καὶ ἐπελθόντων τῶν ἀλλοφύλων, τοῦ τε λαοῦ φυγόντος, μόνος ἐστηλώθη· καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ κριθὴν ἔσωσε. Τρεῖς δὲ δυνατοὶ ἀπὸ τῶν τριάκοντα ἦσαν μετὰ τοῦ ∆αβὶδ, καὶ τῶν ἀλλοφύλων κυκλωσάντων τὴν Βηθλεὲμ, τοῦ δὲ ∆αβὶδ ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ, διέβησαν οἱ τρεῖς, καὶ διαῤῥήξαντες τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, ὑδρεύσαντο ἐκ τοῦ λάκκου, καὶ ἤνε γκαν ὕδωρ τῷ ∆αβίδ. Θαυμάσας δὲ ὁ ∆αβὶδ τὴν δύναμιν αὐτῶν, τὸ μὲν ὕδωρ ἐδέξατο, πιεῖν δὲ οὐκ ἐθέ λησεν· ἀλλ' ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ λέγων· «Ἵλεώς μοι, Κύριε, τοῦτο ποιῆσαι· εἰ αἷμα τῶν ἀνθρώπων τῶν πορευθέντων ταῖς ψυχαῖς αὐτῶν πίομαι;» Βανέας, υἱὸς Ἰωδαὲ, πολλὰ μὲν ἐποίησεν ἔργα δυνατά· ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωὰβ, καὶ καταβὰς ἐν ἡμέρᾳ χιόνος εἰς λάκκον, ἐπάταξε τὸν λέοντα. Οὗτος ἐπάταξε καὶ ἄνδρα δυνατὸν Αἰγύπτιον πεντάπηχυν ὄντα, καὶ ἔχοντα δόρυ ὡς ξύλον διαβά θρας· ἁρπάσας γὰρ ἀπ' αὐτοῦ τὸ δόρυ μετ' αὐτοῦ τοῦτον ἀπέκτεινεν. Ἀβισᾶ ἀδελφὸς Ἰωὰβ, υἱὸς Σαρουίας τῆς ἀδελφῆς ∆αβίδ. Ἄρχων μὲν ἦν καὶ οὗτος ἐν τοῖς προειρημένοις τρισίν· αὐτὸς δὲ ἐπάταξε τραυ ματίας τριάκοντα δόρατι ἐν καιρῷ τινι, καὶ ἔτρεχεν ὡς δορκὰς ἐν τοῖς ὄρεσι. Καὶ πάλιν αὐτὸς ἐπάταξε καὶ ἐθανάτωσε τὸν Ἐσβιὲν, θέλοντα ἀναιρῆσαι τὸν ∆αβίδ. Ἦν δὲ ὁ Ἐσβιὲν ἔκγονος τοῦ Ῥαφᾶ· δόρυ δε εἶχε σταθμοῦ ὁλκῆς χαλκοῦ τριάκοντα σίκλων, καὶ περιεζωσμένος ἦν κορύνην. Οὗτοι μὲν οὖν μεγάλοι καὶ δυνατοὶ ἦσαν· τοὺς δὲ πολεμιστὰς πάντας εἶχε ∆αβὶδ μυριάδας τριάκοντα τέσσαρας καὶ διακοσίους. Βιβλίον ιʹ, Βασιλεῖαι τρίτη καὶ τετάρτη. Ἐν μὲν οὖν τῇ τρίτῃ πάλιν περιέχεται, ὅτι, γηράσαντος τοῦ ∆αβὶδ, ἐπαίρει ἑαυτὸν Ἀδωνίας ὁ υἱὸς αὐτοῦ, καὶ χωρὶς τοῦ πατρὸς ἀναγορεύει ἑαυ τὸν βασιλέα. Καὶ τοῦτο μαθὼν ὁ ∆αβὶδ, ἀποστέλλει Ναθὰν τὸν προφήτην, καὶ Σαδὼκ τὸν ἱερέα, καὶ Βα νέαν υἱὸν Ἰωδαὲ, καὶ ἐντέλλεται αὐτοῖς, καὶ χρίουσι τὸν Σαλομῶνα εἰς βασιλέα ἔτι ζῶντος τοῦ ∆αβίδ. Ὁ μὲν οὖν Ἀδωνίας εὐθὺς καταλύεται· ὁ δὲ Σαλομὼν, διαδεξάμενος, οἰκοδομεῖ τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος Ἱερουσαλὴμ ἐν ἑπτὰ ἔτεσιν. Ἦσαν δὲ αὐτῷ ἀπὸ τῶν προσηλύτων αἴροντες μὲν ἄρσιν ἑβδο μήκοντα χιλιάδες· λατόμοι δὲ πάλιν ἀπὸ τῶν προση λύτων μυριάδες ὀκτώ. Ἐπιστατοῦντας δὲ τοῖς ἔργοις εἶχε τρισχιλίους εἴκοσι. Καὶ εἰς μὲν τὴν τροφὴν αὐτῶν καὶ τὰ δέοντα δώδεκα ἦσαν οἱ χορηγοῦντες ἕκαστον μῆνα. Καὶ ἦν τὸ καθ' ἡμέραν αὐτῶν τοῦτο λʹ κόροι σεμιδάλεως, ξʹ κόροι ἀλεύρου κεκουπανι σμένου, μόσχοι ἐκλεκτοὶ δέκα, βόες δὲ νομάδες εἴ κοσι, πρόβατα ρʹ, ἐκτὸς ἐλάφων καὶ δορκάδων, καὶ ὀρνίθων ἐκλεκτῶν σιτευτῶν. Ἀγέλην δὲ εἶχε θηλειῶν μὲν ἵππων τοκάδων μυριάδας τέσσαρας, ἵππων δὲ εἰς ἅρματα χιλιάδας ιβʹ. Πλοῦτον δὲ εἶχε πολύν· ἐν γὰρ τῷ ἑνὶ ἐνιαυτῷ τοῦ κομισθέντος αὐτῷ χρυσίου ἦν ὁ σταθμὸς, τάλαντα χξʹ, χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων. Καὶ ἡ βασίλισσα δὲ Σαβὰ ἐλθοῦσα πρὸς αὐτὸν, δέδωκεν αὐτῷ χρυσίου τάλαντα ρκʹ, καὶ 28.320 λίθον τίμιον, καὶ ἡδύσματα ἀμύθητα. Μετὰ δὲ θάνα τον Σαλομῶνος, διεδέξατο ὁ υἱὸς αὐτοῦ Ῥοβοὰμ τὴν βα σιλείαν, καὶ ἐπ' αὐτοῦ ἐσχίσθη ἡ ἀρχή· καὶ δέκα μὲν φυλαὶ ἀπῆλθον εἰς Σαμάρειαν· δύο δὲ ἔμειναν ἐν Ἱε ρουσαλὴμ, ἡ Ἰούδα καὶ ἡ Βενιαμίν. Εἰσὶν οὖν τὰ ἐμπεριεχόμενα τούτῳ τῷ τρίτῳ βιβλίῳ πράξεις καὶ ἔτη βασιλέων τούτων· Σαλομῶνος βασιλέως πάν των ὁμοῦ. Μετὰ δὲ τὴν διαίρεσιν τῆς βασιλείας, ὡς εἴρηται, τῶν μὲν ἐν Ἰουδαίᾳ βασιλέων τῶν δύο φυ λῶν, Ῥοβοὰμ, Ἀβιοῦ, Ἀσᾶ, καὶ Ἰωσαφάθ· τῶν δεἐν Σαμαρείᾳ βασιλέων τῶν δέκα φυλῶν, Ἱεροβοὰμ, Ναβὰθ, Βαασᾶ, Ἠλὰν, Ζαμβρῆ, καὶ Ἀχαάβ. Καὶπερὶ προφητῶν δὲ διαλαμβάνει τούτων· Ναθὰν, καὶ Γὰδ, καὶ Ἀχιᾶ τοῦ
13