Vita sanctae Syncleticae

 πρώτην ἡλικίαν· τοῦτο μὲν ὑπὸ τῆς περιουσίας δε λεαζομένους, τοῦτο δὲ καὶ ὑπὸ τῆς τῶν γονέων κο σμιότητος, καὶ πρὸς ἐπὶ τούτοις ὑπ' αὐτῆς τῆς κόρης το

 ψυχῇ τὸ εὐανθὲς ἔφερε· κατὰ γὰρ τὸν Ἀπόστολον λέγοντα ἔπραττεν· Ὅσῳ γὰρ ὁ ἔξωθεν ἡμῶν ἄνθρωπος φθείρεται, φησὶν, τοσοῦ τον ὁ ἔνδον ἀνακαινοῦται. Οὕτω

 σθαι ταῖς σωματικαῖς ἐπιθυμίαις· ὥσπερ δὲ δένδρον καθυλομανοῦν περιετέμνετο τῶν ἀκάρπων κλάδων τὰ βλαστήματα· τὰς μὲν γὰρ ἀκανθώδεις τῆς διανοίας ἐκφύ

 σωτηρίου λόγου τὴν πρᾶξιν ἐξετέλεσεν· Ἐπιβήσῃ γὰρ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οἰκείως αὕτη ἤκουσε τό· Εὖ, δοῦλε ἀ

 τέλος νόμου εἶναι τὴν ἀγάπην. Ὅσα μὲν οὖν οἱ ἄνθρωποι χρήσιμα κατὰ χάριν τοῦ Πνεύ ματος εἴπωσιν, ἐκ τῆς ἀγάπης ἐστὶ, καὶ εἰς αὐ τὴν τελευτᾷ. Ἡ οὖν σωτ

 πορνείαν ἐνίκησας; τὴν διὰ τῶν αἰσθή σεων ἐχθρός σοι προθήσει. Ὅταν δὲ καὶ ταύτης σεαυτὴν κωλύσῃς, ἐν τοῖς κατὰ διάνοιαν χωρίοις 28.1504 ἐμφωλεύει, τὸ

 κρατήρων ηὐφραίνοντο. Ἦν δὲ αὐταῖς οἰνοχοοῦσα τὸ θεῖον πόμα καὶ νᾶμα ἡ μα καρία Συγκλητική. Ἑκάστη δὲ αὐτῶν ἐδέχετο ὅπερ ἐβούλετο, καὶ μία τῶν συνελθο

 ἐμπρῆσαι; οὐ πάρεστιν. Ὑπο ζύγια φθεῖραι; ἀλλ' οὐδὲ ταῦτα ἔχουσι. Φιλτάτοις ἅψασθαι; ἀλλὰ καὶ τούτοις μακρὰν χαίρειν εἶπον. Οὐκοῦν μεγίστη κατὰ τοῦ ἐχ

 ἀλλαχοῦ φησιν· Ἐν θλίψει ἐπλά τυνάς με. Καὶ πάλιν· Ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν. Καὶ ἄλλα δὲ μυρία ἀγαθὰ τοιαῦτα ἐκ τῶν ἁγίων Γρ

 τὴν γηΐνην φαντασίαν ἀντίκεινται, πόσῳ μᾶλλον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν φθονήσουσιν; ∆εῖ οὖν κατ' αὐτῶν παντοίως ὁπλίζεσθαι· καὶ γὰρ καὶ ἔξωθεν ε

 καὶ δι' αὐτοῦ τοὺς δυνατωτέρους τῶν ἀνθρώπων πει ρᾶται καθαιρεῖν. Ὥσπερ γὰρ οἱ δεινότατοι τῶν πο λεμιστῶν, μετὰ τὸ δαπανῆσαι τὰ λεπτότερα βέλη, τὸ την

 τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν

 ἀῤῥαγοῦς σεαυτῷ παράστησον. Σφιγγέτω σου καὶ συνεχέτω σου τὰς ἀρετὰς αὕτη ἡ καλλίστη τῶν ἁπασῶν ἀρετῶν, ἡ ταπεινοφροσύνη. Ὁρᾷς καὶ τὴν τῶν ἁγίων τριῶν

 μὲν ὀργίζεσθαι ὡς ἐν κακοῖς ἔλαττον· ἡ δὲ μνησικακία πάντων ἐστὶ βαρυτέρα. Ὁ γὰρ θυ μὸς ὥσπερ καπνὸς πρὸς ὀλίγον θολώσας τὴν ψυχὴν διαλύεται· ἡ δὲ μνη

