τῆς οὐσίας αὐτοῦ τυγχάνειν. ∆ιόπερ τῇ διανοίᾳ καὶ αὐτοὶ συντιθέμεθα, οὐδὲ τὴν φωνὴν τοῦ «ὁμοουσίου» παραιτούμενοι, τοῦ τῆς εἰρήνης σκοποῦ πρὸ ὀφθαλμῶν ἡμῖν κειμένου, καὶ τοῦ μὴ τῆς ὀρθῆς ἐκπεσεῖν διανοίας. Κατὰ τὰ αὐτὰ δὲ, καὶ τὸ «γεννηθέντα καὶ οὐ ποιηθέντα» κατεδεξάμεθα, ἐπειδὴ τὸ ποιηθὲν κοινὸν ἔφασκον εἶναι πρόσρημα τῶν λοιπῶν κτισμάτων, τῶν διὰ τοῦ Υἱοῦ γενομένων, ὧν οὐδὲν ὅμοιον ἔχειν τὸν Υἱόν· διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα, τοῖς δι' αὐτοῦ γενομένοις ὅμοιον· κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ Πατρὸς γεγεννῆσθαι διδάσκει τὰ θεῖα λόγια, τοῦ τρόπου τῆς γεννήσεως ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος. Οὕτω δὲ καὶ τὸ «ὁμοούσιον εἶναι τοῦ Πατρὸς» τὸν Υἱὸν ἐξεταζόμενος ὁ λόγος συνίστησιν, οὐ κατὰ τὸν τῶν σωμάτων τρόπον, οὐδὲ τοῖς θνητοῖς ζῴοις παραπλησίως· οὔτε γὰρ κατὰ διαίρεσιν τῆς οὐσίας, οὔτε κατὰ ἀποτομὴν, ἢ ἀλλοίωσιν τῆς τοῦ Πατρὸς οὐσίας τε καὶ δυνάμεως· τούτων γὰρ πάντων ἀλλοτρίαν εἶναι τὴν ἀγέννητον φύσιν τοῦ Πατρός· παραστατικὸν δὲ εἶναι «τῷ Πατρὶ τὸ ὁμοούσιον,» τὸ μηδεμίαν ἐμφέρειαν πρὸς τὰ γενητὰ κτίσματα τὸν Υἱὸν τοῦ Θεοῦ ἐμφαίνειν· μόνῳ δὲ τῷ Πατρὶ τῷ γεγεννηκότι κατὰ πάντα τρόπον ἀφωμοιῶσθαι, καὶ μὴ εἶναι ἐξ ἑτέρας τὲ ὑποστάσεως καὶ οὐσίας, ἀλλ' ἐκ τοῦ Πατρός. Ὧι καὶ αὐτῷ τοῦτον ἑρμηνευθέντι τὸν τρόπον, καλῶς ἔχειν ἐφάνη συγκαταθέσθαι· ἐπεὶ καὶ τῶν παλαιῶν τινὰς λογίους καὶ ἐπιφανεῖς ἐπισκόπους καὶ συγγραφέας ἔγνωμεν, ἐπὶ τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεολογίας τῷ τοῦ «ὁμοουσίου» συγχρησαμένους ὀνόματι. Ταῦτα μὲν οὖν περὶ τῆς ἐκτεθείσης εἰρήσθω πίστεως, ᾗ συνεφωνήσαμεν οἱ πάντες οὐκ ἀνεξετάστως, ἀλλὰ κατὰ τὰς ἀποδοθείσας διανοίας, ἐπ' αὐτοῦ τοῦ θεοφιλεστάτου βασιλέως ἐξετασθείσας, καὶ τοῖς εἰρημένοις λογισμοῖς συνομολογηθείσας· καὶ τὸν ἀναθεματισμὸν δὲ τὸν μετὰ τὴν πίστιν πρὸς αὐτῶν ἐκτεθέντα, ἄλυπον εἶναι ἡγησάμεθα, διὰ τὸ ἀπείργειν ἀγράφοις χρήσασθαι φωναῖς· διὸ σχεδὸν ἡ πᾶσα γέγονε σύγχυσίς τε καὶ ἀκαταστασία