δίκαιον ἐργάσασθαι καὶ σωτήριον, ἀναπαῦσαί τινα τῶν ἐχόντων αἰώνιον· σκηνὴν παρὰ τῷ πατρί. 31.7 Ὅρα πρῶτον μὲν ὡς οὐκ ἀπαιτεῖσθαί σε κεκέλευκεν οὐδὲ ἐνο χλεῖσθαι περιμένειν, ἀλλὰ αὐτὸν ζητεῖν τοὺς εὖ πεισομένους ἀξίους 31.8 τε ὄντας τοῦ σωτῆρος μαθητάς. καλὸς μὲν οὖν καὶ ὁ τοῦ ἀποστόλου λόγος· "ἱλαρὸν γὰρ δότην· ἀγαπᾷ ὁ θεός", χαίροντα τῷ διδόναι καὶ μὴ φειδομένως σπείροντα, ἵνα μὴ οὕτως καὶ θερίσῃ, δίχα γογγυσμῶν καὶ διακρίσεως καὶ λύπης καὶ κοινωνοῦντα, ὅπερ ἐστὶν εὐεργεσία 31.9 καθαρά. κρείττων δ' ἐστὶ τούτου ὁ τοῦ κυρίου λελεγμένος ἐν ἄλλῳ χωρίῳ· "παντὶ τῷ αἰτοῦντί σε δίδου·" θεοῦ γὰρ ὄντως ἡ τοιαύτη φιλοδωρία. οὑτοσὶ δὲ ὁ λόγος ὑπὲρ ἅπασάν ἐστι θεότητα, μηδὲ αἰτεῖσθαι περιμένειν, ἀλλ' αὐτὸν ἀναζητεῖν, ὅστις ἄξιος εὖ παθεῖν, 32.1 ἔπειτα τηλικοῦτον μισθὸν ὁρίσαι τῆς κοινωνίας, αἰώνιον, σκηνήν. ὢ καλῆς ἐμπορίας, ὢ θείας ἀγορᾶς· ὠνεῖται χρημάτων τις ἀφθαρσίαν, καὶ δοὺς τὰ διολλύμενα τοῦ κόσμου μονὴν τούτων αἰώνιον ἐν οὐρα 32.2 νοῖς ἀντιλαμβάνει. πλεῦσον ἐπὶ ταύτην. ἂν σωφρονῇς. τὴν πανήγυ ριν, ὦ πλούσιε, κἂν δέῃ, περίελθε γῆν ὅλην, μὴ φείσῃ κινδύνων καὶ 32.3 πόνων, ἵν' ἐνταῦθα βασιλείαν οὐράνιον ἀγοράσῃς. τί σε λίθοι δια φανεῖς καὶ σμάραγδοι τοσοῦτον εὐφραίνουσι καὶ οἰκία, τροφὴ πυρὸς 32.4 ἢ χρόνου παίγνιον ἢ σεισμοῦ πάρεργον ἢ ὕβρισμα τυράννου; ἐπιθύ μησον ἐν οὐρανοῖς οἰκῆσαι καὶ βασιλεῦσαι μετὰ θεοῦ, ταύτην σοὶ τὴν βασιλείαν ἄνθρωπος δώσει θεὸν ἀπομιμούμενος· ἐνταῦθα μικρὰ 32.5 λαβὼν ἐκεῖ δι' ὅλων αἰώνων σύνοικόν σε ποιήσεται. ἱκέτευσον ἵνα λάβῃ· σπεῦσον, ἀγωνίασον, φοβήθητι μή σε ἀτιμάσῃ· οὐ γὰρ κεκέ 32.6 λευσται λαβεῖν, ἀλλὰ σὺ παρασχεῖν. οὐ μὴν οὐδ' εἶπεν ὁ κύριος· "δὸς" ἢ "παράσχες" ἢ "εὐεργέτησον" ἢ "βοήθησον", "φίλον" δὲ "ποίησαι"· ὁ δὲ φίλος οὐκ ἐκ μιᾶς δόσεως γίνεται, ἀλλ' ἐξ ὅλης ἀναπαύσεως καὶ συνουσίας μακρᾶς· οὔτε γὰρ ἡ πίστις οὔτε ἡ ἀγάπη οὔτε ἡ καρτερία μιᾶς ἡμέρας, ἀλλ' "ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται".
