ἀδικήσαντι, διὰ τί προσκυνεῖς τὸν ἀναλίσκοντά σου τὰ κτήματα; Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Ἤκουσεν ὁ Ἰὼβ, καὶ πάλιν ἤνεγκε γενναίως. Ἡ γὰρ ὑπομονὴ ἐκείνου ἀληθῶς ὑπομονὴ ἦν, μέχρι τέλους παρατεταμένη, περὶ ἧς φησιν ὁ Σωτήρ· Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Καθ' ἡμέραν ἔκαμνε προσφέρων θυσίας ὑπὲρ τῶν τέκνων· ἃ καθ' ἡμέραν κάμνων προσέφερεν, ἀθρόως ὁ Θεὸς εἰς θυσίαν ἔλαβε. Πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ. Εἰ ἐγὼ μόνος ἐνεδυόμην, δικαίως ἤλγουν· εἰ δὲ πένητες ἐνεδύοντο, μὴ δύναται ὁ ∆εσπότης ἀμελῆσαι τῶν πτωχῶν; Οἶδα ὅτι ἃ ἔλαβεν εἰς θυσίαν, ἀποδίδωσιν εἰς τὸ πενταπλάσιον. Μὴ γὰρ ἐξ ἀδικίας συνήχθη τὰ κτήματα; μὴ γὰρ ἀπὸ πλεονεξίας ἐκτησάμην τὰ πρόβατα; Ἐκ τῆς κουρᾶς τῶν προβάτων μου ἐθερμάνθησαν ὦμοι πενήτων, καὶ στόμα χήρας εὐλόγησέ με. Οἶδε τί ποιεῖ ὁ Θεός. Νῦν ἐλαβέ μου τὴν ὕπαρξιν, ὡς θυσίαν· πολλαπλασιάζει δέ μου τὴν οὐσίαν εἰς πλεονασμὸν ἀρετῆς. Οὐ σαλεύει με τὰ ἔξωθεν βέλη τοῖς ἔσωθεν ὀχυρούμενον· στηρίζει δέ με μᾶλλον ἔνδοθεν τὰ τοῦ Θεοῦ βέλη. Τὰ γὰρ βέλη τοῦ δυνατοῦ ἠκονημένα· περὶ ὧν ἔλεγε ∆αυῒδ, ὅτι Τὰ βέλη σου ἐνεπάγησάν μοι· Τὰ βέλη, ποῖα; Βέλος εὐσεβείας, βέλος δικαιοσύνης, βέλος πόθου πρὸς Θεὸν, βέλος ζήλου ἀρετῆς· τούτοις τοῖς θείοις βέλεσιν ἡ ψυχὴ τιτρώσκεται. Ὡς οὖν πᾶσαν πεῖραν προσαγαγὼν ὁ διάβολος, καὶ τῶν κτημάτων γυμνώσας, τῆς ἀρετῆς οὐκ ἐγύμνωσε, χωρεῖ λοιπὸν ἐπὶ τὴν φύσιν, καὶ τὴν γεωργίαν τῆς φύσεως βιάζεται, καὶ ἀποσπᾷ τοὺς κλάδους ἀπὸ τῆς ῥίζης, καὶ συντρίβει τοὺς παῖδας τοῦ καλοῦ ἀγωνιστοῦ· περιαιρεῖ τὸν καρπὸν, ἵνα λυπήσῃ τὸν γεννήσαντα. Καὶ τί ποιεῖ; Βλέπε καὶ τὴν ἀγγελίαν τοῦ Πονηροῦ, πῶς μεστὴ μέν ἐστιν εἰρωνείας, καὶ εἰς γοητείαν ῥέπουσα, καὶ κατακλάσαι τὴν ψυχὴν τοῦ γενναίου δυναμένη. Λέγει οὖν αὐτῷ· Τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων ἐν τῇ οἰκίᾳ τοῦ πρεσβυτέρου σου υἱοῦ, ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου, καὶ συνέσεισε τὸν οἶκον, καὶ ἔπεσεν ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Καὶ τὸ ῥῆμα ὑποκοριστικὸν, δυνάμενον ἐγεῖραι πένθος. Οὐκ εἶπεν, Ἐπὶ τὰ τέκνα σου, ἀλλὰ, Ἐπὶ τὰ παιδία, ἵνα τῶν παίδων ἀκούσας, εἰς οἶκτον ἔλθῃ, ἵνα καμφθῇ πρὸς συμπάθειαν. Ἦλθε πνεῦμα μέγα ἐκ τῆς ἐρήμου. Πάλιν τὸν κριτὴν διαβάλλει· πνεῦμα γὰρ οὐκ ἀνθρώποις ὑπακούει, ἀλλὰ τῷ Θεῷ. Ἔπεσεν ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν. Τότε Ἰὼβ ἀνέστη· οὕτω γὰρ γέγραπται. Καλὸν τὸ, Ἀνέστη· οὐ γὰρ κατέπεσε τῇ πληγῇ, ἀλλ' ἀνέστη τῇ δυνάμει τῆς εὐσεβείας· Ἀνέστη, καὶ προσεκύνησε. Μισθὸς συμφορῶν ἡ προσκύνησις. Τυπτόμενος εὐλόγει· συμφοραῖς βαλλόμενος εὐχαρίστει. Καὶ περιεκείρατο τὴν κόμην. Νῦν ἐφ' ἡμῶν τῶν πενθούντων πολλοὶ τρέφουσι κόμην, ἐκεῖνος δὲ περιῄρει. ∆ιὰ τί; Τῷ πενθοῦντι τὸ σπουδαζόμενον, εἰς τὸ ἐναντίον σχῆμα περιστῆσαι τὴν κατάστασιν. Ὅπου οὖν τιμᾶται κόμη, σημεῖον πένθους τὸ μὴ κείρεσθαι. Πανταχοῦ γὰρ τὸ ἐναντίον ζητεῖται σχῆμα ἀπὸ τῶν πενθούντων. Καὶ διέῤῥηξε τὰ ἱμάτια· τῷ μὲν σχήματι πρὸς τὸ πάθος ἀποσυρόμενος, τῷ δὲ πράγματι πρὸς τὴν ἀρετὴν ἀποδυόμενος. Ἀποδύεται τὸ ἱμάτιον, ἵνα ὡς γυμνὸς ἀθλητὴς περιπλακῇ τῷ ἀντιπάλῳ, καὶ ἐξ ἀναντιῤῥήτου πάλης βραβεύσῃ τὴν δικαιοσύνην. Ἀπεδύσατο τὸ ἱμάτιον ὁ ἐνδεδυμένος τὴν δικαιοσύνην· καί φησιν ὁ μέγας λαμ56.575 πτὴρ τῆς εὐσεβείας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ὢ γενναίας ψυχῆς! Αὕτη ἡ φωνὴ βέλος ἐγένετο κατὰ τοῦ διαβόλου, αὕτη ἡ φωνὴ βέλη κατὰ τῶν δαιμόνων ἀπέστειλεν, ἔῤῥηξε τὴν φάλαγγα τῶν ἐναντίων. Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι. Ἀποστολικὴ ἡ φωνὴ πρὸ τῶν ἀποστολικῶν χρόνων ἀνδριζομένη· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρὸς, γυμνὸς καὶ ἀπελεύσομαι· ὡς ὁ Ἀπόστολος· Οὐδὲν ἐπηνέγκαμεν εἰς τὸν κόσμον· δῆλον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο. δʹ. Πάντων περιῃρέθη, ἵνα συντέμω, καὶ ἡ γυνὴ μόνη ὑπελέλειπτο, τὸ ἀρχαῖον ὄργανον τοῦ διαβόλου. Ἡ