Protrepticus

 δαιμονῶντες εἰς διαφθοράς, ὕβρεις ὀργιάζοντες, πένθη ἐκθειάζοντες, τοὺς ἀνθρώπους ἐπὶ τὰ εἴδωλα χειραγωγῆσαι πρῶτοι, ναὶ μὴν λίθοις καὶ ξύλοις, τουτέσ

 ἐμπνέῃ, ὃ δὲ χωρήσῃ τὸν 1.5.4 κύριον. Ναὶ μὴν ὁ ∆αβὶδ ὁ βασιλεύς, ὁ κιθαριστής, οὗ μικρῷ πρόσθεν ἐμνήσθημεν, προὔτρεπεν ὡς τὴν ἀλήθειαν, ἀπέτρεπε δὲ ε

 καὶ ἀγάλμασιν καὶ τοιούτοις τισὶν εἰδώλοις προσσφίγξας τῷ δεισιδαιμονίας ἀθλίῳ δεσμῷ, τοῦτο δὴ τὸ λεγόμενον, ζῶντας ἐπιφέρων 1.7.6 συνέθαψεν αὐτούς, ἔ

 Ἀκουσάτω ἡ οὐ τίκτουσα· ῥηξάτω φωνὴν ἡ οὐκ ὠδίνουσα, ὅτι πλείονα τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Ἡμῖν εὐηγγελίζετο ἄγγελος, ἡμᾶς

 δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια· ∆ηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικόν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσὶς δᾳδου

 βουκόλος, τὸ κέντρον, βουκολικόν, οἶμαι, κέντρον τὸν νάρθηκα ἐπικαλῶν, ὃν δὴ ἀναστέφουσιν οἱ βάκχοι. 2.17.1 Βούλει καὶ τὰ Φερεφάττης ἀνθολόγια διηγήσω

 συβώτης δὲ ὁ Εὐβουλεύς· ἀφ' ὧν τὸ Εὐμολπιδῶν καὶ τὸ Κηρύκων τὸ ἱεροφαντικὸν δὴ 2.20.3 τοῦτο Ἀθήνησι γένος ἤνθησεν. Καὶ δὴ (οὐ γὰρ ἀνήσω μὴ οὐχὶ εἰπεῖν

 θηλείας τοῖς ἄλλοις Σκυθῶν διδάσκαλον 2.24.2 νόσου. Ὧν δὴ χάριν (οὐ γὰρ οὐδαμῶς ἀποκρυπτέον) θαυμά ζειν ἔπεισί μοι ὅτῳ τρόπῳ Εὐήμερον τὸν Ἀκραγαντῖνον

 ἀνέπλασάν τινας σωτῆρας ∆ιοσκούρους καὶ Ἡρακλέα ἀλεξίκακον καὶ Ἀσκληπιὸνἰατρόν. 2.27.1 Αὗται μὲν αἱ ὀλισθηραί τε καὶ ἐπιβλαβεῖς παρεκ βάσεις τῆς ἀληθε

 Ἀπολλόδωρός φησι καὶ Καλλίμαχος, Φοῖβος Ὑπερβορέοισιν ὄνων ἐπιτέλλεται ἱροῖς. Ὁ αὐτὸς δὲ ἀλλαχοῦ τέρπουσιν λιπαραὶ Φοῖβον ὀνοσφαγίαι. 2.29.5 Ἥφαιστος

 τε θεῶν τε· τοσοῦτος περὶ τὰ ἀφρο δίσια ἐξεχύθη, ὡς ἐπιθυμεῖν μὲν πασῶν, ἐκπληροῦν δὲ εἰς πάσας τὴν ἐπιθυμίαν. Ἐνεπίμπλατο γοῦν γυναικῶν οὐχ ἧττον ἢ

 μορίου σκευάζεται τρόπον ἐφέζεταί τε τῷ κλάδῳ, τὴν ὑπόσχεσιν 2.34.5 ἐκτελῶν τῷ νεκρῷ. Ὑπόμνημα τοῦ πάθους τούτου μυστικὸν φαλλοὶ κατὰ πόλεις ἀνίσταντα

