Οὗτος ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρὸς, δι' οὗ πᾶσαν τὴν κτίσιν, ὡς δι' οἰκείας σοφίας τε καὶ δυνάμεως, ἐδημιούργησεν ὁ Πατὴρ (αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς σοφία καὶ δύναμις)· οὗτος δι' ἡμᾶς, εὐδοκίᾳ τοῦ γεγεννηκότος αὐτὸν, ἐνηνθρώπισεν, ἐν τῷ Πατρὶ ὢν, καὶ μεθ' ἡμῶν γεγονὼς (ἀπερίγραπτος γάρ)· καὶ σάρκα, ψυχὴν, νοῦν, λόγον, θέλησιν, ἐνέργειαν, πάντα τὰ κατὰ φύσιν ἀνθρώπῳ προσόντα, προσείληφε· μηδ' αὐτῶν τῶν μετὰ τὴν πρώτην ἁμαρτίαν ἐπεισαχθέντων ἡμῖν παθῶν, ὧν οὐ καθικνεῖται μῶμος, μείνας ἀπείρατος· ἀλλὰ καὶ ταῦτα διὰ πολλὴν συγκατάβασιν προσηκάμενος· ἵνα μετασκευάσῃ πρὸς τὸ κρεῖττον πᾶσαν τὴν ἀνθρωπότητα· καὶ ἁπλῶς εἰπεῖν, τέλειος γέγονεν ἄνθρωπος, οὐ κατὰ φαντασίαν ἢ δόκησιν, ἀλλ' ὄντως καὶ 77.1152 ἐναργῶς ὑπάρξας ἄνθρωπος, καθ' ἡμᾶς ὁμοῦ καὶ ὑπὲρ ἡμᾶς. Καθ' ἡμᾶς, ὅτι συλληφθεὶς ἐν μήτρᾳ γυναικὸς, ζωοπλασθεὶς ἐν αὐτῇ, κυοφορηθεὶς ἐφ' ὅσον καὶ καθὼς ὁ τῆς φύσεως ἐδίδου νόμος, ἐτέχθη βρεφοπρεπῶς. Ὑπὲρ ἡμᾶς, ὅτι ἡ σύλληψις ἐξ ἁγίου Πνεύματος ἄτερ συνδυασμοῦ, σαρκικῆς ἐκτὸς ἡδονῆς, χωρίς τινος ἐμπαθοῦς ἐννοήματος· ἡ τοῦ σώματος σύμπηξις ἐκ πανάγνων αἱμάτων παρθενικῶν, ὁ τόκος ἄνευ ὠδίνων τὴν τῆς γειναμένης παρθενίαν οὐκ ἐλυμήνατο. Μεμένηκε γὰρ αὕτη παρθένος καὶ μετὰ τόκον, ὥσπερ ἦν καὶ πρὸ τόκου καὶ πρὸ συλλήψεως, ἡ καὶ διὰ βίου παντὸς ἀειπάρθενος ἄχραντός τε καὶ ἀκηλίδωτος. Τοιαύτην γὰρ ἔπρεπεν εἶναι τὴν τεκοῦσαν Θεόν. Καθ' ἡμᾶς, ὅτι σῶμα χοϊκὸν ἀνελάβετο καὶ φθαρτὸν, ἐκ τῶν τεσσάρων συντεθειμένον χυμῶν, ψυχῇ τριμερεῖ ζωοποιούμενον, ἐμφύτῳ θερμῷ καὶ δυνάμεσι φυσικαῖς διοικούμενον· πείνῃ, καὶ δίψῃ, καὶ τοῖς ἄλλοις ἀνεγκλήτοις τῆς φύσεως ἀσθενήμασιν ὑποκείμενον. Ὑπὲρ ἡμᾶς, ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν, ἀλλ' ἄνθρωπος ὁμοῦ καὶ Θεός. Οὐ γὰρ τραπεὶς ἐκ τοῦ εἶναι Θεὸς εἰς τὸ γενέσθαι ἄνθρωπος, τὴν οἰκείαν ἐνανθρώπησιν ἐξετέλεσεν, ἀλλὰ μείνας Θεὸς ὅπερ ἦν, γέγονεν ἄνθρωπος, ὅπερ οὐκ ἦν· οὐκ εἰς θείαν φύσιν τὴν ἀνθρωπίνην φύσιν μεταβαλὼν, ἣν προσείληφεν· ἀλλ' ἐν τοῖς οἰκείοις ὅροις μείνασαν θεώσας αὐτὴν διὰ τῆς ἄκρας ἑνώσεως. Ὥσπερ γὰρ τῷ σιδήρῳ τὸ πῦρ ἑνούμενον ὁλικῶς, ἐκπυροῖ μὲν αὐτὸν, τῆς δὲ τοῦ σιδήρου φύσεως οὐκ ἐξίστησι (μένει γὰρ οὗτος καὶ μετὰ τὴν ἐκπύρωσιν σίδηρος, καὶ πεπυρωμένος σίδηρος ἔστι τε καὶ λέγεται)· τοιουτοτρόπως τῇ βροτείᾳ φύσει ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς ἑνωθεὶς, ἐθέωσε μὲν αὐτὴν, τοῦ δὲ βροτείαν εἶναι φύσιν αὐτὴν οὐκ ἐξέστησε. Μένει γὰρ αὕτη βροτεία φύσις καὶ μετὰ τὴν θέωσιν, καὶ τεθεωμένη φύσις βροτεία καὶ λέγεται καὶ ἔστι· τεθεωμένη σὰρξ μετὰ ψυχῆς νοερᾶς, λογικῆς, θελητικῆς, ἐνεργητικῆς.
ΚΕΦΑΛ. ΙΕʹ.
Ἐπεὶ δὲ νόθον ἡ ἁμαρτία καὶ παρὰ φύσιν (ἔξωθεν γὰρ ἡμῖν ὅταν μὴ νήφωμεν ἐπεισέρχεται), ταύτην εἰκότως ὁ Θεὸς Λόγος οὐ προσελάβετο. Πάλιν, ἐπεὶ τὴν προσληφθεῖσαν φύσιν ὅλην ἐθέωσεν, ἀνεπίβατος δικαίως ἡ θεωθεῖσα καὶ ἄψαυστος κατὰ πάντα τρόπον τῇ ἁμαρτίᾳ μεμένηκεν. Ἀλλ' οὐδὲ προαίρεσις ἡ ἀμφιῤῥεπὴς ἦν ἐν Χριστῷ. Προαιρετικὸς μὲν γὰρ ἦν ὡς αὐτεξούσιος καὶ κατὰ τὸ ἀνθρώπινον ὁ Χριστὸς, ὅτι καὶ λογικὸς (πᾶν γὰρ λογικὸν, αὐτεξούσιον· πᾶν δ' αὐτεξούσιον, προαιρετικόν)· βουλῆς δὲ καὶ σκέψεως καὶ γνώμης καὶ προαιρέσεως ὥσπερ ἡμεῖς ἔχρῃζεν οὐδαμοῦ· ὥσπερ αὖ οὐδὲ νήψεως. Θεὸς γὰρ ἦν κατ' ἄμφω· τὸ μὲν φύσει, τὸ δὲ θεώσει. ∆ιὸ δὴ καὶ κατὰ τοῦτον τὸν λόγον, πάσης ἁμαρτίας ἀνώτερος ἦν. Ἢ γὰρ ἐξ ἐπισφαλοῦς