ποταμὸν πεπληρωμένον ἵππων σὺν ἀναβάταις. Οἱ δὲ πολῖται τῆς Ῥώμης στεφανώσαντες αὐτὸν εἰσεδέξαντο μετὰ χαρᾶς μεγάλης καὶ εὐφημιῶν, τόν τε νικοποιὸν σταυρὸν καὶ τὸν νικηφόρον βασιλέα σωτῆρα ἀποκαλοῦντες. Τότε ὁ βασιλεὺς ἐκέλευσε συναχθῆναι τὰ λείψανα τῶν ἁγίων μαρτύρων καὶ ὁσίᾳ ταφῇ ταῦτα παραδοθῆναι, καὶ τοῖς ἀδικηθεῖσιν τὰς οὐσίας αὐτῶν ἀποδοθῆναι· καὶ ἦσαν ἄγοντες ἐπινίκιον ἑορτὴν ἑπτὰ ἡμέρας γεραίροντες τὸν σταυρὸν τοῦ Χριστοῦ. Οὗτος ἧν ἕβδομος ἐνιαυτὸς τῆς βασιλείας Κωνσταντίνου. Ταῦτα ἀκούσας ὁ Γαλέριος Μαξιμιανὸς ἐξεληλύθει. Ἐξεδέχετο γὰρ καὶ αὐτὸς τὸν αὐτὸν μόρον, καὶ μικρὸν ἀπέστη τῆς κατὰ τῶν Χριστιανῶν ἀπειλῆς. Ὁ δὲ μέγιστος Κωνσταντῖνος θαῤῥῶν τῷ ἀηττήτῳ ὅπλῳ τοῦ σταυροῦ, ὥρμησεν ἐπ' αὐτόν. Εἶχε δὲ καὶ Λικίνιον συμπολεμοῦντα αὐτῷ κατὰ τῶν τυράννων, προσ ποιούμενον χαίρεσθαι τοῖς Χριστιανικοῖς δόγμασιν. Ὁ δὲ τύραννος ταῖς γοητικαῖς ἀπάταις ἐπερειδόμε νος, παρατάξεσθαι τῷ εὐσεβεῖ βασιλεῖ ἐξελήλυθεν ἀναριθμήτῳ πλήθει τῶν στρατοπέδων φανταζόμενος. Γενομένης δὲ τῆς συμβολῆς, καὶ τοῦ τιμίου σταυροῦ φανέντος, οἱ τοῦ τυράννου ὑπασπισταὶ, τὴν προσβολὴν μὴ ἐνέγκαντες, ἐτράπησαν εἰς φυγὴν, καὶ οἱ μὲν ἔφευ γον κατὰ τάχος, οἱ δὲ κατὰ κράτος ἐδίωκον, πολλῶν χι λιάδων τῶν ἐναντίων καταπεσουσῶν. Οἱ λοιποὶ καταλι πόντες τὸν τύραννον προσεχώρησαν τῷ αὐτοκράτορι. Ὁ δὲ δυσσεβὴς ῥίψας τὸ βασίλειον, οὗπερ ἀνάξιος ἐτύγχανεν, ὡς ἂν μὴ ἐπιγνωσθῇ φεύγων, περιερχό μενος δὲ ἀπὸ κώμης εἰς κώμην καὶ κρυπταζόμενος μόλις μετ' ὀλίγων τῶν εὐνουστάτων διεσώθη γυμνός. Συναγαγὼν δὲ τοὺς ἱερεῖς τῶν δῆθεν θεῶν, καὶ τοὺς προφήτας, καὶ τοὺς μάντεις, καὶ τοὺς ἐπὶ μαντείᾳ βεβοημένους, οὓς πρώην ἀγαπῶν ἐτίμα, ὡς ἀπατεῶ νας καὶ πλάνους, ἐπιβούλους θ' ἑαυτοῦ σωτηρίας κατέσφαξεν. Μέλλοντα δὲ ζῶντα εἰς τὰς χεῖρας τοῦ βασιλέως ἐμπεσεῖν (ἐπέκειτο γὰρ αὐτῷ ἔτι ὁ πόλε μος), προλαβοῦσα θεήλατος ὀργὴ οὕτως αὐτὸν διέθη