 παιδεύεται σωφρονεῖν. Γυμνοῦται δὲ ὑμῖν ὁ μῦθος· ἀπέθανεν ἡ Λήδα, ἀπέθανεν ὁ κύκνος, ἀπέθανεν ὁ ἀετός. Ζητεῖς σου τὸν ∆ία; μὴ τὸν οὐρανόν, ἀλλὰ τὴν γῆ

 2.39.8 ἐκείνων ἐπεφήμισαν. Ἡρακλείδης δὲ ἐν Κτίσεσιν ἱερῶν περὶ τὴν Ἀκαρνανίαν φησίν, ἔνθα τὸ Ἄκτιόν ἐστιν ἀκρωτήριον καὶ τοῦ Ἀπόλλωνος τοῦ Ἀκτίου τὸ

 ὁλοκαυτεῖν 3.42.7 ἱστορεῖ. Ἐρεχθεὺς δὲ ὁ Ἀττικὸς καὶ Μάριος ὁ Ῥωμαῖος τὰς αὑτῶν ἐθυσάτην θυγατέρας· ὧν ὃ μὲν τῇ Φερεφάττῃ, ὡς ∆ημάρατος ἐν πρώτῃ Τραγῳ

 Ἀθήνησιν δὲ ἐν ἀκροπόλει Κέκροπος, ὥς φησιν Ἀντίοχος ἐν τῷ ἐνάτῳ τῶν Ἱστοριῶν. Τί δὲ Ἐριχθόνιος; Οὐχὶ ἐν τῷ νεῲ τῆς Πολιάδος κεκήδευται; Ἰμμάραδος δὲ

 Παλλάδιον τὸ διοπετὲς καλούμενον, ὃ ∆ιομήδης καὶ Ὀδυσσεὺς ἱστοροῦνται μὲν ὑφελέσθαι ἀπὸ Ἰλίου, παρακαταθέσθαι δὲ ∆ημοφῶντι, ἐκ τῶν Πέλοπος ὀστῶν κατεσ

 μηδὲ ἐνυβρίσῃς ἀνθοῦντι τῷ νέῳ· τήρησον αὐτὸ καθαρόν, ἵνα ᾖ καλόν. Βασιλεὺς τοῦ κάλλους γενοῦ, μὴ τύραννος· ἐλεύθερον μεινάτω· τότε σου γνωρίσω τὸ κάλ

 λίθων προσκυνηταί, ἔργῳ μαθόντες ἀναίσθητον ὕλην μὴ σέβειν, αὐτῆς ἡττώμενοι τῆς χρείας ἀπόλλυνται ὑπὸ δεισιδαιμονίας· καταφρονοῦντες δ' ὅμως τῶν ἀγαλμ

 καὶ ἰδιῶται θείαις προσηγορίαις σφᾶς αὐτοὺς ἐσέμνυνον, ὡς Μενεκράτης ὁ ἰατρός, Ζεὺς οὗτος ἐπικεκλημένος. Τί με δεῖ καταλέγειν Ἀλέξαρχον (γραμματικὸς ο

 4.56.4 ἔκγονα, τῆς γῆς, τὰ πάντα ταῦτα ὅσα ὁρᾷς; Τί δὴ οὖν, ὦ μάταιοι καὶ κενόφρονες (πάλιν γὰρ δὴ ἐπαναλήψομαι), τὸν ὑπερουράνιον βλασφημήσαντες τόπο

 αὐχοῦσιν, οἰκέτας αὐτοὺς ἑαυτοῖς καταγράψαντες, τοὺς κατηναγκασμένους δούλους ταῖς ἐπαοι δαῖς πεποιηκότες. Γάμοι τε οὖν ἔτι καὶ παιδοποιίαι καὶ λοχεῖα

