ἀμιγέσι φαυλότητος, ἀποτρέφειν τὴν ἑαυτῶν ψυχὴν τοὺς μεταλαμβάνοντας τοῦ ἀληθινοῦ Ἀμνοῦ, παρ' ὅλον ἑβδοματικὸν τὸν αἰῶνα, τὸν διὰ τῆς ἑβδομάδος μετρούμενον. Ἁγίαν δὲ τὴν πρώτην καὶ τὴν ἑβδόμην καλεῖ· ἅγιος γὰρ ὁ ἐν ἀρχῇ τε χρόνος, καθ' ὃν ἐν παραδείσῳ διῃτᾶτο Ἀδὰμ, καὶ ὁ ἐπ' ἐσχάτων, ὃν ὁ Χριστὸς ἐπιδημήσας ἡγίασεν Περὶ τοῦ Πάσχα, καὶ τῆς Πεντεκοστῆς, καὶ λοιπῶν ἑορτῶν. Τὸ Πάσχα μὲν σύμβολον ἦν πρακτικῆς φιλοσοφίας, διαβιβαζούσης ἀπὸ τῆς ἁμαρτίας εἰς τὴν ἀρετήν. Ἡ Πεντηκοστὴ δὲ τύπος ἦν τῆς ἐν πνεύματι φυσικῆς θεωρίας προσφερούσης τῷ Θεῷ καθάπερ ἀπαρχὰς θέρους τὰς περὶ τῶν ὄντων εὐσεβεῖς δόξας. Αἱ δὲ σάλπιγγες, σύμβολον τῆς κηρυττομένης διὰ τοῦ νόμου καὶ τῶν προφητῶν ἐνανθρωπήσεως τοῦ Θεοῦ. Ὁ δὲ Ἱλὲμ, τύπος τῆς τοῦ Θεοῦ πρὸς ἀνθρώπους καταλλαγῆς, ἢν ἡ τοῦ Θεοῦ καὶ Σωτῆρος Χριστοῦ κατώρθωσεν ἐνανθρώπησις. Ἡ δὲ Σκηνοπηγία προχάραγμα ἦν τῆς παγκοσμίου ἐκ νεκρῶν ἀναστάσεως. Περὶ τοῦ Σαββάτου. Οὐ τὰς ἡμέρας τιμᾶσθαι βουλόμενος ὁ Θεὸς ὑπὸ τῶν ἀνθρώπων, προσέταξε τιμᾶσθαι τὸ Σάββατον, καὶ τὰς ἡμέρας τῶν νεομηνιῶν καὶ τῶν ἑορτῶν· οὕτω γὰρ ἂν ἐπέτρεπε λατρεύειν τῇ κτίσει παρὰ τὸν κτί 77.1209 σαντα· ἀλλὰ συμβολικῶς διὰ τῶν τοιούτων ἡμερῶν ἑαυτὸν τιμᾶσθαι ἐνομοτέθησεν. Αὐτὸς γάρ ἐστι Σάββατον ....... τῶν ἐν σώματι μόχθων τῆς ψυχῆς ἀνάπαυσις, καὶ τῶν κατὰ δικαιοσύνην πόνων κατάπαυσις. Νεομηνία δὲ, ὡς ἀρχὴ τῆς πρώτης κινήσεως τῶν ἀρετῶν. Παρ' αὐτοῦ γὰρ ἔχομεν τὰ σπέρματα τούτων, τῇ καθ' ἡμᾶς φύσει συγκαταβεβλημένα. Ἐπεὶ δὲ διαφόρους οἶδε τὰς ἑορτὰς ὁ νόμος, αὐτὸς πάλιν ὁ Θεός ἐστι Πάσχα μὲν, ὡς ἐλευθερωτὴς τῶν τῇ πικρᾷ δουλείᾳ τῆς ἁμαρτίας κεκρατημένων, καὶ διάβασις ἀπὸ ἁμαρτίας εἰς ἀρετὴν, καὶ ἀπὸ σκότους εἰς φῶς. Πεντηκοστὴ, ὡς