σάρκα ἐν ὑπερβατῷ κεῖται. ἡ δὲ κατὰ φύσιν ἀλλὰ μὴ κατὰ σχῆμα ἑρμηνεία τοῦ λόγου· τί οὖν ἐροῦμεν Ἀβραὰμ εὑρηκέναι τὸν κατὰ σάρκα ἡμῶν πατέρα; πρὸς Ἰουδαίους δὲ ὁ λόγος, οἷον· ἐπεί, φησί, τὸ πᾶν ὑμῖν τῆς σεμνολογίας καὶ μεγαλαυχίας ἐν τῷ κατὰ σάρκα πατρὶ ἡμῶν Ἀβραάμ ἐστιν, σκοπήσωμεν τί ἂν εἴποιμεν ἐκεῖνον εὑρηκέναι. καί φησιν αὐτὸς προϊών, ὅτι δικαιοσύνην 489 εὗρεν· τοῦτο γάρ ἐστι τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, τοῦτ' ἔστιν ὅτι ἐδικαιώθη· τὸ γὰρ εὑρεῖν δικαιοσύνην δικαιωθῆναί ἐστιν. εὗρεν οὖν δικαιοσύνην, ἀλλὰ πῶς εὗρεν; ἐξ ἔργων ἢ ἐκ πίστεως; καὶ δείκνυσιν ὅτι ἐκ πίστεως, μάρτυρα τὴν γραφὴν παριστάς· ἐπίστευσε γάρ, φησίν, Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. τί οὖν; φησίν· οὐκ εἶχεν ἔργα Ἀβραάμ; οὐκ ἐδικαίου ταῦτα αὐτόν; μὴ γένοιτο· ἔργα μὲν γὰρ εἶχεν, ὥστε πρὸς τοὺς συμπολιτευομένους αὐτῷ ἀνθρώπους κρινόμενον δικαιωθῆναι καὶ προκριθῆναι ἐκείνων· τὸ δὲ πρὸς τὸν θεὸν δικαιωθῆναι ἐκ τῶν ἔργων αὐτοῦ, ὥστε ἄξιον καὶ ἰσοστάσιον ἑαυτὸν παραστῆσαι τῆς ἐκεῖθεν παρεχομένης εὐεργεσίας καὶ δωρεᾶς, παντελῶς ἀπελείπετο. οὐκοῦν οὐδὲν ὅλως ἔχει καύχημα ἤτοι προτέρημα καὶ κατόρθωμα πρὸς τὸν θεὸν εἰς τὸ ἀξιωθῆναι τῆς εὐεργεσίας καὶ δωρεᾶς. τί γὰρ ἄν τις καὶ δι' ἔργων ἐπιδείξειεν ἄξιον τοῦ μετὰ στείρωσιν καὶ παρακμὴν δύο παθῶν τὰς πηγὰς τῆς γονῆς ξηρανάντων καὶ τοὺς τῆς γενέσεως ὀφθαλμοὺς πηρωσάντων; τί οὖν τις ἄξιον πράξοι, ὥστε μετὰ τηλικαύτην φύσεως νέκρωσιν παιδὸς πατέρα ὀφθῆναι καὶ βλαστὸν κοιλίας ἐκφῦναι; τί δ' ἄν τις ὅλως ἄξιον οἴσει τοῦ πληθυνθῆναι τὸ σπέρμα αὐτοῦ ὡς τὴν ἄμμον τῆς θαλάσσης, τοῦ ἐνευλογηθῆναι τὰ ἔθνη ἐν τῷ σπέρματι αὐτοῦ, τοῦ Χριστὸν αὐτὸν ἐκεῖθεν τὸν κοινὸν σωτῆρα προελθεῖν; ὁρᾷς ὅτι οὐδὲν ὅλως ἔχει, οὐδ' ἴχνος ἔργων πρὸς τὰς τηλικαύτας ἐκ θεοῦ δωρεάς. πόθεν οὖν ἠξιώθη ταῦτα; ἐκ μόνης πίστεως· ἐπίστευσεν γάρ, φησὶν ἡ γραφή, Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἐπίστευσε, καὶ ἐδικαιώθη παρὰ θεοῦ τοσούτων καὶ τηλικούτων τυχεῖν. ὦ πίστεως πᾶσαν πρᾶξιν τὴν ἐν νόμῳ δευτέραν ποιούσης. ἐκείνην πράττων Ἀβραὰμ εἶχέν τι μικρὸν καύχημα, ἀλλὰ πρὸς τοὺς ὑπὸ τὸν αὐτὸν αὐτῷ τελοῦντας νόμον· τὴν πίστιν δὲ προβαλλόμενος, ἀθρόον πατὴρ ἐγένετο πάντων, καὶ τῶν μυρίων ἐκείνων ἀγαθῶν ἐδικαιώθη ἀπολαύειν. ὡς ἐν πορίσματος δὲ μοίρᾳ εἴληπται, καὶ λύσις ἐκ τῶν εἰρημένων. πῶς οὗτος μὲν ἐκ πίστεως λέγει δικαιωθῆναι τὸν Ἀβραάμ, ὁ δὲ θεῖος Ἰάκωβος ἐξ ἔργων λέγων· Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας τὸν υἱὸν αὐτοῦ καὶ ἑξῆς; Rο+m4,5 Τῷ μὴ θαρροῦντι μὲν ἀπὸ τῶν ἔργων, προσιόντι δὲ ἐκ πίστεως, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην, καὶ δικαιοῦται δι' αὐτῆς. 490 Rο+m4,6-10 Κατάλληλος λίαν καὶ ἁρμόζουσα ἡ ψαλμικὴ χρῆσις· καὶ γὰρ πᾶσα δικαίωσις ἀπὸ θεοῦ· ἢ ἐκ τοῦ ἀφεθῆναι γίνεται τὰς ἀνομίας καὶ ἁμαρτίας, ἢ ἐκ τοῦ ἐπικαλυφθῆναι, οἷον διά τινων κατορθωμάτων ἐκνικηθῆναι καὶ καταποθῆναι, ἢ ἐκ τοῦ μὴ λογίσασθαι τὸν θεὸν τὸ πραχθὲν εἰς ἁμαρτίαν. καὶ διὰ τῶν τριῶν τούτων φιλανθρώπων τρόπων λογίζεται ὁ θεὸς τῷ ἀνθρώπῳ τὴν δικαιοσύνην ὡς συμπαθῶν, ὡς οἰκονομῶν, ὡς φιλοτιμούμενος· ἡ μὲν γὰρ ἄφεσις συμπαθείας, ἡ δὲ ἐπικάλυψις οἰκονομίας, τὸ δὲ μὴ λογίσασθαι εἰς ἁμαρτίαν φιλοτιμίας. τίνες οὖν ἀξιοῦνται τούτων; οἱ πιστοί, καὶ διὰ τῆς πίστεως· διὸ καὶ μακαρίζει αὐτοὺς ὁ προφήτης ∆αυίδ. τοῖς δὲ ἐν νόμῳ καὶ ἐξ ἔργων ζητοῦσι δικαιωθῆναι οὐδεμία τῶν τριῶν δικαίωσις ἕπεται, τοῖς δὲ ἐκ πίστεως διὰ τῶν τριῶν τούτων τρόπων ἡ δικαιοσύνη λογίζεται. προσφόρως ἄρα τὴν ∆αυϊδικὴν μαρτυρίαν ὁ θεσπέσιος Παῦλος τῇ ἰδίᾳ ἥρμοσε διδασκαλίᾳ. Rο+m4,11-12 ∆ιὰ τί, φησί, πρῶτον ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ οὕτω περιετμήθη; πρῶτον μέν, ἵνα ὡς σημεῖον νομισθῇ ἀρετῆς ἡ περιτομή, καὶ οὐχ ὡς αὐτοαρετὴ καὶ κατόρθωμα· τὸ γὰρ σημεῖον τῆς περιτομῆς, φησί, σφραγίς ἐστιν, οἷον· σημεῖόν ἐστι καὶ παράστασις τῆς ἐν ἀκροβυστίᾳ διὰ πίστεως δικαιοσύνης. δεύτερον δέ, ἵνα καὶ τῶν ἀκροβύστων καὶ τῶν ἐμπεριτόμων