1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

12

ἀγαθωτάτῳ πατρί. Οὗ δὴ χάριν καὶ ἡμεῖς ἀντιτασσόμεθα αὐτῷ, εἰς ἐκδίκησιν τοῦ πατρὸς ἀνθιστάμενοι τοῖς νόμοις αὐτοῦ. Καὶ ἐπειδὴ οὗτος εἶπεν, "Οὐ μοιχεύσεις," ἡμεῖς, φησὶ, μοι χεύσωμεν ἐπὶ καταλύσει τῆς ἐντολῆς αὐτοῦ. Τούτους εἰκότως ἄν τις ἐφευρετὰς ὀνομάσοι κακῶν, οἳ ταῖς ἀσελγείαις τὰς βλασφημίας συνάπτουσιν. ΙΖʹ. -Περὶ τῶν Περατῶν. Ἀδέμης δὲ ὁ Καρύστιος, καὶ ὁ Περατικὸς Εὐφρά της, ἀφ' οὗ Περάται προσηγορεύθησαν οἱ τούτων ὁμόφρονες, ἕνα κόσμον εἶναί φασι τριχῆ διῃρημένον· καὶ τὸ μὲν ἓν μέρος, οἷόν τινα πηγὴν εἶναι μεγά 83.369 λην, εἰς ἄπειρα διαιρεθῆναι τῷ λόγῳ δυνάμενον. Τὴν δὲ πρώτην τομὴν Τριάδα προσαγορεύουσι, καὶ κα λοῦσιν αὐτὴν ἀγαθὸν τέλειον, μέγεθος πατρικόν. Τὸ δὲ δεύτερον, δυνάμεων ἀπείρων τὸ πλῆθος. Τὸ δὲ τρίτον καλοῦσιν ἰδικόν. Καὶ τὸ μὲν πρῶτον ἀγέννη τον λέγουσι, καὶ ὀνομάζουσι τρεῖς θεοὺς, τρεῖς λό γους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους. Ἄνωθεν δὲ ἀπὸ τῆς ἀγεννησίας, καὶ τῆς πρώτης τοῦ κόσμου διαιρέ σεως, παρ' αὐτὴν τὴν τοῦ κόσμου συντέλειαν, ἐν τοῖς Ἡρώδου χρόνοις κατεληλυθέναι τριφυῆ τινα ἄνθρω πον, καὶ τρίσωμον, καὶ τριδύναμον, καλούμενον Χριστόν· καὶ διελθεῖν τόν τε ἀγέννητον κόσμον, καὶ τὸν αὐτογενῆ, καὶ ἐλθεῖν εἰς τόνδε τὸν κόσμον ἐν ᾧ ἐσμεν. Κατελθὼν δὲ ὁ Χριστὸς, τὰ μὲν ἄνωθεν κατ ενηνεγμένα ἐπανελθεῖν ἄνω παρασκευάσει, τὰ δὲ τούτοις ἐπιβουλεύσαντα παραδώσει κολάσει. Καὶ τὸν μὲν ἀγέννητον κόσμον, καὶ τὸν αὐτογενῆ, σωθήσε σθαι λέγουσι· τοῦτον δὲ τὸν κόσμον ἀπόλλυσθαι, ὃν ἰδικὸν ὀνομάζουσι. ΙΗʹ. -Περὶ Μονοΐμου. Μονόϊμον τὸν Ἄραβα λέγουσιν ἐκ τῆς ἀριθμητικῆς ἐπιστήμης λαβόντα τὰς ἀφορμὰς, τὴν οἰκείαν αἵρε σιν διαπλᾶσαι. ΙΘʹ. -Περὶ Ἑρμογένους. Ὁ δὲ Ἑρμογένης ἐξ ὑποκειμένης ὕλης καὶ συναγεννήτου τὸν Θεὸν ἔφη δημιουργῆσαι τὰ πάντα. Ἀδύνατον γὰρ ὑπέλαβεν ὁ ἐμβρόντητος καὶ τῷ Θεῷ τῶν ὅλων, ἐκ μὴ ὄντων δημιουργεῖν. Οὗτος τοῦ Κυ ρίου τὸ σῶμα ἐν τῷ ἡλίῳ εἶπεν ἀποτεθῆναι, τὸν δὲ διάβολον καὶ τοὺς δαίμονας εἰς τὴν ὕλην ἀναχεθήσε σθαι. Κατὰ τούτου συνέγραψε Θεόφιλος ὁ τῆς Ἀν τιοχέων ἐπίσκοπος, καὶ Ὠριγένης ὡσαύτως. Κατὰ δὲ Βαλεντίνου, καὶ τῶν ἐξ ἐκείνου, καὶ Εἰρηναῖος, καὶ Κλήμης, καὶ Ὠριγένης. Κʹ. -Περὶ Τατιανοῦ καὶ Ὑδροπαραστατῶν, ἤτοι Ἐγκρατιτῶν. Τατιανὸς δὲ ὁ Σύρος, σοφιστὴς ἐγεγόνει τὸ πρῶτον, ἔπειτα δὲ καὶ τοῦ θεσπεσίου Ἰουστίνου τοῦ μάρτυρος ἐγένετο φοιτητής. Μετὰ δὲ τὴν τοῦ διδασκάλου τε λείωσιν, ἐπόθησε γενέσθαι προστάτης αἱρέσεως. Ἠρανίσατο δὲ τὰς τοῦ πλάσματος ἀφορμὰς, ἀπὸ μὲν Βαλεντίνου, τῶν Αἰώνων τὰς προβολὰς, ἀπὸ δὲ Σατορνίλου καὶ Μαρκίωνος, τὸ τὸν γάμον βδελύττεσθαι, καὶ τὴν τῶν ἐμψύχων, καὶ τὴν τοῦ οἴνου μετάληψιν. Τοῦτον ἔχουσιν ἀρχηγὸν οἱ λεγόμε νοι Ὑδροπαραστάται καὶ Ἐγκρατιταί. Ὑδροπαραστάται δὲ ὀνομάζονται, ὡς ὕδωρ ἀντὶ οἴνου προσφέροντες· Ἐγκρατιταὶ δὲ, ὡς μήτε οἶνον πί νοντες, μήτε τῶν ἐμψύχων μεταλαμβάνοντες. Ἀπ 83.372 έχονται δὲ τούτων, ὡς πονηρὸν μυσαττόμενοι. Καὶ τὴν ἀγαμίαν δὲ μετίασι, πορνείαν τὸν γάμον προσαγορεύοντες, καὶ τὴν ἔννομον κοινωνίαν διαβο λικὴν ὀνομάζοντες. Οὗτος καὶ τὸ διὰ τεσσάρων κα λούμενον συντέθεικεν Εὐαγγέλιον, τάς τε γενεαλο γίας περικόψας, καὶ