12
πατρικῆς καὶ θεοπνεύστου τῶν Χριστιανῶν ὀρθοδοξίας, ἔκδικε τοῦ θεοῦ καὶ τῆς ἀληθείας ὑπέρμαχε, τηλικαῦταί σου αἱ τῶν ἀρετῶν ἐπιδόσεις. ὡς μεγάλοι καὶ ἀξιέπαινοι οἱ μισθοί σου, ὡς πολύ σου καὶ ὑπερβάλλον τὸ ἀνταπόδομα παρὰ τοῦ τῶν ὅλων θεοῦ. μέγα μὲν γὰρ καὶ τὸ ἕνα σῴζειν (πῶς γὰρ οὔ; ἐπεί, ὥς φησιν ἡ θεία Γραφή, ὁ ἐξάγων ἄξιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται), τὸ δὲ τοσαύτας ψυχὰς καὶ τὸ πᾶν τοῦ λαοῦ, πῶς οὐ μέγα καὶ σεβάσμιον καὶ τῆς ἄνωθεν μεγαλοδωρεᾶς ὄντως ἐπάξιον; σὺ οὖν, τὸ μέγα ὄντως καὶ πραγματικὸν ὄνομα, μετὰ τοῦ παντὸς καλοῦ εἰσελήλυθας εἰς τὰ βασίλεια καὶ σὺ τὰ ἐγκαταλείμματα τῆς δικαιοσύνης ἐάσειας διαιωνίζοντα. 8 {1Συμεὼν ἡγουμένῳ}1 Ὑπὲρ ἡμᾶς τὰ καθ' ἡμᾶς ὑπολαμβάνουσα ἡ πατρική σου ἁγιωσύνη, διὰ τῶν δύο αὐτῆς ἱερογράφων ἐπιστολῶν ὡμίλησεν ἡμῖν τὰ ξενίζοντα καὶ ἐκπλήττοντα. ἀλλὰ περὶ μὲν τῶν γραμματηφόρων εὐδόκησεν ὁ θεός, ὑποκλιθέντος τοῦ ἡγουμένου, ἀναληφθῆναι αὐτοὺς ἐν τῷ οἰκείῳ αὐτῶν μοναστηρίῳ, καλῶς τοῦτο πραξάσης τῆς θεοσεβείας σου εἰς τὸ ἀνθυπενεγκεῖν αὐτοὺς διὰ τοῦ διδακτικοῦ αὐτῆς λόγου εἰς τὰ πατρῷα καὶ πνευματικὰ σπλάγχνα· περὶ δὲ τοῦ λιποτακτήσαντος ἀδελφοῦ ἡμῶν καὶ ὡς ἐκ παραδείσου τῆς κοινοβιακῆς ζωῆς ἐξοστρακισθέντος οὐκ οἶδ' ὅ τι εἴπωμεν, καὶ ἡμεῖς ἑωρακότες τὸν ἄνδρα τὸ πρότερον ὡς ἀληθῶς ἄμπελον θεοφύτευτον, πᾶσαν ἀληθινήν, πᾶσαν καρποφόρον. καὶ πῶς ὅτι ἄρτι ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν, στραφείσης αὐτῆς, ὡς εἰπεῖν, εἰς πικρίαν θανατικήν; μὴ γὰρ ὅτι οὐ παραδοθεὶς τοῖς ἀτιθάσσοις θηρσὶ τῶν παθῶν, φιλοσαρκίας τε φημὶ καὶ φιλαρχίας, ἔστιν ἰδεῖν αὐτὸν ἄρτι τῇ τοῦ νοῦ θεωρίᾳ βιβρωσκόμενον ὑπ' αὐτῶν καὶ κατα σπαρασσόμενον οἷα ἀπὸ στόματος λεόντων; τὴν ἴσην γάρ, ὡς οἶσθα, κρίνει ἀπόπτωσιν ὁ θεῖος Βασίλειος τῷ ἀλόγως ἀναχωροῦντι καὶ ἀποσχιζομένῳ πατρὸς τοῦ καὶ αὐτὸ τὸ θεῖον ἐπάγγελμα ἀπορριπτομένου· διὰ τοῦτο καὶ τῆς αὐτῆς