κεν, ὡς κεῖσθαι αὐτὸν πρηνῆ ἐπὶ τοῦ ἐδάφους δεόμε νον ἐπικουρίας, καὶ μὴ τυγχάνοντα. Φλὸξ δὲ ἐκ βά θους τῶν σπλάγχνων καὶ μυελῶν αὐτοῦ ἀναφθεῖσα ἀνυποίστους αὐτῷ τὰς ὀδύνας ἐνεποίει ἀσθμαίνοντι, καὶ τῇδε κἀκεῖσε περιστρεφομένῳ, ὥστε ἀμφότερα τὰ ὅμματα αὐτοῦ ἐκπηδῆσαι ἐπὶ τὴν γῆν καὶ κατα λιπεῖν αὐτὸν τυφλόν. Τῆς δὲ ἔνδον φλογὸς εἰς ἄπει ρον ἐξαπτομένης, αἱ σάρκες αὐτοῦ συνεσάπησαν, καὶ τῶν ὀστέων ἀπεχωρίζοντο, ὥστε ἐφ' ἑαυτοῦ ἐπικα λέσασθαι τὸν θάνατον. Οὕτως δὲ δι' ὅλου κατασαπεὶς ἀπέῤῥηξε τὴν ψυχήν. 4057 Τῶν δὲ τυράννων ἐκ ποδῶν γενομένων, καὶ μονο κράτορος γεγονότος τοῦ μεγάλου Κωνσταντίνου, ἐν βα θείᾳ εἰρήνῃ ὑπῆρχεν ἡ οἰκουμένη, καὶ τὰ τῶν Χρι στιανῶν ὁσημέραι εἰς ὕψος ἐγείρετο, καὶ ἐν πᾶσιν ἔθνεσιν ὁ σταυρὸς τοῦ Χριστοῦ ἐδοξάζετο. Τῷ δὲ Λι κινίῳ, ὡς συμμαχήσαντι αὐτῷ εἰς τὴν τῶν τυράν νων κατάλυσιν, ἐξέδοτο Κωνσταντῖνος τὴν ἀδελφὴν αὐτοῦ εἰς γυναῖκα. Καὶ ἀφορίσας αὐτῷ μοῖραν ἱκα νὴν τῆς Ῥωμαίων γῆς, ἀνέδειξε βασιλέα, ἀπαιτήσας αὐτῷ συνθήκας μηδὲν κατὰ τοῦ δόγματος τῶν Χρι στιανῶν πράττειν. Ὁ δὲ Λικίνιος κρατήσας τῆς ἀρ χῆς, οὐκ ἤνεγκε τὴν εὐτυχίαν, ἀλλ' ὥσπερ λήθην λα βὼν τῶν συμβεβηκότων τοῖς πρὸ αὐτοῦ τυράννοις, εἰς εἰδωλολατρείαν ἐξώκειλε. Καὶ ὧν τῆς πικρᾶς καταστροφῆς θεατὴς γέγονε, τούτων τὸν βίον ἐζηλώ κει, γυναικομανῶν, ἀδικῶν καὶ φονεύων τοὺς Χρι στιανούς. Ταῦτα μαθὼν ὁ δοῦλος τοῦ Θεοῦ Κωνσταν τῖνος σεβαστὸς, καὶ συσχεθεὶς τῇ λύπῃ ἔγραψεν αὐτῷ, παραινῶν ἀποστῆναι αὐτὸν τῆς κατὰ τῶν Ἐκκλη σιῶν τοῦ Χριστοῦ μανίας. Ὁ δὲ καταφρονήσας μα νικωτέρως τὸν διωγμὸν ἐχρήσατο, καὶ λοιπὸν κρυπτῶς κατὰ τοῦ εὐεργέτου ἐπιβουλὰς ἐπενόει, ὕστερον καὶ δημόσιον πόλεμον συνεκρότει κατ' αὐτοῦ, ὑπὸ θείας δυνάμεως φρουρουμένου τοῦ αὐτοκράτορος. Καὶ συμ βολῆς γενομένης ἐν τοῖς τῆς Βιθυνίας μέρεσι, καὶ τοῦ ἐνδόξου σταυροῦ προάγοντος, ὑποχείριος γένονεν ὁ δείλαιος τῷ αὐτοκράτορι, ζῶν
13