13
δέδεκται καὶ θάνατος ὢν ὡς σσζων πεπόθηται καὶ πῦρ ὢν φῶς νενόμισται καὶ πλάνος ὢν ὡς ἀληθεύων ἀκούεται. Ταῦτα ἀκούσας ἐγὼ Κλήμης· Τίς ἄρα τυγχάνει, ἔφην, οὗτος ὁ τοσοῦτος ὢν ἀπατεὼν μαθεῖν ἤθελον. καὶ ὁ Πέτρος ἔφη· Eἰ θέλεις μαθεῖν, πάρεστίν σοι τὸ γνῶναι παρ' ὧν κἀγὼ τὰ κατ' αὐτὸν πάντα ἠκρίβωκα. Ἰοῦστά τις ἐν ἡμῖν ἐστιν Συροφοινίκισσα, τὸ γένος Χανανῖτις, ἧς τὸ θυγάτριον ὑπὸ χαλεπῆς νόσου συνείχετο, ἣ καὶ τῷ κυρίῳ ἡμῶν προσῆλθεν βοῶσα καὶ ἱκετεύ- ουσα, ὅπως αὐτῆς τὸ θυγάτριον θεραπεύσῃ. ὁ δὲ καὶ ὑφ' ἡμῶν ἀξιωθεὶς εἶπεν· Oὐκ ἔξεστιν ἰᾶσθαι τὰ ἔθνη, ἐοικότα κυσὶν διὰ τὸ ἀδιαφόροις χρᾶ- σθαι τροφαῖς καὶ πράξεσιν, ἀποδεδομένης τῆς κατὰ τὴν βασίλειον τραπέ- ζης τοῖς υἱοῖς Ἰσραήλ. ἡ δὲ τοῦτο ἀκούσασα, καὶ τῆς αὐτῆς τραπέζης ὡς κύων ψιχίων ἀποπιπτόντων συνμεταλαμβάνειν <δεομένη>, μεταθεμένη ὅπερ ἦν, τῷ ὁμοίως διαιτᾶσθαι τοῖς τῆς βασιλείας υἱοῖς τῆς εἰς τὴν θυ- γατέρα, ὡς ἠξίωσεν, ἔτυχεν ἰάσεως. οὐ γὰρ ἂν ἐθνικὴν οὖσαν καὶ ἐπὶ τῇ αὐτῇ πολιτείᾳ μένουσαν ὁ τὴν ἀρχὴν διὰ τὸ μὴ ἐξεῖναι θεραπεύειν ὡς ἐθνικήν [ἐθνικὴν μείνασαν] <...>, ἐθεράπευεν. αὐτὴ οὖν αὕτη ἡ νόμι- μον ἀναδεξαμένη πολιτείαν ὑπὸ τοῦ ἰδίου ἀνδρὸς ἐναντία φρονοῦντος ἡμῖν μετὰ τῆς ἰαθείσης θυγατρὸς ἰδίων οἴκων ἐκβέβληται. ἡ δέ, εὐγνω- μονοῦσα πρὸς τὰς συνθήκας καὶ ἐν περιουσίᾳ βίου ὑπάρχουσα, αὐτὴ μὲν χήρα ἔμεινεν, τὸ δὲ θυγάτριον αὐτῆς ἀνδρί τινι εὐγνωμονοῦντι πρὸς τὴν ἀληθῆ πίστιν καὶ πένητι ὄντι συνηρμόσατο. ἡ δὲ καὶ τῆς θυγατρὸς προφάσει γάμου στερηθεῖσα, δύο παιδία ὠνησαμένη καὶ παιδεύσασα, εἰς υἱῶν ἔσχεν τόπον, ἅτινα τῷ μάγῳ Σίμωνι ἐκ παίδων συνπαιδευθέντα, πάντα τὰ κατ' αὐτὸν ἐκμεμαθήκασιν· τοσαύτη γὰρ αὐτῶν ἦν ἡ φιλία, ὡς καὶ συνσπεῦσαι αὐτῷ ἐν πᾶσιν οἷς βούλοιτο αὐτοῖς ἑνοῦν. οὗτοι τῷ ἐνταῦθα ἐπιδημήσαντι Ζακχαίῳ συντυχόντες καὶ τοῦ τῆς ἀληθείας δι' αὐτοῦ μεταλαβόντες λόγου, ἐπὶ τοῖς πρώτοις νεωτερισμοῖς μεταμελη- θέντες, ταχέως τοῦ Σίμωνος καταγνόντες, πάντα αὐτῷ συνειδότες, ἅμα τῷ ἐπιδημῆσαί με ἐνταῦθα μετὰ τῆς ἀναθρεψαμένης αὐτοὺς προσελθόν- τες μοι, ὑπ' αὐτοῦ συσταθέντες μοι, καὶ ἔκτοτε πάντοτε σύνεισίν μοι, τῶν τῆς ἀληθείας ἀπολαύοντες μαθημάτων. Ταῦτα εἰπὼν ὁ Πέτρος, μεταπεμψάμενος ἐκέλευσεν αὐτοῖς πάντα μοι τὰ κατὰ τὸν Σίμωνα ἀκριβῶς ἐκτίθεσθαι. οἱ δὲ τὸν θεὸν μαρτυράμενοι μηδὲν ψεύσασθαι, ἐξετίθεντο. ὧν πρῶτος ὁ Ἀκύλας ἤρξατο λέγειν οὕτως· Ἄκου- σον, φίλτατε ἡμῖν ἀδελφέ, ὅπως ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, τίνα τέ ἐστιν ἃ πράττει καὶ πῶς καὶ διὰ τί. Σίμων οὗτος πατρὸς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχήλ, Σαμαρεὺς τὸ ἔθνος, ἀπὸ Γετθῶν κώμης, τῆς πόλεως ἀπεχούσης σχοίνους ἕξ. οὗτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Aἴγυπτον γεγονώς, Ἑλληνικῇ παιδείᾳ πάνυ ἐξασ- κήσας ἑαυτὸν καὶ μαγείᾳ πολὺ δυνηθεὶς καὶ φρενωθεὶς θέλει νομίζεσθαι ἀνωτάτη τις εἶναι δύναμις καὶ αὐτοῦ τοῦ τὸν κόσμον κτίσαντος θεοῦ, ἐνίοτε δὲ καὶ χριστὸν ἑαυτὸν αἰνισσόμενος, ἑστῶτα προσαγορεύει. ταύτῃ δὲ τῇ προσηγορίᾳ κέχρηται, ὡς δὴ στησόμενος ἀεὶ καὶ αἰτίᾳ φθορᾶς τὸ σῶμα πεσεῖν οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον