφαλαιοῦνται τὰ τῆς πίστεως ὀρθὰ δόγματα· καὶ παραθέντες τὴν πίστιν Λουκιανοῦ τοῦ μάρτυρος, ἀνεθεμάτισαν τὸ ἀνόμοιον· καὶ ὑπογράψαντες τῇ πίστει τῇ προεκτεθείσῃ ὑπὸ τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ, εἰς πάσας τὰς ἐκκλησίας διεπέμψαντο. οὐ μετ' οὐ πολὺ δὲ ὑπαχθέντος τοῦ βασιλέως Οὐάλεντος τῇ αἱρέσει τοῦ ἀνομοίου, ἤρξαντο πάλιν οἱ ἐπίσκοποι ἐλαύνεσθαι καὶ ἐξορίζεσθαι, Εὐδοξίου σὺν Ἀετίῳ καὶ Εὐνομίῳ καὶ τῶν λοιπῶν αἱρετικῶν, τῶν τὸ ἀνόμοιον πρεσβευόντων, στρατηγούντων.