 ποιήσεις, φησὶν ὁ προφήτης, παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ 4.62.3 γῇ κάτω. Ἦ πού γ' ἂν ἔτι τὴν Πραξιτέλους ∆ήμητρα καὶ Κόρην κα

 σέβοντες πεπόνθασιν· τὸ γὰρ πῦρ τοῦτο ἕτεροι Ἥφαιστον ὠνόμασαν. 5.65.1 Περσῶν δὲ οἱ Μάγοι τὸ πῦρ τετιμήκασι καὶ τῶν τὴν Ἀσίαν κατοικούντων πολλοί, πρὸ

 ἀληθείας, τοὺς σοὶ πεπιστευκότας δεικνύεις ῥύσει καὶ φορᾷ δίναις τε ἀτάκτοις ὑποβεβλημένους; Τί δέ μοι εἰδώλων ἀναπίμπλης τὸν βίον, ἀνέμους τε ἢ ἀέρα

 βουλῇ· ἀλλὰ γὰρ αἴρουσι πρὸς οὐρανὸν ὠλένας ἁγνάς, ὄρθριοι ἐξ εὐνῆς, ἀεὶ χρόα ἁγνίζοντες ὕδασι, καὶ τιμῶσι μόνον τὸν ἀεὶ μεδέοντα ἀθάνατον. 6.71.1 Καί

 παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων, ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις νέμοντες, οὕτως εὐσεβεῖν νομίζ

 ἀδικίας κενώσετε. 8.77.1 Ὥρα τοίνυν τῶν ἄλλων ἡμῖν τῇ τάξει προδιηνυσμένων ἐπὶ τὰς προφητικὰς ἰέναι γραφάς· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς τὴν θεοσέβειαν

 ἐμαυτοῦ ὀμνύω. Τοῖς δὲ εἰδωλολάτραις δυσχεραίνει λέγων τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν; Μὴ εἰκόνα ἐποίησεν τέκτων, ἢ χρυσοχό

 Πῶς γὰρ εἰσελθεῖν ἐπιτέτραπται τῷ ξένῳ; Ἀλλ' ὅταν, οἶμαι, ἐγγραφῇ καὶ πολιτευθῇ καὶ τὸν πατέρα ἀπολάβῃ, τότε ἐν τοῖς τοῦ πατρὸς γενήσεται, τότε κληρ

 τῶν Ἑβραίων πλανῆται· οὐ γὰρ εἰσελθεῖν εἰς τὴν κατάπαυσιν λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἢ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωυσέως διαδόχῳ ὀψέ ποτε

 10.89.1 Ἀλλ' ἐκ πατέρων, φατέ, παραδεδομένον ἡμῖν ἔθος ἀνατρέπειν οὐκ εὔλογον. Καὶ τί δὴ οὐχὶ τῇ πρώτῃ τροφῇ, τῷ γάλακτι, χρώμεθα, ᾧ δήπουθεν συνείθισ

 τὴν μετάνοιαν ἀπαιτεῖ. Ἐρέσθαι δὲ ὑμᾶς βούλομαι, εἰ οὐκ ἄτοπον ὑμῖν δοκεῖ πλάσμα ὑμᾶς τοὺς ἀνθρώπους ἐπιγεγονότας τοῦ θεοῦ καὶ παρ' αὐτοῦ τὴν ψυχὴν εἰ

 κόλασιν; Τί οὐ καταδεχόμεθα τὴν δωρεάν; Τί δὲ οὐχ αἱρούμεθα τὰ βελτίονα, θεὸν ἀντὶ τοῦ πονηροῦ, καὶ σοφίαν εἰδωλολατρείας προκρίνομεν, καὶ ζωὴν ἀντικα

 10.98.3 σατο; Τίς ἀθανασίαν ὑπέσχηται; Μόνος ὁ τῶν ὅλων δημιου ργός, ὁ ἀριστοτέχνας πατήρ, τοιοῦτον ἄγαλμα ἔμψυχον ἡμᾶς τὸν ἄνθρωπον ἔπλασεν· ὁ δὲ Ὀ