 Τινὲς μὲν γὰρ, θεασάμενοι μαστιζόμενον ἢ φυλακιζόμενον, ἀμαθῶς τὴν κοσμικὴν ἐκείνην παροιμίαν ἔφασαν, τὴν λέγουσαν, ὡς Ὁ στρώσας κακῶς ταλαιπωρήσει ἐν

 ἀνεξικακία, καὶ τὸ τέλειον ἀγαθὸν, ἡ ἀκτημο σύνη. Οὐκ ἐνδέχεται γάρ τινα ταύτης τῆς ἀρετῆς, λέγω δὴ τῆς ἀγάπης, ἐφικέσθαι, εἰ μὴ ἐκ τῆς ἀκτη μοσύνης·

 βελτίονας, ὅσοι μάλιστα δεξιᾶς τετυχήκασι προαιρέσεως, ἑαυτῷ παρέστησεν εἰς λειτουργίαν. Οὗτοι πάντων τῶν γηΐνων πραγμά των τυγχάνουσιν ἀλλότριοι· τῆς

 Θεὸν γὰρ ἀρχὴν πάντων τίθεται τῶν γενομέ νων καὶ γινομένων ἀγαθῶν· καὶ δευτέραν τὴν οἰκείαν γνώμην ἡγεμόνα καὶ κριτὴν καθίστησιν ἀρετῆς τε καὶ κακίας.

 ἀνθρώπῳ αἱ ὁδοὶ αὐ τοῦ, πάλιν ὁμοίως προσφέρουσιν εἰς τὴν ἰδίαν κατα στροφήν· ὁδοὺς γὰρ μὴ ἔχοντες, ἐξιχνιάσαι βούλονται. Ὁδὸν οὐκ ἔχει πλεονεξία, γασ

 γὰρ ἔχει παγίδας, καὶ δεινός ἐστι θηρευτής· καὶ τοῖς μὲν βραχυτάτοις στρουθίοις μικρὰ τίθησι σκάνδαλα· τοῖς δὲ μεγάλοις ὀρνέοις ἰσχυροὺς εὐτρεπίζει το

 δὲ τὸν Θεὸν καλέσωμεν ἑαυτῶν. Ζήσωμεν ἐνταῦθα σωφρό νως, ἵνα τῆς αἰωνίου ζωῆς τύχωμεν. Ὥσπερ γὰρ τὰ ἐν μήτρᾳ βρέφη, τελειωθέντα ἐξ ἐλάττονος τροφῆς τε

 πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου. Τρία ἐστὶ τοῦ ἐχθροῦ τὰ πρῶτα κεφάλαια, ἐξ ὧν πᾶσα κακία κατάγεται· ἐπι

 τὰ γὰρ τῆς ἀπλη στίας ὄργανα ἀπεβάλομεν, ἀλλὰ τοῖς ἔνδον ὀφθαλμοῖς τὴν δόξαν Κυρίου κατοπτριζόμεθα. Ἐκωφεύσαμεν; 28.1549 εὐχαριστήσωμεν τὴν ματαίαν ἀκ

 ἀγῶνα τὴν γενναιοτάτην παρ θένον· καὶ τοσοῦτον αὐτῇ τῇ ἔχθρᾳ ἀμύνεται, ὡς μηδὲ τῶν ἔξωθεν μελῶν ἐνάρξασθαι τῆς πληγῆς· ἀλλὰ, τῶν ἐνδοσθίων ἁψάμενος, β

 οὖν μέγιστα τῶν ἐν ἀνθρώποις κα λῶν ἐκ θείας χάριτος αὐτοῖς προσγίνεται· τὰ δὲ δο κοῦντα σμικρὰ τυγχάνειν δι' ἑαυτῶν ἀποσοβεῖν δεδι δάγμεθα. Ὁ οὖν τῷ

 σώματος ἀσθενείᾳ· γυναῖκα ὁρῶν, κατεφρόνει· ἠγνόει γὰρ αὐτῆς τὸ ἀνδρεῖον φρόνημα. Νοσοῦντα τὰ μέλη κατεμάνθανεν· ἐτύφλωττε γὰρ, τὸν ἰσχυρότατον αὐτῆς

