σμοῖς· ἐξ ὧν μᾶλλον καταφρονητέοι ὡς ἀσθενεῖς ὀφεί λουσιν εἶναι. Ὁ γοῦν ἀληθινὸς ἄγγελος, ἀποσταλεὶς παρὰ τοῦ Κυρίου κατὰ τῶν Ἀσσυρίων, οὐ χρείαν ἔσχεν ὄχλων, οὐ φαντασίας τῆς ἔξωθεν, οὐ κτύπων, οὐ κρότων· ἀλλ' ἠρέμα τῇ ἐξουσίᾳ ἐκέχρητο, καὶ ἀνεῖ λεν εὐθὺς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας. Οἱ δὲ μηδὲν δυνάμενοι δαίμονες, οἷοί εἰσιν οὗτοι, κἂν ταῖς φαντασίαις ἐκφοβεῖν πειράζουσιν. Ἐὰν δέ τις τὰ τοῦ Ἰὼβ λογίσηται, καὶ εἴπῃ, ∆ιὰ τί οὖν ἐξελθὼν ὁ διάβολος πάντα κατ' αὐτοῦ πε ποίηκε; καὶ τῶν μὲν ὑπαρχόντων αὐτὸν ἐψίλωσε, τὰ δὲ τέκνα ἀνεῖλε, καὶ ἐκεῖνον ἔπαισεν ἕλκει πονηρῷ; γινωσκέτω πάλιν ὁ τοιοῦτος, ὡς οὐκ ἦν ὁ διάβολος ὁ ἰσχύων, ἀλλ' ὁ Θεὸς ὁ παραδιδοὺς αὐτῷ πρὸς πεῖραν τὸν Ἰώβ· ἀμέλει μηδὲν δυνάμενος ποιῆσαι, ᾔτησε καὶ λαβὼν πεποίηκεν. Ὥστε καὶ ἐκ τούτου μᾶλλον καταγνωστέος ἐστὶν ὁ ἐχθρὸς, ὅτι, καίτοι θέ λων, οὐδὲ καθ' ἑνὸς ἴσχυσεν ἀνθρώπου δικαίου· εἰ γὰρ ἴσχυσεν, οὐκ ἂν ᾔτησεν· αἰτήσας δὲ οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον, φαίνεται ἀσθενὴς καὶ μηδὲν δυνάμενος. Καὶ οὐ θαυμαστὸν εἰ κατὰ τοῦ Ἰὼβ οὐκ ἴσχυσεν, ὅπου γε οὐδὲ κατὰ τῶν κτηνῶν αὐτοῦ ἐγίνετο ὄλεθρος, εἰ μὴ συγχωρήσας ἦν ὁ Θεός· ἀλλ' οὐδὲ κατὰ χοίρων ἔχει τὴν ἐξουσίαν· Παρεκάλουν γὰρ, ὡς ἐν τῷ Εὐαγ γελίῳ γέγραπται, τὸν Κύριον, λέγοντες· Ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τοὺς χοίρους. Εἰ δὲ μηδὲ χοί ρων ἔχουσιν ἐξουσίαν, πολλῷ μᾶλλον τῶν κατ' εἰκόνα Θεοῦ γεγενημένων ἀνθρώπων οὐκ ἔχουσι. Τὸν Θεὸν ἄρα μόνον φοβεῖσθαι δεῖ· τούτων δὲ καταφρονεῖν, καὶ μηδ' ὅλως αὐτοὺς δεδιέναι. Ἀλλὰ καὶ μᾶλλον ὅσον ταῦτα ποιοῦσιν, ἐπιτείνωμεν ἡμεῖς τὴν ἄσκησιν κατ' αὐτῶν. Μέγα γὰρ ὅπλον ἐστὶ 26.889 κατ' αὐτῶν βίος ὀρθὸς, καὶ ἡ πρὸς Θεὸν πίστις. Φο βοῦνται γοῦν τῶν ἀσκητῶν τὴν νηστείαν, τὴν ἀγρυ πνίαν, τὰς εὐχὰς, τὸ πρᾶον, τὸ ἥσυχον, τὸ ἀφιλάργυ ρον, τὸ ἀκενόδοξον, τὴν ταπεινοφροσύνην, τὸ φιλόπτωχον, τὰς ἐλεημοσύνας, τὸ ἀόργητον, καὶ προηγουμέ νως τὴν εἰς τὸν Χριστὸν εὐσέβειαν. ∆ιὰ τοῦτο γὰρ καὶ πάντα ποιοῦσιν, ἵνα μὴ ἔχωσι τοὺς καταπατοῦντας αὐτούς. Ἴσασι γὰρ τὴν κατ' αὐτῶν δοθεῖσαν χάριν τοῖς πιστοῖς παρὰ τοῦ Σωτῆρος, λέγοντος αὐτοῦ· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἂν τοίνυν καὶ προλέγειν ὑποκρίνωνται, μὴ προσποιείσθω τις. Πολλάκις γὰρ πρὸ ἡμερῶν λέγουσι τοὺς μεθ' ἡμέρας ἀπαντῶντας ἀδελφούς· καὶ ἔρχονται μὲν ἐκεῖνοι. Ποιοῦσι δὲ τοῦτο οὗτοι, οὐ κηδόμενοι τῶν ἀκουόντων, ἀλλ' ἵνα πιστεύειν αὐτοῖς πείσωσιν αὐτοὺς, καὶ τότε λοιπὸν ὑποχειρίους ἔχοντες, ἀπολέσωσιν· ὅθεν οὐ δεῖ προσέχειν αὐτοῖς, ἀλλὰ καὶ λέγοντας ἀνα τρέπειν χρὴ, ὅτι μὴ χρείαν ἔχομεν ἡμεῖς τούτων. Τί γὰρ θαυμαστὸν, εἰ λεπτοτέροις χρώμενοι σώμασι μᾶλλον τῶν ἀνθρώπων, καὶ τοὺς ἀρξαμένους ὁδεύειν ἑωρακότες, προλαμβάνουσι τῷ δρόμῳ καὶ ἀπαγγέλ λουσι; τοῦτο καὶ ἵππῳ τις ἐπικαθήμενος προλέγει, προλαμβάνων τοῦ ὁδεύοντος τοῖς ποσίν· ὥστε οὐδ' ἐν τούτῳ χρὴ θαυμάζειν αὐτούς. Οὐδὲν γὰρ τῶν μὴ γενομένων προγινώσκουσιν· ἀλλὰ μόνος ὁ Θεός ἐστιν ὁ πάντα γινώσκων πρὶν γενέσεως αὐτῶν. Οὗτοι δὲ ἃ βλέπουσιν, ὡς κλέπται, προτρέχοντες ἀπαγγέλλουσι. Πόσοις νῦν τὰ ἡμῶν, καὶ ὅτι συνήλθομεν, καὶ ὁμιλοῦ μεν κατ' αὐτῶν σημαίνουσι, πρὶν παρ' ἡμῶν τις ἀπελ θὼν ἀπαγγείλῃ! Τοῦτο δὲ καὶ παῖς τις ταχυδρό μος ποιῆσαι δύναται, προλαβὼν τὸν βραδύναντα. Ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. Ἄν τις ἄρξηται περιπατεῖν ἀπὸ τῆς Θηβαΐδος, ἢ ἀπό τινος ἄλλης χώρας, πρὶν μὲν ἄρξηται περιπατεῖν, οὐκ ἴσασιν εἰ περιπατήσει· πε ριπατοῦντα δὲ τοῦτον ἑωρακότες, προτρέχουσι, καὶ πρὶν αὐτὸν ἐλθεῖν, ἀπαγγέλλουσι· καὶ οὕτω συμβαίνει τού 26.892 τους μεθ' ἡμέρας ἐλθεῖν. Πολλάκις δὲ τῶν περιπα τούντων ὑποστρεφόντων,
13