12
λιμένος, τὴν 1.8.8 τῆς θαλάττης ἠϊόνα ἐς μεταμόρφωσιν ἀγορᾶς ἤνεγκεν. ἡσύχιος γὰρ ὑπεράγαν ἐνταῦθα ἡ θάλασσα οὖσα τῇ γῇ ἐπι1.8.9 κοινοῦται συναλλαγάς. ταῖς τε ἀκάτοις οἱ τῶν ἐμπόρων θαλάσσιοι παρὰ τὴν ἐμβολὴν τῶν πετρῶν ὁρμισάμενοι συμβάλλονται τοῖς ἐγγείοις ἀπὸ τῶν καταστρωμάτων τὰ 1.8.10 ἐμπολήματα. αὐλὴ μετὰ τὴν παραλίαν ἀγορὰν τοῦ νεὼ πρόκειται. καὶ μαρμάροις μὲν ὡραίοις τε καὶ χίοσιν ἡ 1.8.11 αὐλὴ τὸ χρῶμα ὁμοιοῖ. οἱ δὲ τοὺς περιπάτους τῇδε ποιούμενοι εὐπρεπείᾳ μὲν ἥδονται λίθων, γεγήθασι δὲ θαλάσσης ὄψει, ἐναβρύνονται δὲ κοιναῖς ταῖς αὔραις ἔκ τε τοῦ ῥοθίου ἐπεγειρομέναις καὶ λόφων ἐπανεστηκότων τῇ 1.8.12 γῇ. στοὰ τὸν νεὼν περιβάλλει ἐγκύκλιος ἐς τὰ πρὸς ἕω διαλιποῦσα μόνον. ἐπὶ μέσης τὸ ἱερὸν χρώμασι μυρίοις 1.8.13 πεποίκιλται λίθων. ὄροφος ἐν θόλῳ μετάρσιος ὑπερῃώρηται. τί ἄν τις διαριθμησάμενος ἐπαξίως τοῦ ἔργου φράσοι τὰς ᾐωρημένας στοάς, τὰς ὑπεσταλμένας οἰκοδομίας, τὸ τῶν μαρμάρων ἐπίχαρι, οἷς δὴ οἵ τε τοῖχοι καὶ 1.8.14 τὰ ἐδάφη παντάπασι περιβέβληνται; πρὸς ἐπὶ τούτοις δὲ καὶ χρυσοῦ πλῆθος ἐξαίσιον πανταχόσε τοῦ ἱεροῦ καθά1.8.15 περ αὐτῷ πεφυκὸς περικέχυται. τοσαῦτα εἰπόντι καὶ τὸ Ἰωάννου τοῦ Βαπτιστοῦ τέμενός μοι δεδήλωται, ὅπερ αὐτῷ βασιλεὺς Ἰουστινιανὸς ἔναγχος ἐν τῷ Ἑβδόμῳ καλου1.8.16 μένῳ ἀνέθηκεν. ἐμφερέστατα γὰρ ἄμφω ἀλλήλοιν τὰ τεμένη τυγχάνει ὄντα, πλήν γε δὴ ὅτι οὐκ ἐπιθαλάσσιον τὸ τοῦ Βαπτιστοῦ ξυμβαίνει εἶναι. 1.8.17 Ὁ μὲν οὖν ἐν τῷ Ἀνάπλῳ καλουμένῳ τοῦ ἀρχαγγέλου 1.8.18 ναὸς τῇδε πεπόνηται. κατὰ δὲ τὴν ἀντιπέρας ἀκτὴν ὀλίγῳ τῆς θαλάσσης διέχει τις χῶρος, ὁμαλὸς μὲν φύσιν, συν1.8.19 θέσει δὲ λίθων ὑψοῦ ἀνέχων. ἐνταῦθα τὸ τοῦ ἀρχαγγέλου δεδημιούργηται τέμενος, εὐπρεπείᾳ μὲν ἐξαίσιον, μεγέθει δὲ πρῶτον, πολυτελείᾳ δὲ ἀνακεῖσθαι μὲν τῷ 1.8. Μιχαὴλ πρέπον, ἀναθεῖναι δὲ Ἰουστινιανῷ βασιλεῖ. τούτου δὲ δὴ οὐ πολλῷ ἄποθεν τοῦ νεὼ τέμενος ἅγιον τῇ θεοτόκῳ ἀνενεώσατο τρόπῳ τῷ αὐτῷ καταπεπονηκὸς πολλῷ πρότερον, οὗ δὴ τὸ σεμνὸν μακρὸν ἂν εἴη καὶ διερευνήσασθαι καὶ λόγῳ σημῆναι· ἐκδέχεται δὲ ἡ πάλαι τῆς ἱστορίας προσδοκωμένη μοῖρα. 