 ἀπομάξασθαι τὰ ἐμποδὼν τῇ σωτηρίᾳ καὶ τὸν τῦφον καὶ τὸν πλοῦτον καὶ τὸν φόβον, ἐπιφθεγγομένους τὸ ποιητικὸν δὴ τοῦτο· πῇ δὴ χρήματα πολλὰ φέρω τάδε; Π

 φιλανθρώπως κατηχοῦντα ἀποσφάττειν ἀπανθρώπως ἐπιχειροῦσιν, ἐπὶ τὴν δικαιοσύνην καλοῦντα, οὔτε τὴν χάριν τὴν ἄνωθεν ἀπεκδεχόμενοι οὔτε τὴν κόλασιν ἐκτ

 τοῖς ἐφ' ὁτιοῦν τοῦ βίου τραπεῖσι μέρος, ὅρμον τε τὴν αὐτὴν ἀκύμονα σωτηρίας σοφίαν νομίζειν· 10.107.3 δι' ἣν ἀγαθοὶ μὲν πατέρες τέκνων οἱ τῷ πατρὶ πρ

 αὐτὸς καὶ ὃς ἦν, δι' ὧν ἐδίδαξεν καὶ ἐνεδείξατο, παρασ τησάμενος, ὁ σπονδοφόρος καὶ διαλλακτὴς καὶ σωτὴρ ἡμῶν λόγος, πηγὴ ζωοποιός, εἰρηνική, ἐπὶ πᾶν

 ἐπεὶ τὸν ἀδελφὸν οὐκ ἐπῃσχύν θης. 11.114.1 Ἀφέλωμεν οὖν, ἀφέλωμεν τὴν λήθην τῆς ἀληθείας· τὴν ἄγνοιαν καὶ τὸ σκότος τὸ ἐμποδὼν ὡς ἀχλὺν ὄψεως καταγαγό

 ἡ μεγαλόκλονος ἠχήσασα στρατιώτας συνήγαγεν καὶ πόλεμον κατήγγειλεν· Χριστὸς δὲ εἰρηνικὸν ἐπὶ τὰ πέρατα τῆς γῆς ἐπιπνεύσας μέλος οὐ συνάξει ἄρα τοὺς ε

 προσδεδεμένος ἁπάσης ἔσῃ τῆς φθορᾶς λελυμένος, κυβερνήσει σε ὁ λόγος ὁ τοῦ θεοῦ, καὶ τοῖς λιμέσι καθορμίσει τῶν οὐρανῶν τὸ πνεῦμα τὸ ἅγιον· τότε μου κ

 12.121.1 Σπεύσωμεν, δράμωμεν, ὦ θεοφιλῆ καὶ θεοείκελα τοῦ λόγου [ἄνθρωποι] ἀγάλματα· σπεύσωμεν, δράμωμεν, ἄρωμεν τὸν ζυγὸν αὐτοῦ, ἐπιβάλωμεν ἀφθαρσίᾳ,

