αὐθυπόστατον ἐξῄρηται τῶν ὑπὸ χρόνου μετρου μένων κατὰ τὴν οὐσίαν. εἰ γὰρ ἀγένητόν ἐστι τὸ αὐθυπόστατον, οὐκ ἂν ὑπὸ χρόνου κατὰ τὸ εἶναι μετροῖτο· γένεσις γὰρ περὶ τὴν ὑπὸ χρόνου μετρουμένην φύσιν ἐστίν. οὐδὲν ἄρα τῶν αὐθυποστάτων ἐν χρόνῳ ὑφέστηκεν. 52 Πᾶν τὸ αἰώνιον ὅλον ἅμα ἐστίν· εἴτε τὴν οὐσίαν ἔχει μόνον αἰώνιον, ὅλην ἅμα παροῦσαν αὐτὴν ἔχον, καὶ οὐ τὸ μὲν αὐτῆς ὑποστὰν ἤδη, τὸ δὲ εἰσαῦθις ὑποστησόμενον, ὃ μήπω ἔστιν, ἀλλ' ὁπόσον εἶναι δύναται, τοσοῦτον ὅλον ἤδη κεκτημένον ἀνελαττώτως καὶ ἀνεπιτάτως· εἴτε τὴν ἐνέργειαν πρὸς τῇ οὐσίᾳ, καὶ ταύτην ἀθρόαν ἔχον καὶ ἐν τῷ αὐτῷ μέτρῳ τῆς τελειότητος ἑστηκυῖαν καὶ οἷον παγεῖσαν καθ' ἕνα καὶ τὸν αὐτὸν ὅρον ἀκινήτως καὶ ἀμεταβάτως. εἰ γὰρ αἰώνιόν ἐστιν (ὡς καὶ τοὔνομα ἐμφαίνει) τὸ ἀεὶ ὄν, τὸ δὲ ποτὲ εἶναι καὶ τὸ γίνεσθαι ἕτερον τοῦ ἀεὶ ὄντος, οὐ δεῖ τὸ μὲν πρότερον εἶναι, τὸ δὲ ὕστερον· γένεσις γὰρ ἔσται, καὶ οὐκ ὄν. ὅπου δὲ μήτε τὸ πρότερον καὶ ὕστερον μήτε τὸ ἦν καὶ τὸ ἔσται, ἀλλὰ τὸ εἶναι μόνον ὅ ἐστιν, ὅλον ἅμα ἐστὶν ἕκαστον ὅ ἐστι. τὸ δὲ αὐτὸ καὶ ἐπὶ τοῦ ἐνεργεῖν. ἐκ δὴ τούτου φανερὸν ὅτι τοῦ ὅλοις εἶναι ὁ αἰὼν αἴτιος, εἴπερ πᾶν τὸ αἰώνιον ἢ κατ' οὐσίαν ἢ κατ' ἐνέργειαν ὅλην ἅμα τὴν οὐσίαν ἢ τὴν ἐνέργειαν ἔχει παροῦσαν αὐτῷ. 53 Πάντων τῶν αἰωνίων προϋπάρχει ὁ αἰών, καὶ πάντων τῶν κατὰ χρόνον ὁ χρόνος προϋφέστηκεν. εἰ γὰρ πανταχοῦ πρὸ τῶν μετεχόντων ἔστι τὰ μετεχόμενα καὶ πρὸ τῶν μετεχομένων τὰ ἀμέθεκτα, δῆλον ὅτι ἄλλο μὲν τὸ αἰώνιον, ἄλλο δὲ ὁ ἐν τῷ αἰωνίῳ αἰών, ἄλλο δὲ ὁ καθ' αὑτὸν αἰών, τὸ μὲν ὡς μετέχον, τὸ δὲ ὡς μετεχόμενον, ὁ δὲ ὡς ἀμέθ εκτος· καὶ τὸ ἔγχρονον ἄλλο (μετέχον γάρ), καὶ ὁ ἐν τούτῳ χρόνος ἄλλος (μετεχόμενος γάρ), καὶ ὁ πρὸ τούτου χρόνος, ἀμέθεκτος ὤν. καὶ τούτων μὲν ἑκάτερος τῶν ἀμεθέκτων παντα χοῦ καὶ ἐν πᾶσιν ὁ αὐτός· ὁ δὲ μετεχόμενος ἐν ἐκείνοις μόνον, ὑφ' ὧν μετέχεται. πολλὰ γὰρ καὶ τὰ αἰώνια καὶ τὰ ἔγχρονα, ἐν οἷς πᾶσιν αἰών ἐστι κατὰ μέθεξιν καὶ χρόνος διῃρημένος· ὁ δὲ ἀδιαίρετος αἰὼν καὶ ὁ εἷς χρόνος πρὸ τούτων, καὶ ὁ μὲν αἰὼν αἰώνων, ὁ δὲ χρόνων χρόνος, τῶν μετεχομένων ὄντες ὑποστάται. 54 Πᾶς αἰὼν μέτρον ἐστὶ τῶν αἰωνίων, καὶ πᾶς χρόνος τῶν ἐν χρόνῳ· καὶ δύο ταῦτα μέτρα μόνα ἐστὶν ἐν τοῖς οὖσι τῆς ζωῆς καὶ τῆς κινήσεως. πᾶν γὰρ τὸ μετροῦν ἢ κατὰ μέρος μετρεῖ ἢ ὅλον ἅμα ἐφαρμο σθὲν τῷ μετρουμένῳ. τὸ μὲν οὖν καθ' ὅλον μετροῦν αἰών ἐστι, τὸ δὲ κατὰ μέρη χρόνος· δύο ἄρα μόνα τὰ μέτρα, τὸ μὲν τῶν αἰωνίων, τὸ δὲ τῶν ἐν χρόνῳ ὄντων. 55 Πᾶν τὸ κατὰ χρόνον ὑφεστὸς ἢ τὸν ἀεὶ χρόνον ἔστιν ἢ ποτὲ ἐν μέρει χρόνου τὴν ὑπόστασιν κεκτημένον. εἰ γὰρ αἱ πρόοδοι πᾶσαι δι' ὁμοιότητός εἰσι, καὶ πρὸ τῶν πάντῃ ἀνομοίων συνεχῆ τοῖς πρώτοις ὑφίσταται τὰ ὅμοια πρὸς αὐτὰ μᾶλλον ὄντα ἢ ἀνόμοια, τοῖς δὲ αἰωνίοις συνάπτειν τὰ ἐν μέρει χρόνου γινόμενα ἀδύνατον (καὶ γὰρ ὡς γινόμενα ἐκείνων ὄντων καὶ ὡς ποτὲ τῶν ἀεὶ ὑφεστηκότων διέστηκε), μέσα δὲ τούτων τε καὶ ἐκείνων ἐστὶ τὰ πῇ μὲν ὅμοια ἐκείνοις, πῇ δὲ ἀνόμοια, οὐκοῦν τῶν ποτὲ γινομένων καὶ τῶν ἀεὶ ὄντων μέσον ἢ τὸ ἀεὶ γινόμενον ἢ τὸ ποτὲ ὄν-τοῦτο δέ ἐστιν ἢ τὸ ποτὲ οὐκ ὄντως ὂν ἢ τὸ ποτὲ ὄντως ὄν. ἀλλὰ τὸ ποτὲ ὄντως ὂν ἀδύνατον εἶναι, τὸ δὲ ποτὲ οὐκ ὄντως ὂν τῷ γινομένῳ ταὐτόν· οὐκ ἄρα μέσον τὸ ποτὲ ὄν. λείπεται ἄρα τὸ ἀεὶ γινόμενον εἶναι τὸ μέσον ἀμφοῖν, τῷ μὲν γίνεσθαι συνάπτον τοῖς χείροσι, τῷ δὲ ἀεὶ μιμούμενον τὴν αἰώνιον φύσιν. ἐκ δὴ τούτων φανερὸν ὅτι διττὴ ἦν ἡ ἀϊδιότης, αἰώνιος μὲν ἄλλη, κατὰ χρόνον δὲ ἄλλη· ἡ μὲν ἑστῶσα ἀϊδιότης, ἡ δὲ γινομένη· καὶ ἡ μὲν ἠθροισμένον ἔχουσα τὸ εἶναι καὶ ὁμοῦ πᾶν, ἡ δὲ ἐκχυθεῖσα καὶ ἐξαπλωθεῖσα κατὰ τὴν χρονικὴν παράτασιν· καὶ ἡ μὲν ὅλη καθ' αὑτήν, ἡ δὲ ἐκ μερῶν, ὧν ἕκαστον χωρίς ἐστι κατὰ τὸ πρότερον καὶ ὕστερον. 56 Πᾶν τὸ ὑπὸ τῶν δευτέρων παραγόμενον καὶ ἀπὸ τῶν προτέρων καὶ αἰτιωτέρων παράγεται μειζόνως, ἀφ' ὧν καὶ τὰ δεύτερα παρήγετο. εἰ γὰρ τὸ δεύτερον ὅλην ἔχει τὴν οὐσίαν ἀπὸ τοῦ πρὸ αὐτοῦ, καὶ ἡ δύναμις αὐτῷ τοῦ παράγειν ἐκεῖθεν· καὶ γὰρ αἱ δυνάμεις αἱ παρακτικαὶ κατ' οὐσίαν εἰσὶν ἐν τοῖς παράγουσι, καὶ συμπλη ροῦσιν αὐτῶν τὴν οὐσίαν. εἰ δὲ τὴν