δίαιταν χρῆσθαι τῷ χείρονι πῶς εὔλογον; εἴτε πλείων ἐν τούτοις ἡ δύναμις ἡ θεία, τί πρὸς τὴν τροφὴν τὰ τοιαῦτα χρήσιμα, τοῦ θρεπτικοῦ καὶ αὐξητικοῦ μέρους τῆς ψυχῆς ὄντος σωματικωτέρου; Τὸ δὲ ἀπέχεσθαι γάμου καὶ ἀφροδισίων δεδιότας, μὴ κατὰ τὴν τοῦ γένους διαδοχὴν ἐπὶ πλέον ἐνοικήσῃ τῇ ὕλῃ ἡ δύναμις ἡ θεία, θαυμάζω πῶς καὶ αὐτοὶ ἑαυτοὺς ἀποδέχονται. εἰ γὰρ μὴ ἐξαρκεῖ ἡ τοῦ θεοῦ πρόνοια, ὥστε καὶ διὰ γενέσεων καὶ διὰ τῶν ἀεὶ <κατὰ τὰ αὐτὰ> καὶ ὡσαύτως ἐχόντων ἀποικονομήσασθαι τῆς ὕλης τὴν θείαν δύναμιν, τί ἡ τοῦ Μανιχαίου ἐπίνοια ὑπὲρ τούτου διαμηχανήσασθαι δύναται; οὐ γὰρ δήπου γιγαντείῳ λήματι ὡς ἀληθῶς φησιν τῷ θεῷ βοηθὸς πρὸς τοῦτο γεγονέναι, ἵνα τὰς γενέσεις ἀναιρῶν σύντομον ποιήσῃ τὴν τῆς θείας δυνάμεως ἀπὸ τῆς ὕλης ἀναχώρησιν. Ἃ δὲ λέγεται ὑπὸ τῶν ποιήσεων περὶ τῶν Γιγάντων, ἄντικρυς μῦθός ἐστιν. οἱ μὲν γὰρ περὶ τούτων διατάττοντες ἐν ἀλληγορίαις τὰ τοιαῦτα προφέρονται τὸ σεμνὸν τοῦ λόγου ἀποκρύπτοντες τῇ τοῦ μύθου ἰδέᾳ· οἷον ὅταν ἡ τῶν Ἰουδαίων ἱστορία φῇ τοὺς ἀγγέλους ταῖς θυγατράσι τῶν ἀνθρώπων εἰς ἀφροδισίων συνεληλυθέναι μῖξιν, τὰς γὰρ θρεπτικὰς δυνάμεις τῆς ψυχῆς ἀπὸ τῶν ἄνω ἐπὶ τὰ τῇδε <...> ἡ τοιαύτη προφορὰ τοῦ λόγου σημαίνει. οἱ ποιηταὶ δὲ ἐκ γῆς ἐνόπλους ἀνασχεῖν λέγοντες τούτους εἶτ' εὐθὺς πρὸς θεοὺς ἀντάραντας ἀπολωλέναι, τὸ ταχὺ καὶ ἐπίκηρον τῶν σωμάτων ὑποδηλοῦντες, οὕτω τὴν ποίησιν εἰς ψυχαγωγίαν τῷ θαύματι κατακοσμοῦσιν. οἳ δὲ οὐδὲν εἰδότες τούτων, ἔνθα δἂν παραλογισμοῦ τινος εὐπορῆσαι δύνωνται, ὁπόθεν δήποτε ἐκεῖνο ἕρμαιον ἑαυτῶν ποιοῦνται, ὥσπερ διαπραγματευόμενοι τὸ ἀληθὲς πάσῃ τέχνῃ καταγωνίσασθαι.
