τοῦτο παρά τινων, ἀλλ' ἵνα μᾶλλον μὴ ἀπιστῶνται κηρύττοντες. ἦν οὖν ἄμεινον ἐπὶ τοῖς δι' αὐτῶν σεσαγηνευμένοις ὁρᾶσθαι χαίροντας, ὡς καὶ ὁ πάνσοφος Παῦλος τοῖς δι' αὐτοῦ ἐπικεκλημένοις ἐπισεμνύνεται λέγων· Χαρὰ καὶ στέφανός μου. οἱ δὲ τῶν τοιούτων μὲν εἰρήκασιν οὐδέν, ἐπὶ μόνῳ δὲ χαίρουσι τῷ δύνασθαι συντρίβειν τὸν σατανᾶν. καὶ τί πρὸς ταῦτα Χριστός; ZU LK 10, 18 Ναί, φησίν, οὐκ ἠγνόηκα τοῦτο ἐγώ· τοῖς γὰρ ἐμοῖς νεύμασιν οἱονεὶ τεθωρακισμένοι νενικήκατε τὸν σατανᾶν. εἶδον αὐτὸν ὡς ἀστραπὴν ἐξ οὐρανοῦ πεσόντα, τουτέστιν ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. καὶ ἀληθὴς ὁ λόγος. πρὸ μὲν γὰρ τῆς τοῦ σωτῆρος ἐπιδημίας κατεκράτησε τῆς ὑπ' οὐρανόν, προσεκυνήθη παρὰ πάντων, ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι· ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπή· ὁ γὰρ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτόν. 105 ZU LK 10, Ἀλλὰ τί οὐκ ἐᾷς, ὦ δέσποτα, ταῖς παρὰ σοῦ τιμαῖς ἐπιγάννυσθαι τοὺς τετιμημένους; καίτοι γέγραπται περὶ τῶν προκεχειρισμένων εἰς ἀποστολήν· Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύσονται καὶ ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται ὅλην τὴν ἡμέραν καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι καύχημα τῆς δυνάμεως αὐτῶν σὺ εἶ καὶ ἐν τῇ εὐδοκίᾳ σου ὑψωθήσεται τὸ κέρας ἡμῶν. εἶτα πῶς προστέταχας ἐν τούτοις μὴ χρῆναι χαίρειν ἐπὶ τῇ δοθείσῃ παρὰ σοῦ τιμῇ τε καὶ δόξῃ; τί οὖν ἄρα πρὸς τοῦτό φαμεν; ἐπὶ τὸ μεῖζον αὐτοὺς ἀναφέρει Χριστὸς κἀκεῖνο κελεύει ποιεῖσθαι καύχημα, τὸ γεγράφθαι φημὶ τὰ ὀνόματα αὐτῶν ἐν τοῖς οὐρανοῖς. εἴρηται γὰρ περὶ τῶν ἁγίων πρὸς θεόν· Καὶ ἐπὶ τὸ βιβλίον σου πάντες γραφήσονται. ZU LK 10, 21α Ἐξετάσωμεν πρό γε τῶν ἄλλων, τί ἐστι τὸ Ἠγαλλιάσατο τῷ πνεύματι. πρόεισι μὲν γὰρ ὡς ἀπὸ πηγῆς τοῦ θεοῦ καὶ πατρὸς τὸ πνεῦμα τὸ ἅγιον, ἔστι δὲ οὐκ ἀλλότριον τοῦ υἱοῦ· πᾶσα γὰρ ἡ τοῦ πατρὸς ἰδιότης ἐνυπάρχει τῷ κατὰ φύσιν καὶ ἀληθῶς ἐξ αὐτοῦ γεννηθέντι λόγῳ. τεθέαται τοίνυν διὰ τῆς τοῦ πνεύματος ἐνεργείας, ὃ δέδωκε τοῖς ἀξίοις, οἷς καὶ τὸ θεῖον ἱερουργεῖν ἐκέλευσε κήρυγμα, πολλοὺς σεσαγηνευμένους, εἶδεν ἀξιοθαύμαστα δι' αὐτῶν τετελεσμένα σημεῖα καὶ λοιπὸν ἐν ἀρχαῖς οὖσαν τὴν ὑπ' οὐρανὸν τῆς δι' αὐτοῦ σωτηρίας, φημὶ δὴ τῆς διὰ πίστεως. καὶ ταύτης ἕνεκα τῆς αἰτίας ἠγαλλιάσατο ἐν τῷ ἁγίῳ πνεύματι, τουτέστι ἐπὶ ταῖς ἐνεργείαις καὶ δυνάμεσι ταῖς διὰ τοῦ ἁγίου πνεύματος. εὖ εἰδὼς ὅτι πολλοὺς ὠφέλησαν οἱ ἀπεσταλμένοι παρ' αὐτοῦ καὶ ὅτι πρὸ τῶν ἄλλων αὐτοὶ διὰ πείρας αὐτῆς ἔγνωσαν τὴν δόξαν αὐτοῦ, πεπλήρωται θυμηδείας ἤγουν ἀγαλλιάσεως. ὡς 106 γὰρ ἀγαθὸς καὶ φιλάνθρωπος καὶ πάντας ἀνθρώπους θέλων σωθῆναι θυμηδείας ἐποιεῖτο πρόφασιν τῶν πεπλανημένων τὴν ἐπιστροφήν. εἶτα τί φησιν; ZU LK 10, 21β Τὸ Ἐξομολογοῦμαί φησι κατὰ συνήθειαν ἀνθρωπίνην ἀντὶ τοῦ Χάριν ὁμολογῶ, ἤγουν ∆οξάζω σε, Εὐχαριστῶ σοι· ἔθος γὰρ τῇ θεοπνεύστῳ γραφῇ τὸ τῆς ἐξομολογήσεως ὄνομα κατὰ τοιόνδε τινὰ δέχεσθαι τρόπον. γέγραπται γοῦν ὅτι Ἐξομολογησάσθωσαν, κύριε, τῷ ὀνόματί σου τῷ μεγάλῳ. καὶ πάλιν· Ἐξομολογήσομαί σοι, κύριε, ἐν ὅλῃ καρδίᾳ μου. ἀλλ' Ἰδού, φασὶν οἱ διεστραμμένοι τὸν νοῦν, χάριν ὁ υἱὸς ὁμολογεῖ τῷ πατρί· εἶτα πῶς οὐκ ἐλάττων ἐστὶν αὐτοῦ; πρὸς τοῦτο φαίῃ τις ἂν τῶν εὖ εἰδότων τοῖς τῆς ἀληθείας συνασπίζειν δόγμασι· Καὶ τί τὸ κωλύον, ὦ βέλτιστοι, τὸν ὁμοούσιον υἱὸν ἀποδέχεσθαι καὶ ἐπαινεῖν τὸν ἑαυτοῦ πατέρα σώζοντα δι' αὐτοῦ τὴν ὑπ' οὐρανόν; εἰ δὲ νομίζεις διὰ τὴν ἐξομολόγησιν ἐν ἐλάττοσιν εἶναι αὐτὸν τοῦ πατρός, ὅρα καὶ τὸ ἐφεξῆς· κύριον γὰρ οὐρανοῦ καὶ γῆς ἀποκαλεῖ τὸν πατέρα. ὁ δὲ υἱὸς τοῦ τῶν