μορίου σκευάζεται τρόπον ἐφέζεταί τε τῷ κλάδῳ, τὴν ὑπόσχεσιν 2.34.5 ἐκτελῶν τῷ νεκρῷ. Ὑπόμνημα τοῦ πάθους τούτου μυστικὸν φαλλοὶ κατὰ πόλεις ἀνίστανται ∆ιονύσῳ· "εἰ μὴ γὰρ ∆ιονύσῳ πομπὴν ἐποιοῦντο καὶ ὕμνεον ᾆσμα αἰδοίοισιν, ἀναιδέστατα εἴργαστ' ἄν", φησὶν Ἡράκλειτος, "ωὑτὸς δὲ Ἅιδης καὶ ∆ιόνυσος, ὅτεῳ μαίνονται καὶ ληναΐζουσιν", οὐ διὰ τὴν μέθην τοῦ σώματος, ὡς ἐγὼ οἶμαι, τοσοῦτον ὅσον διὰ τὴν ἐπονείδιστον τῆς ἀσελγείας ἱεροφαντίαν. 2.35.1 Εἰκότως ἄρα οἱ τοιοίδε ὑμῶν θεοὶ δοῦλοι παθῶν γεγονότες, ἀλλὰ καὶ πρὸ τῶν Εἱλώτων καλουμένων τῶν παρὰ Λακεδαιμονίοις δούλειον ὑπεισῆλθεν ζυγὸν Ἀπόλλων Ἀδμήτῳ ἐν Φεραῖς, Ἡρακλῆς ἐν Σάρδεσιν Ὀμφάλῃ, Λαομέδοντι δ' ἐθήτευε Ποσειδῶν καὶ Ἀπόλλων, καθάπερ ἀχρεῖος οἰκέτης, μηδὲ ἐλευθερίας δήπουθεν δυνηθεὶς τυχεῖν παρὰ τοῦ προτέρου δεσπότου· τότε καὶ τὰ Ἰλίου τείχη 2.35.2 ἀνῳκοδομησάτην τῷ Φρυγί. Ὅμηρος δὲ τὴν Ἀθηνᾶν οὐκ αἰσχύνεται παραφαίνειν λέγων τῷ Ὀδυσσεῖ "χρύσεον λύχνον ἔχουσαν" ἐν χεροῖν· τὴν δὲ Ἀφροδίτην ἀνέγνωμεν, οἷον ἀκόλαστόν τι θεραπαινίδιον, παραθεῖναι φέρουσαν τῇ Ἑλένῃ τὸν δίφρον τοῦ μοιχοῦ κατὰ πρόσωπον, ὅπως αὐτὸν εἰς 2.35.3 συνουσίαν ὑπαγάγηται. Πανύασσις γὰρ πρὸς τούτοις καὶ ἄλλους παμπόλλους ἀνθρώποις λατρεῦσαι θεοὺς ἱστορεῖ ὧδέ πως γράφων· τλῆ μὲν ∆ημήτηρ, τλῆ δὲ κλυτὸς Ἀμφιγυήεις, τλῆ δὲ Ποσειδάων, τλῆ δ' ἀργυρότοξος Ἀπόλλων ἀνδρὶ παρὰ θνητῷ θητευέμεν εἰς ἐνιαυτόν· τλῆ δ' ὀβριμόθυμος Ἄρης ὑπὸ πατρὸς ἀνάγκης, καὶ τὰ ἐπὶ τούτοις. 2.36.1 Τούτοις οὖν εἰκότως ἕπεται τοὺς ἐρωτικοὺς ὑμῶν καὶ παθητικοὺς τούτους θεοὺς ἀνθρωποπαθεῖς ἐκ παντὸς εἰσάγειν τρόπου. "Καὶ γάρ θην κείνοις θνητὸς χρώς". Τεκμηριοῖ δὲ Ὅμηρος μάλα ἀκριβῶς, Ἀφροδίτην ἐπὶ τῷτραύματι παρεισάγων ὀξὺ καὶ μέγα ἰάχουσαν αὐτόν τε τὸν πολεμικώτατον Ἄρη ὑπὸ τοῦ ∆ιομήδους κατὰ τοῦ κενεῶνος 2.36.2 οὐτασμένον διηγούμενος. Πολέμων δὲ καὶ τὴν