 Τούτοις κέχρηνται ἐκβεβλημένοι ὑπὸ τοῦ Θεοῦ, διὰ τὸ μὴ καθαρὰν, ἀλλὰ μεμιγμένην ἔχειν τινὰ λατρείαν, οὔτε τῷ νόμῳ Μωσέως, οὔτε τοῖς ἔθεσι τοῖς 28.1568

τίθησιν. Ἐμ βάλλει γὰρ αὐτῇ ὅτι, Σοὶ πορνευσάσῃ ποία ἔσται συγγνώμη; Καὶ τῇ ἄλλῃ φησίν· Οὕτω σου πλεονεκτη σάσης, ἀδύνατόν σε σωτηρίας τυχεῖν. Τὰς οὖν οὕτω σαλευομένας ψυχὰς παραμυθητέον οὕτως· δεῖ γὰρ πρὸς αὐτὰς οὕτω λέγειν· Ῥαὰβ πόρνη ἦν, ἀλλ' ἐσώθη διὰ πίστεως· Παῦλος διώκτης ἦν, ἀλλὰ σκεῦος ἐκλο γῆς γέγονε· Ματθαῖος τελώνης ἦν, ἀλλ' οὐδεὶς τὴν χάριν τούτου ἀγνοεῖ· καὶ ὁ λῃστὴς ἐσύλα καὶ ἐφό νευεν, ἀλλὰ πρῶτος τὴν θύραν ἀνέῳξε τοῦ παραδεί σου. Τούτοις οὖν ἐνατενίζουσα, μὴ ἀπογνῷς τῆς σεαυ τῆς ψυχῆς. Ἐπεὶ δὲ ταῦτα ταύταις εὑρήσεις ἁρμόδια, δεῖ καὶ τῶν τῇ ὑπερηφανίᾳ ἁλισκομένων ποιεῖσθαι αὐ τὴν τὴν θεραπείαν. Φάσκειν γὰρ δεῖ πρὸς αὐτήν· Τί φυσιοῦσαι; Ὡς κρέα μὴ ἐσθίουσα; ἄλλοι οὐδὲ ἰχθὺν ὁρῶσι. Καὶ εἰ οἶνον οὐ πίνεις, σκόπησον, ὡς ἄλλοι οὔτε ἔλαιον ἐσθίουσιν. Ἕως ὀψὲ νηστεύεις; ἄλλαι δὲ δύο καὶ τρεῖς ἡμέρας συνάπτουσιν ἄσιτοι. Ἀλλ' ὅτι οὐ λούῃ μέγα φρονεῖς; πολλοὶ καὶ διὰ πάθος σωμα τικὸν οὐδ' ὅλως τούτῳ ἐχρήσαντο. Ἀλλὰ θαυμάζεις σεαυτὴν, ὅτι ἐν χαραδρίῳ καθεύδεις, καὶ ἐν τριχίνῃ στρωμνῇ; ἄλλαι δὲ χαμευνοῦσι διηνεκῶς. Ἀλλ' εἰ καὶ τοῦτο ποιήσειας, οὐδὲν μέγα· τινὲς γὰρ καὶ λίθους ἑαυταῖς ὑπέβαλον, πρὸς τὸ μὴ καθ' ἡδονὴν τῶν φυσι κῶν τυχεῖν· ἄλλοι δὲ καὶ ἐκρέμασαν ἑαυτοὺς δι' ὅλης τῆς νυκτός. Ἀλλ' εἰ καὶ ταῦτα πάντα ποιήσειας, καὶ τὴν ἀκροτάτην ἄσκησιν ἐπιτελέσειας, μὴ μέγα φρονή σῃς· καὶ γὰρ τὰ δαιμόνια πλείω τῶν σῶν πεποιήκασι καὶ ποιοῦσιν· οὔτε γὰρ ἐσθίουσιν, οὔτε πίνουσιν, οὔτε γαμοῦσιν, οὔτε ὑπνοῦσιν· ἀλλὰ καὶ ἐν ἐρήμῳ δι άγουσιν, εἴ γε καὶ ἐν σπηλαίῳ οἰκοῦσα δοκεῖς μέγα τε ποιεῖν. Οὕτω μὲν οὖν, καὶ ἐκ τοιούτων λογισμῶν, δυ νατὸν ἰάσασθαι τὰ ἐναντία πάθη· τήν τε ἀπόγνωσιν λέγω καὶ τὴν ὑπερηφανίαν. Ὥσπερ γὰρ σφοδρῶς ἐκ φυσώμενον