εἰσι καταδίκης ἐπὶ τῆς ἀκοινωνησίας καὶ τῶν ἄλλων ἐπιτιμίων. Ἀλλὰ τοῦτον μὲν εὐχόμεθα ὡς ἁμαρτωλοὶ ἀντωπῆσαι πάλιν πρὸς τὸ πρότερον φῶς ἐκ τῆς ἀμβλυωπαθοῦς καὶ ἐζοφωμένης αὐτοῦ ἐννοίας καὶ οἴκαδε αὖθις ἐπανιέναι πρὸς τὸν γλυκὺ πατέρα καὶ τὴν φιλτάτην συνοδίαν. αὐτοὺς δὲ τοὺς ἀδελφοὺς παρακαλοῦμεν στῆναι γενναίως πρὸς τὴν κοινοβιακὴν ἄθλησιν καὶ μὴ σαλευθῆναι ἐκ τῆς τοῦ ἀσεβοῦς καταπτώσεως, μᾶλλον δὲ καὶ μᾶλλον ἐντεῦθεν ἐπιδράξασθαι γνησιωτέρας πίστεως καὶ ἀδιασπάστου συντεύξεως, τοσοῦτον μέχρις αἵματος, καθὼς οἱ θεοφόροι πατέρες διαγορεύουσιν, ἵνα τελειότητι τοῦ ὑποτακτικοῦ αὐτῶν βίου τὸν τοῦ μαρτυρίου στέφανον ἀναδήσωνται ἐν τῇ ἡμέρᾳ τῆς διαγνώσεως, χορεύοντες μετὰ ∆οσιθέου καὶ Ἀκακίου καὶ ∆ομετιανοῦ τῶν πάνυ παναγίων, τῶν πανυπηκόως τὴν πολιτείαν τετελειωκότων. σήμερον γάρ, καθὼς αἱ λοιπαὶ φωναὶ τῆς ὁσιότητός σου, ἀκρισία πᾶσα καὶ ἀνυποταξία, ἐπερειδομένων τῶν πάντων σχεδὸν εἰπεῖν ταῖς ἀνθρωπίναις συνηθείαις καὶ ταῖς τῶν προσεχεστέρων διακρατήσεσιν, ἐξ ἐναντίας ἐχούσαις τῶν ἐντολῶν τοῦ θεοῦ καὶ μᾶλλον αἱρουμένων τοῦ δεῖνος καὶ τοῦ δεῖνος ἡγουμένου παρατηρεῖν τὸν βίον ἢ τῶν θεσπεσίων πατέρων ἡμῶν. ἔνθεν οἱ ποιμένες, ἐξ ὧν ἐγὼ πρῶτος, ἠφρονεύσαμεν καὶ τὸν κύριον οὐκ ἐκζητοῦμεν οὐδὲ τὸ ἀμώμητον καὶ ἀκράδαντον τῆς πολιτείας ἰχνηλατοῦμεν, ἀλλ' ὡς παλαιωθέντος τοῦ θείου νόμου καὶ ἀργήσαντος τοῦ εὐαγγελίου καὶ ἀτονησάντων τῶν πνευματικῶν θεσμῶν καί, ἵνα τι εἴπω καὶ βλασφημότερον, ὡς ἀλλοιωθέντος τοῦ ἀναλλοιώτου θεοῦ· τοῦτο γάρ ἐστι πρὸς τὸ λέγειν καὶ καταιτιᾶσθαι τοὺς χρόνους καὶ τὰς ἡμέρας καὶ τὰς γενεάς, ἀλλοίως μὲν ἐκείνας καὶ ἀλλοίως ταύτας. Ἐγὼ δὲ ἀνταποκρίνομαι ὡς οὐ παρὰ τὸ τοῦ χρόνου διάφορον τοῦτο ὑπήχθη (οὐδὲ γὰρ ἑτερόμορφος γέγονεν ὁ οὐρανὸς οὐδὲ ἑτεροκίνητος οὐδὲ ἑτερολαμπὴς ὁ δημιουργὸς τῆς ἡμέρας φωστὴρ οὐδὲ παρὰ τὴν πρὶν τάξιν φέρεταί τε καὶ διεξάγεται τὸ πᾶν· ἔστησεν γὰρ αὐτά, κατὰ