τῶν ἐκκλησιῶν. Μηδεμιᾶς γοῦν θεοπνεύστου γραφῆς τῷ «ἐξ οὐκ ὄντων,» καὶ τῷ «ἦν ποτὲ ὅτε οὐκ ἦν,» καὶ τοῖς ἑξῆς ἐπιλεγομένοις κεχρημένης, οὐκ εὔλογον ἐφάνη ταῦτα λέγειν καὶ διδάσκειν· ᾧ καὶ αὐτῷ καλῶς δόξαντι συνεθέμεθα, ἐπεὶ μηδὲ ἐν τῷ πρὸ τούτου χρόνῳ, τούτοις εἰώθαμεν χρῆσθαι τοῖς ῥήμασι ..... Ταῦτα ὑμῖν ἀναγκαίως διεπεμψάμεθα, ἀγαπητοὶ, τὸ κεκριμένον τῆς ἡμετέρας ἐξετάσεώς τε καὶ συγκαταθέσεως φανερὸν ὑμῖν καθιστῶντες· καὶ, ὡς εὐλόγως, τότε μὲν καὶ μέχρι ὑστάτης ὥρας ἐνιστάμεθα, ὅθ' ἡμῖν τὰ ἑτεροίως γραφέντα προσέκοπτεν· τότε δὲ ἀφιλονείκως τὰ μὴ λυποῦντα κατεδεξάμεθα, ὅτε ἡμῖν εὐγνωμόνως ἐξετάζουσι τῶν λόγων τὴν διάνοιαν ἐφάνη συντρέχειν τοῖς ὑφ' ἡμῶν αὐτῶν ἐν τῇ προεκτεθείσῃ πίστει ὡμολογημένοις. Τοιαῦτα μὲν ὁ τοῦ Παμφίλου Εὐσέβιος εἰς τὴν Παλαιστίνης Καισάρειαν διεπέμψατο. Καὶ τῇ Ἀλεξανδρέων δὲ ἐκκλησίᾳ, καὶ τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύῃ καὶ Πενταπόλει, κοινῇ ψήφῳ τάδε ἡ σύνοδος ἔγραψεν. 1.9 Ἐπιστολὴ τῆς συνόδου, περὶ ὧν ὥρισεν ἡ σύνοδος· καὶ ὡς καθῃρέθη Ἄρειος, καὶ οἱ ὁμοφρονοῦντες αὐτῷ. Τῇ ἁγίᾳ Θεοῦ χάριτι, καὶ μεγάλῃ Ἀλεξανδρέων ἐκκλησίᾳ, καὶ τοῖς κατ' Αἴγυπτον, καὶ Λιβύην καὶ Πεντάπολιν ἀγαπητοῖς ἀδελφοῖς, οἱ ἐν Νικαίᾳ συναχθέντες, καὶ τὴν μεγάλην καὶ ἁγίαν σύνοδον συγκροτήσαντες ἐπίσκοποι, ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ τῆς τοῦ Θεοῦ χάριτος, καὶ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου συναγαγόντος ἡμᾶς ἐκ διαφόρων πόλεών τε καὶ ἐπαρχιῶν, μεγάλη καὶ ἁγία σύνοδος ἐν Νικαίᾳ συνεκροτήθη, ἐξ ἅπαντος ἀναγκαῖον ἐφάνη, παρὰ τῆς ἱερᾶς συνόδου καὶ πρὸς ὑμᾶς ἐπιστεῖλαι γράμματα· ἵν' εἰδέναι ἔχοιτε τίνα μὲν ἐκινήθη καὶ ἐξητάσθη, τίνα δὲ ἔδοξε καὶ ἐκρατύνθη. Πρῶτον μὲν οὖν ἐξ ἁπάντων ἐξητάσθη τὰ κατὰ τὴν ἀσέβειαν καὶ τὴν παρανομίαν Ἀρείου καὶ τῶν σὺν αὐτῷ ἐπὶ παρουσίᾳ τοῦ θεοφιλεστάτου βασιλέως Κωνσταντίνου· καὶ παμψηφεὶ ἔδοξεν ἀναθεματισθῆναι τὴν ἀσεβῆ αὐτοῦ δόξαν, καὶ τὰ ῥήματα καὶ τὰ ὀνόματα τὰ βλάσφημα, οἷς ἐκέχρητο βλασφημῶν, τὸν Υἱὸν τοῦ