ἀπαρχὴ θέρους τῷ Θεῷ* προσεφέροντο. Θέρος δὲ μυστικὸν οἱ γεωργούμενοι διὰ τῆς τοῦ Σωτῆρος ἐνανθρωπήσεως, ὧν ἀπαρχὴ αὐτὸς κατὰ τὸ ἀνθρώπινον προσηνέχθη διὰ τοῦ ζωοποιοῦ θανάτου αὐτοῦ. Ἐπεὶ δὲ καὶ σαλπίγγων ἦν ἑορτὴ, καὶ ἱλασμοῦ καὶ σκηνοπηγίας, αὐτὸς αὖθίς ἐστι σάλπιγξ μὲν, ὡς ἐνηχῶν ἡμῖν τὰς θείας γνώσεις καὶ τὰς τῶν μυστηρίων ἀποκαλύψεις· ἱλασμὸς δὲ, ὡς γενόμενος ὑπὲρ ἡμῶν ἄνθρωπος, ἵνα ἡμᾶς δι' ἑαυτοῦ καταλλάξῃ τῷ Πατρί. Σκηνοπηγία δὲ ὡς πῆξις τοῦ διαλυομένου σκήνους ἡμῶν· αὐτὸς γὰρ ὄντως ἡ ζωὴ καὶ ἀθανασία τῶν θνητῶν σωμάτων ἡμῶν. Θέρος ἐστὶ μυστικὸν ἡ τῶν κατὰ τὴν πρακτικὴν φιλοσοφίαν καὶ τὴν φυσικὴν θεωρίαν πνευματικωτέρων λόγων συλλογὴ καὶ ἀπόλαυσις. Θέρος θέρους ἐστὶν ἡ μετὰ τὴν τῶν νοητῶν θεωρίαν συλλογὴ καὶ συναγωγὴ τοῦ νοῦ πρὸς τὸν Θεὸν, θεριζομένου μὲν τῇ ἀποδιαιρέσει τῶν ἄλλων πάντων ὅσα μετὰ Θεόν· προσφερομένου δὲ μόνῳ τῷ Θεῷ, τῷ πρὸς μόνον αὐτὸν διηνεκῶς ἀνατείνεσθαι. Περὶ περιτομῆς. Φυσικὸν ἡ ἀκροβυστία. Πᾶν δὲ φυσικὸν θείας ἔργον δημιουργίας ἐστὶ, καὶ διὰ τοῦτο λίαν καλόν. Καὶ εἶδε γὰρ, φησὶν, ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Οὐκοῦν ὁ τοῖς συμβόλοις ἐπιβάλλων τοῦ νόμου, γνώσεται πάντως ὡς οὐ τὴν φύσιν ὁ Θεὸς μετὰ τοσαύτας γενεὰς διορθούμενος, ἐνομοθέτησε περιτέμνεσθαι τὴν ἀκροβυστίαν, ὡς βλαβερὰν ἢ ἀκάθαρτον· ἀλλὰ διὰ τῆς τοιαύτης περιτομῆς ὡς συμβόλου τὴν ἐμπαθῆ τῆς ψυχῆς ἐκέλευσε περιτέμνεσθαι διάθεσιν. Καὶ ἐπεὶ ἡ ἀκροβυστία ἡδυντικοῦ μορίου ἐστὶ περίττωμα, τὴν περιττὴν ἡδονὴν ἀποτίθεσθαι προσέταξε· περιττὴ δὲ ἡδονὴ πᾶσα ἁμαρτία. Λοιπὸν οὖν ὁ μὲν τὴν ἁμαρτίαν φέρων, ἀκρόβυστός ἐστιν, εἰ καὶ περιτέμνεται σωματικῶς· ὁ δὲ ταύτην ἀποθέμενος, περιτετμημένος ἐστὶν, εἰ καὶ τὸ