πῦρ, διασκορπιζόμενον ἀπόλλυται, καὶ μὴ τυχὸν δὲ πνεύματος πάλιν φθείρεται· οὕτω καὶ ἡ ἀρετὴ ἀφίπταται δι' ὑπεροψίαν, κἂν πολλὴν σφοδρό τητα ἀσκήσεως λάβῃ· καὶ φθείρεται δὲ πάλιν ἐξ ἀμε λείας τὸ καλὸν, ὅταν μηδ' ὅλως κινήσωμεν ἑαυτοὺς πρὸς ῥιπισμὸν τοῦ θείου Πνεύματος. Μάχαιρα ἔπ ακμος ῥᾳδίως ὑπὸ λίθου κατάγνυται· καὶ ἄσκησις ἐπι τεταμένη συντόμως ἐκ τοῦ ὑπερηφανεύεσθαι ἀπόλλυ ται. Ὅθεν προσήκει πανταχόθεν ἀσφαλίζεσθαι τὴν ψυχὴν, καὶ τὴν ἀκροτάτην ἄσκησιν ἐκ τοῦ καύσωνος τῆς ὑπερηφανίας περικαιομένην ὑποκάμπτειν πρὸς τοὺς σκιώδεις τόπους, ἔσθ' ὅτε καὶ περιτέμνειν τὰ περιττὰ, πρὸς τὸ τὴν ῥίζαν εὐθαλεστέραν γενέσθαι. Τὸν δὲ τῇ ἀπογνώσει ἁλισκόμενον ἀνωρεπῆ βιάζεσθαι ποιεῖν τοῖς προειρημένοις λογισμοῖς. Καὶ γὰρ σφόδρα ἡ ψυχὴ χαμαιπετὴς τυγχάνει. Καὶ γοῦν τῶν γεηπόνων οἱ ἄριστοι, ἐπειδὰν φυτὸν βραχὺ καὶ ἀσθενὲς θεάσωνται, ποτίζουσι δαψιλῶς, καὶ ἐπιμε λείας πολλῆς ἀξιοῦσι πρὸς τὸ αὐξηθῆναι. Ἐπειδὰν δὲ 28.1521 ἐν φυτῷ πρόωρον βλάστην θεάσωνται, περιτέμνουσιν αὐτοὶ τὰ περιττά· φιλεῖ γὰρ ταῦτα ἑτοίμως ξηραίνεσθαι. Καὶ ἰατρῶν δὲ παῖδες τινὰς μὲν τῶν ἀῤῥώ στων τρέφουσι δαψιλῶς, καὶ πρὸς περίπατον προτρέ πονται· ἑτέρους δὲ δεσμεύοντες, ἀσίτους ἐπὶ πολὺ φυλάττουσιν. Φανερὸν οὖν ἐστιν, ὡς μέγιστον ἐν κακοῖς ἡ ὑπερηφανία τυγχάνει· καὶ τοῦτο δείκνυσιν αὐτῆς τὸ ἐναντίον, ἡ ταπεινοφροσύνη. ∆υσχερές ἐστι κτήσα σθαί τινα τὴν ταπεινοφροσύνην. Εἰ μὴ γάρ τις πά σης δόξης ἐκτὸς γένηται, τούτου τοῦ θησαυροῦ τυχεῖν οὐ δυνήσεται. Οὕτω δέ ἐστι μεγάλη ἡ ταπεινοφρο σύνη, ὡς πάσας τὰς ἀρετὰς μιμεῖσθαι δοκεῖν τὸν διά βολον, ταύτην δὲ μηδὲ εἰδέναι τί ὅλως ἐστίν. Εἰδὼς δὲ αὐτῆς τὸ ἀσφαλὲς καὶ ἑδραῖον ὁ ἀπόστολος, προσ τάττει ἡμῖν ταύτην ἐγκομβώσασθαι, καὶ πάντας ποιοῦντας τὰ ἐπωφελῆ, ταύτην περιβάλλεσθαι. Κἄν τε γὰρ νηστεύῃς, κἄν τε ἐλεῇς, κἄν τε διδάσκῃς· εἰ δὲ καὶ σώφρων τυγχάνῃς καὶ συνετὸς, πάλιν ταύτην ἀντὶ τοιχίου

13