33.1 Πῶς οὖν ὁ ἄνθρωπος ταῦτα δίδωσιν; ὅτι διὰ τὴν ἐκείνου τιμὴν καὶ
εὔνοιαν καὶ οἰκείωσιν ὁ κύριος δίδωσι· "δώσω γὰρ οὐ μόνον τοῖς 33.2 φίλοις, ἀλλὰ καὶ τοῖς φίλοις τῶν φίλων." καὶ τίς οὗτός ἐστιν ὁ φίλος τοῦ θεοῦ; σὺ μὲν μὴ κρῖνε, τίς ἄξιος καὶ τίς ἀνάξιος· ἐνδέχεται γάρ σε διαμαρτεῖν περὶ τὴν δόξαν· ὡς ἐν ἀμφιβόλῳ δὲ τῆς ἀγνοίας ἄμεινον καὶ τοὺς ἀναξίους εὖ ποιεῖν διὰ τοὺς ἀξίους ἢ φυλασσόμενον 33.3 τοὺς ἧσσον ἀγαθοὺς μηδὲ τοῖς σπουδαίοις περιπεσεῖν. ἐκ μὲν γὰρ τοῦ φείδεσθαι καὶ προσποιεῖσθαι δοκιμάζειν τοὺς εὐλόγως ἢ μὴ τευξομένους ἐνδέχεταί σε καὶ θεοφιλῶν ἀμελῆσαί τινων, οὗ τὸ ἐπι τίμιον κόλασις ἔμπυρος αἰώνιος· ἐκ δὲ τοῦ προΐεσθαι πᾶσιν ἑξῆς τοῖς χρῄζουσιν ἀνάγκη πάντως εὑρεῖν τινα καὶ τῶν σῶσαι παρὰ θεῷ 33.4 δυναμένων. "μὴ κρῖνε" τοίνυν, "ἵνα μὴ κριθῇς· ᾧ μέτρῳ μετρεῖς, τούτῳ καὶ ἀντιμετρηθήσεταί σοι· μέτρον καλόν, πεπιεσμένον καὶ 33.5 σεσαλευμένον, ὑπερεκχυνόμενον, ἀποδοθήσεταί σοι." πᾶσιν ἄνοιξον τὰ σπλάγχνα τοῖς τοῦ θεοῦ μαθηταῖς ἀπογεγραμμένοις, μὴ πρὸς σῶμα ἀπιδὼν ὑπερόπτως, μὴ πρὸς ἡλικίαν ἀμελῶς διατεθείς, μηδ' εἴ τις ἀκτήμων ἢ δυσείμων ἢ δυσειδὴς ἢ ἀσθενὴς φαίνεται, πρὸς 33.6 τοῦτο τῇ ψυχῇ δυσχεράνῃς καὶ ἀποστραφῇς. σχῆμα τοῦτ' ἔστιν ἔξωθεν ἡμῖν περιβεβλημένον τῆς εἰς κόσμον παρόδου προφάσει, ἵν' εἰς τὸ κοινὸν τοῦτο παιδευτήριον εἰσελθεῖν δυνηθῶμεν· ἀλλ' ἔνδον κρυπτὸς ἐνοικεῖ ὁ πατὴρ καὶ ὁ τούτου παῖς ὁ ὑπὲρ ἡμῶν ἀποθανὼν καὶ μεθ' ἡμῶν ἀναστάς.
34.1 Τοῦτο τὸ σχῆμα τὸ βλεπόμενον ἐξαπατᾷ τὸν θάνατον καὶ τὸν διάβολον·
ὁ γὰρ ἐντὸς πλοῦτος καὶ τὸ κάλλος αὐτοῖς ἀθέατός ἐστι· καὶ μαίνονται περὶ τὸ σαρκίον, οὗ καταφρονοῦσιν ὡς ἀσθενοῦς, τῶν ἔνδον ὄντες τυφλοὶ κτημάτων, οὐκ ἐπιστάμενοι πηλίκον τινὰ "θη σαυρὸν ἐν ὀστρακίνῳ σκεύει" βαστάζομεν, δυνάμει θεοῦ πατρὸς καὶ αἵματι θεοῦ παιδὸς καὶ δρόσῳ πνεύματος ἁγίου περιτετειχισμένον.