1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

12

ἐντειλαμένη τῷ υἱῷ περὶ τῆς εἰς Χριστὸν εὐσεβείας. ἐτάφη δὲ ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων ἐν Κωνσταντινουπόλει, ὃν ἔκτισεν ὁ υἱὸς αὐτῆς Κωνσταντῖνος εἰς τὸ θάπτεσθαι τοὺς τελευτῶντας βασιλεῖς Χριστιανούς. πρώτη δὲ ἐτάφη ἐν αὐτῷ ἡ μακαρία Ἑλένη, μνήμαις φαιδραῖς καὶ παννυχίσι τιμηθεῖσα. αἱ δὲ ἐν Ἱεροσολύμοις ἱεραὶ παρθένοι, ἃς ἑστιῶσα δι' ἑαυτῆς, ὡς θεράπαινα, ταῖς τραπέζαις διηκόνει ἡ θεόφρων Ἑλένη, διὰ παντὸς θείαις μνήμαις αὐτὴν ἐμακάριζον. Εὐσεβίῳ δὲ τῷ Παμφίλου βίβλους ἱερὰς κατασκευάσαι ὁ βασιλεὺς προσέταξε λόγῳ τῶν ἐκκλησιῶν Κωνσταντινουπόλεως παρασχὼν αὐτῷ καὶ δημόσια χρήματα. Κόσμου ἔτη εωιηʹ. Τῆς θείας σαρκώσεως ἔτη τιή. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. κβʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κδʹ. Ῥώμης ἐπίσκοπος Σίλβεστρος ἔτη κηʹ. κϛʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ζʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κ. ιβʹ Ἀλεξανδρείας ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. κʹ. Ἀντιοχείας ἐπίσκ. κγʹ Εὐστάθιος ἔτη ιηʹ. ιβʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος νικητὴς εὐσεβέστατος κατὰ Γερμανῶν καὶ Σαρματῶν καὶ Γότθων στρατεύσας νίκην ἤρατο κραταιὰν διὰ τῆς 28 τοῦ σταυροῦ δυνάμεως, καὶ τούτους ἐρημώσας εἰς ἐσχάτην αὐτοὺς κατήγαγε δουλείαν. Τῷ δ' αὐτῷ ἔτει καὶ ∆ρεπάναν ἐπικτίσας εἰς τιμὴν Λουκιανοῦ τοῦ ἐκεῖσε μάρτυρος ὁμώνυμον τῇ μητρὶ αὐτοῦ Ἑλενόπολιν κέκληκεν. τῷ συμβόλῳ τῆς ἐκτεθείσης ἐν Νικαίᾳ ὑπὸ τῶν πατέρων πίστεως πᾶσαν ὀρθοδοξίαν Εὐσέβιος ὁ Παμφίλου μαρτυρεῖ γράφων τοῖς ἑαυτοῦ πολίταις καὶ ἑρμηνεύων τὰ ῥήματα πρὸς τὴν διάνοιαν. Ἀθανάσιος δὲ ἐν τῇ πρὸς Ἄφρους ἐπιστολῇ μαρτυρεῖ τῷ Παμφίλου ὡς δεξαμένῳ τὴν φωνὴν τοῦ ὁμοουσίου. ὁ δὲ Θεοδώρητός φησιν ὅτι Εὐσέβιος ὁ Παμφίλου σύμφρων τῶν Ἀρειανῶν ὑπῆρχεν, Εὐσεβίου τοῦ Νικομηδείας καὶ τῶν σὺν αὐτῷ, ὅθεν καὶ τῇ καθαιρέσει τοῦ θείου Εὐσταθίου Ἀντιοχείας συνέδραμεν, μεθ' ὧν