Ἀθηνᾶν ὑπὸ Ὀρνύτου τρωθῆναι λέγει· ναὶ μὴν καὶ τὸν Ἀιδωνέα ὑπὸ Ἡρακλέους τοξευθῆναι Ὅμηρος λέγει καὶ τὸν Ἥλιον[Αὐγέαν] Πανύασσις ἱστορεῖ. Ἤδη δὲ καὶ τὴν Ἥραν τὴν ζυγίαν ἱστορεῖ ὑπὸ τοῦ αὐτοῦ Ἡρακλέους ὁ αὐτὸς οὗτος Πανύασσις "ἐν Πύλῳ ἠμαθόεντι". Σωσίβιος δὲ καὶ τὸν Ἡρακλέα πρὸς τῶν Ἱπποκοωντιδῶν κατὰ τῆς χειρὸς 2.36.3 οὐτασθῆναι λέγει. Εἰ δὴ τραύματα, καὶ αἵματα· οἱ γὰρ ἰχῶρες οἱ ποιητικοὶ εἰδεχθέστεροι καὶ τῶν αἱμάτων, σῆψις γὰρ αἵματος ἰχὼρ νοεῖται. Ἀνάγκη τοίνυν θεραπείας καὶ 2.36.4 τροφὰς παρεισάγειν αὐτοῖς, ὧν εἰσιν ἐνδεεῖς. ∆ιὸ τράπεζαι καὶ μέθαι καὶ γέλωτες καὶ συνουσίαι, οὐκ ἂν ἀφροδισίοις χρωμένων ἀνθρωπίνοις οὐδὲ παιδοποιουμένων οὐδὲ μὴν ὑπνωσσόντων, εἰ ἀθάνατοι καὶ ἀνενδεεῖς καὶ ἀγήρῳ ὑπῆρχον. 2.36.5 Μετέλαβεν δὲ καὶ τραπέζης ἀνθρωπίνης παρὰ τοῖς Αἰθίοψιν, ἀπανθρώπου δὲ καὶ ἀθέσμου αὐτὸς ὁ Ζεὺς παρὰ Λυκάονι τῷ Ἀρκάδι ἑστιώμενος· ἀνθρωπείων γοῦν ἐνεφορεῖτο σαρκῶν οὐχ ἑκών. Ἠγνόει γὰρ ὁ θεὸς ὡς ἄρα Λυκάων ὁ Ἀρκὰς ὁ ἑστιάτωρ αὐτοῦ τὸν παῖδα κατασφάξας τὸν αὑτοῦ (Νύκτιμος ὄνομα αὐτῷ) παραθείη ὄψον τῷ ∆ιί. 2.37.1 Καλός γε ὁ Ζεὺς ὁ μαντικός, ὁ ξένιος, ὁ ἱκέσιος, ὁ μειλίχιος, ὁ πανομφαῖος, ὁ προστροπαῖος· μᾶλλον δὲ <ὁ> ἄδικος, ὁ ἄθεσμος, ὁ ἄνομος, ὁ ἀνόσιος, ὁ ἀπάνθρωπος, ὁ βίαιος, ὁ φθορεύς, ὁ μοιχός, ὁ ἐρωτικός. Ἀλλὰ τότε μὲν ἦν, ὅτε τοιοῦτος ἦν, ὅτε ἄνθρωπος ἦν, νῦν δὲ ἤδη μοι δοκοῦσι 2.37.2 καὶ οἱ μῦθοι ὑμῖν γεγηρακέναι. ∆ράκων ὁ Ζεὺς οὐκέτι, οὐ κύκνος ἐστίν, οὐκ ἀετός, οὐκ ἄνθρωπος ἐρωτικός· οὐχ ἵπταται θεός, οὐ παιδεραστεῖ, οὐ φιλεῖ, οὐ βιάζεται, καίτοι πολλαὶ καὶ καλαὶ καὶ νῦν ἔτι γυναῖκες καὶ Λήδας εὐπρε πέστεραι καὶ Σεμέλης ἀκμαιότεραι, μειράκια δὲ ὡραιότερα 2.37.3 καὶ πολιτικώτερα τοῦ Φρυγίου βουκόλου. Ποῦ νῦν ἐκεῖνος ὁ ἀετός; Ποῦ δὲ ὁ κύκνος; Ποῦ δὲ αὐτὸς ὁ Ζεύς; Γεγήρακε μετὰ τοῦ πτεροῦ· οὐ γὰρ δήπου μετανοεῖ τοῖς ἐρωτικοῖς οὐδὲ