1.9.1 Ἐπὶ ταύτης δὴ τῆς ἀκτῆς ἀξιοθέατα ἐκ παλαιοῦ βασίλεια ἐτύγχανεν ὄντα. ταῦτα βασιλεὺς Ἰουστινιανὸς ἀνατέθεικε τῷ θεῷ ἅπαντα, τὸν ἐνθένδε τῆς εὐσεβείας καρπὸν τῆς παραυτίκα παραψυχῆς ἀλλαξάμενος τρόπῳ 1.9.2 τοιῷδε. ὅμιλος ἦν ἐπὶ Βυζαντίου γυναίων ἐν μαστροπείῳ λελαγνευμένων οὐχ ἑκούσιον, ἀλλὰ βιαίαν τινὰ μι1.9.3 σητίαν. τῆς γὰρ πενίας τῷ ὑπερβάλλοντι ὑπὸ πορνοβοσκῷ τρεφομέναις ἀεὶ καὶ καθ' ἑκάστην ἀκολασταίνειν ἐπάναγκες ἦν, ἀνδράσι τε ἀγνῶσι καὶ παραπεπτωκόσιν 1.9.4 ἐξαπιναίως ἐσποδιοῦντο συνδυαζόμεναι. πορνοβοσκῶν γὰρ ἐνταῦθα ἦν ἐκ παλαιοῦ ἑταιρία πολλή, ἐπ' ἐργαστηρίου τὸ τῆς ἀκολασίας διαχειριζόντων ἐμπόλημα, ἔν τε τῷ δημοσίῳ τῆς ἀγορᾶς ὥραν ἀποδιδομένων τὴν ἀλλο1.9.5 τρίαν καὶ δουλαγωγούντων τὸ σῶφρον. βασιλεὺς δὲ Ἰουστινιανὸς καὶ βασιλὶς Θεοδώρα (τὴν γὰρ εὐσέβειαν ἀλλήλοις ἐπικοινούμενοι ἅπαντα ἔπρασσον) ἐπενόουν τάδε. 1.9.6 τὴν μὲν πολιτείαν τοῦ τῶν μαστροπείων ἄγους ἐκάθηραν, ἐξελάσαντες τὸ τῶν πορνοβοσκῶν ὄνομα, τῶν δὲ γυναικῶν τὰς πενίᾳ ταλαιπωρουμένας πολλῇ ἀκολασίας τῆς δουλοπρεποῦς ἠλευθέρωσαν, βίοτον μὲν σφίσιν αὐτόνομον, ἐλευθέραν δὲ τὴν σωφροσύνην πεπορισμένοι. ταῦτα μὲν 1.9.7 οὖν διῳκήσαντο τῇδε. παρὰ ταύτην δὲ τοῦ πορθμοῦ τὴν ἀκτήν, ἥ ἐστιν ἐν δεξιᾷ εἰσπλέοντι τὸν Εὔξεινον καλούμενον Πόντον, βασίλεια πρότερον ὄντα μοναστήριον μεγαλοπρεπὲς κατεστήσαντο καταγώγιον ταῖς μεταμελου1.9.8 μέναις γυναιξὶν ἐπὶ τῷ προτέρῳ βίῳ ἐσόμενον· ἐφ' ᾧ τῇ ἐνταῦθα περί τε τὸν θεὸν καὶ τὴν εὐσέβειαν ἀσχολίᾳ γενησομένῃ περικαθῆραι τὰς ἁμαρτάδας δυναταὶ εἶεν τῆς 1.9.9 ἐν μαστροπείῳ διαίτης. διὸ δὴ καὶ Μετάνοιαν τοῦτο δὴ 1.9.9 τῶν γυναικῶν τὸ διαιτητήριον ὁμωνύμως τῷ ἔργῳ ἐπο1.9.10 νομάζουσι. καὶ πολλαῖς μὲν χρημάτων προσόδοις οἱ βασιλεῖς οὗτοι τὸ μοναστήριον δεδώρηνται τοῦτο, πολλὰ δὲ οἰκία κάλλει τε καὶ πολυτελείᾳ