καὶ τὸν βασιλέα πείσας δικαίως αὐτὸν καθαιρεῖσθαι ἐν τῷ Ἰλλυρικῷ παρεσκεύασεν αὐτὸν ἐξορισθῆναι. κγʹ. κεʹ. κζʹ. ηʹ. ιγʹ. καʹ. ιγʹ. Τούτῳ τῷ ἔτει ἐν Ἀντιοχείᾳ τὸ ὀκτάγωνον κυριακὸν ἤρξατο οἰκοδομεῖσθαι. κδʹ. κϛʹ. κηʹ. θʹ. ιδʹ. κβʹ. ιδʹ. Τούτῳ τῷ ἔτει Κωνσταντῖνος ὁ εὐσεβὴς τὸν ∆ανοῦβιν περάσας γέφυραν ἐν αὐτῷ λιθίνην πεποίηκε καὶ τοὺς Σκύθας ὑπέταξεν. Ῥώμης ἐπίσκοπος λβʹ Μάρκος ἔτη βʹ. κεʹ. κζʹ. αʹ. ιʹ. ιεʹ. κγʹ. ιεʹ. Τούτῳ τῷ ἔτει κτίζων Κωνσταντῖνος ὁ εὐσεβὴς τὴν Κωνσταντινούπολιν Ῥώμην νέαν χρηματίζειν ταύτην ἐθέσπισε καὶ σύγκλητον ἔχειν ἐκέλευσεν, στήσας καὶ πορφυροῦν κίονα καὶ ἐπάνω αὐτοῦ ἀνδριάντα ἑαυτοῦ ἀπὸ τοῦ τόπου, οὗ ἤρξατο οἰκοδομεῖν τὴν πόλιν, ἐπὶ τὸ δυτικὸν μέρος τῆς ἐπὶ Ῥώμην ἐξιούσης πύλης, κοσμήσας τὴν πόλιν καὶ κομίσας ἐν αὐτῇ ἀπὸ πάσης ἐπαρχίας καὶ πόλεως, εἴ τι ἔργον ἦν εὐκοσμίας καὶ ἀνδριάντων καὶ χαλκοῦ καὶ μαρμάρου. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. κϛʹ. κηʹ. βʹ. ιαʹ. ιϛʹ. αʹ. ιϛʹ. Τούτῳ τῷ ἔτει ἐπέτεινε Κωνσταντῖνος ὁ εὐσεβὴς τὴν κατὰ τῶν εἰδώλων καὶ τῶν ναῶν αὐτῶν κατάλυσιν, καὶ κατὰ τόπους ἠφανίζοντο· καὶ αἱ πρόσοδοι αὐτῶν ταῖς ἐκκλησίαις τοῦ θεοῦ ἀπεδίδοντο. 29 Κόσμου ἔτη εωκγʹ. Τῆς θείας σαρκώσεως ἔτη τκγʹ. Ῥωμαίων βασιλεὺς Κωνσταντῖνος ἔτη λβʹ. κζʹ. Περσῶν βασιλεὺς Σαβώρης ἔτη οʹ. κθʹ. Ῥώμης ἐπίσκοπος Ἰούλιος ἔτη ιεʹ. αʹ. Κωνσταντ. ἐπίσκοπος Ἀλέξανδρος ἔτη κγʹ. ιβʹ. Ἱεροσολύμων ἐπίσκοπος Μακάριος ἔτη κʹ. ιζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Ἀθανάσιος ἔτη μϛʹ. βʹ. Ἀντιοχείας ἐπίσκοπος Εὐστάθιος ἔτη ιηʹ. ιζʹ. Τούτῳ τῷ ἔτει ἡ ἐν Νικομηδείᾳ βασιλικὴ πυρὶ θείῳ κατεφλέχθη. κηʹ. λʹ. βʹ. ιγʹ. ιηʹ. γʹ. ιηʹ. Τούτῳ τῷ ἔτει, μελλούσης τῆς ἑβδόμης ἰνδικτιῶνος ἐπιλαμβάνεσθαι, λιμὸς ἐγένετο ἐν τῇ ἀνατολῇ ἐπικρατήσας σφοδρότερον, ὥστε κώμας κατὰ τὸ αὐτὸ ἐν ὄχλῳ πολλῷ συναγομένας ἐπὶ τῆς χώρας Ἀντιοχέων καὶ τῆς Κύρου ἐπέρχεσθαι κατ' ἀλλήλων καὶ ἁρπάζειν μὲν ὡς ἐν νυκτὶ ταῖς ἐφόδοις, ἔσχατον δὲ ἐν ἡμέρᾳ ἐπεισιέναι εἰς τοὺς σιτοβολῶνας καὶ ἐν ταῖς