26 Τὸ δὲ πῦρ αὐτοῖς τὸ καυστικὸν μὲν ἀφεγγὲς δέ, τὸ ἐκτὸς τοῦ κόσμου, ποῦ ἵδρυται; εἰ μὲν γὰρ ἐπὶ τὸν κόσμον, τί τὸ αἴτιον τοῦ ἀπαθῆ εἶναι μέχρι τοῦ παρόντος τὸν κόσμον; εἰ γὰρ διαφθείρει ποτὲ αὐτὸν πλησιάσαν, καὶ νῦν πρὸς αὐτὸν συνῆπται. εἰ δὲ χωρίς ἐστιν οἷον ὡς ἐν ἰδίῳ τόπῳ μετέωρον, τί παθὸν ὕστερον ἐπιπεσεῖται τῷ κόσμῳ; ἢ πῶς τοῦ ἰδίου τόπου ἐκστήσεται; ὑπὸ τίνος ἀνάγκης καὶ βίας; τίνα δὲ καὶ ὕλης χωρὶς ἐπινοεῖν τοῦ πυρὸς ὑπόστασιν ἢ πῶς τὸ ὑγρὸν τούτῳ ἐστὶν τροφὴ ἢ ὅσα λέγεται φυσικώτερον, οὐ τοῦ παρόντος λόγου ἐστίν. ἐκεῖνο δὲ πάντως που φανερὸν ἐκ τῶν εἰρημένων, τὸ γὰρ πῦρ τὸ τοῦ κόσμου ἐκτὸς ἀκριβῶς ἐστιν ἡ λεγομένη ὑπ' αὐτῶν ὕλη· ἐπειδήπερ ὁ ἥλιος καὶ ἡ σελήνη καθαροὶ καθαρῶν ὄντες τῆς θείας δυνάμεως ἀπεζεύχθησαν τοῦ πυρὸς τούτου οὐδὲν ἑαυτῶν ἐν τῷ πυρὶ τούτῳ ὑπολείψαντες μέρος, τοῦτο ἦν ἡ ὕλη καθ' ἑαυτήν, τὸ ἀκριβῶς ἄμικτον πρὸς τὴν θείαν δύναμιν. ὥστε ἂν κενωθῇ κόσμος τῆς κατ' αὐτοῦ θείας δυνά μεως, πάλιν τοιοῦτον ὑπολειφθήσεται πῦρ. πῶς οὖν τὸ πῦρ ἢ διαφθερεῖ τι ἢ ὑπ' ἄλλου φθαρήσεται; πρὸς γὰρ τῷ τὸ ὅμοιον ὑπὸ τοῦ ὁμοίου ἀπαθὲς εἶναι- φίλον γὰρ μᾶλλον τῷ ὁμοίῳ τὸ ὅμοιον-οὐχ ὁρῶ πῶς γενήσεται ἡ φθορά. ὃ γὰρ γενήσεται ἡ ὕλη τῆς θείας δυνάμεως ἀποζευχθεῖσα, τοῦτ' ἦν πρὶν καὶ μεμῖχθαι πρὸς αὐτὴν τὴν θείαν δύναμιν. εἰ τοίνυν ἀπολεῖται ἐρημωθεῖσα τῆς θείας δυνάμεως, διὰ τί μὴ καὶ ἀπώλετο πρὶν καὶ τὴν θείαν δύναμιν <....> ἡ ἄλλη δημιουργία, ἵνα ἀπόληται ἡ ὕλη, καὶ τοῦτο ποιήσει μέχρις ἀπείρου; καὶ τί τὸ ὄφελος; ὃ γὰρ μὴ ἐγένετο ἐκ τοῦ πρώτου βουλήματος, πῶς ἐκ τοῦ δευτέρου γενήσεται; ἢ τίς ὁ λόγος θεῷ ἀναθεῖναι πράγματα ἃ οὐδ' ἐπ' ἀνθρώπου καλῶς ἔχει ὑπονοεῖν; τὸ γὰρ ἀδύνατον πρόσεστιν τῷ βούλεσθαι ἐπὶ τῶν τοιούτων, πρὸς τῷ μηδὲ τὸ βούλεσθαι, κἂν δυνατὸν ᾖ, προχείρως χρῆναι λέγειν· πλὴν εἰ μή τι ἕτερον θεὸν καὶ τὸν ἐπέκεινα οὐσίας λέγουσιν, ὥσπερ καινήν τινα εἰσάγουσιν ὕλην καὶ οὐχὶ τὴν ὑπειλημμένην παρὰ τοῖς νοῦν ἔχουσιν, ἣν ἢ μὴ
13