Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
ἡμᾶς πραγμάτων σχηματίζειν ἔσθ' ὅτε τὰ μὴ ἐμφανῶς, ἀλλ' ὡς ἐν κρυπτῷ καὶ νοήσει δρώ μενα. Τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο. (A f. 4) Ἀκουέτωσαν ταῦτα καὶ Ἰουδαῖοι καὶ Ἔλληνες, ὡς ταῖς ἀφύκτοις περιπεσοῦνται δίκαις, εἰ μὴ ἐπιστρέφειν ἕλοιντο, καὶ οἱ μὲν τῆς ἀρχαίας ἀπό σχοιντο πλάνης, οἱ δὲ τῇ μετανοίᾳ τὰ τῆς κυριοκτο νίας ἐγκλήματα διασμήχοιντο. Ὠδίνησεν ἀδικίαν, κ.τ.λ. Λάκκον ὤρυξε, κ.τ.λ. (A f. 50 b) Ἀλλὰ γὰρ προσεξεργαστέον καὶ ἔτι τὴν 69.756 ψαλμῳδίαν. Οὐκοῦν λέγοιτο ἂν εἰκότως καὶ περὶ παν τὸς ἁμαρτήματος, ὅτι ὁ ἁμαρτάνων συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν· ἀεὶ γάρ πως προανίσχουσι τῶν ἐν κακοῖς ἀποτελεσμάτων, διαλογισμοὶ πονηροί. Ἁρμόσειε δ' ἂν τὸ ῥητὸν καὶ τοῖς Ἰουδαίων καθηγηταῖς, οἳ συλλαβόντες, ἤγουν ἐν ὠδῖσι προεισδεξάμενοι, τῆς κατὰ Χριστοῦ δυσσεβείας τὰ σπέρματα, τῆς τοῦ διαβόλου σκαιότητος ταῦτα αὐτοῖς ἐνσπειράσης, ἐξέτεκον ἀνομίαν, τὴν κατ' αὐτοῦ δηλονότι. Ὠδίνησεν ἀδικίαν καὶ ἔτεκεν ἀνομίαν καὶ αὐτὸς ὁ Σατανᾶς· πειράζων μὲν γὰρ προσῆλθε κατὰ τὴν ἔρημον· εἶτα ἀπέστη μέχρι καιροῦ, καὶ εἰς πέρας ἤγαγε τὸν ἐξ ἀρχῆς τεθέντα σκοπόν. Κατέθηξε γὰρ ἐν αὐτῷ τὰς τῶν Ἰουδαίων καρδίας καὶ τὴν τοῦ προδότου ψυχὴν, ὃς δὴ καὶ κατ' αὐτὸν τὸν τῆς ἑαυτοῦ δυσσεβείας πα τέρα, φημὶ δὴ τὸν Σατανᾶν, συνέλαβε μὲν ἀδικίαν κατὰ τοῦ Χριστοῦ, αἰσχρῶν ἕνεκα λημμάτων, κατα προδοῦναι τοῖς φονῶσιν αὐτὸν βουλόμενος. Εἶτα καὶ ἔτεκεν ἀνομίαν· λαβὼν γὰρ τριάκοντα δηνάρια, παρ έδωκεν αὐτὸν, σύνθημα φόνου τὸ τῆς ἀγάπης σύμβο λον ποιησάμενος, τουτέστι τὸ φίλημα, καὶ αὐτὴν ἀδικήσας τὴν ἀρετήν. Εἶτα δέχεται μὲν ὁ προφήτης, ὡς ἐν λόγῳ παραδείγματος, τὸ ὀρύξαι λάκκον καὶ ἀνασκάψαι αὐτόν· καταλευκαίνει δὲ τοῦ φαινομένου τὴν διάνοιαν, ἐπενεγκὼν εὐθὺς τὸ, Ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ. Πόνον δὲ οἶμαι λέ γειν αὐτὸν, ἢ τὴν ἐπὶ τῷ τὸν βόθρον ὀρύξαι ματαιοπο νίαν, ἢ τὸν φθόνον ὃς κατατήκει τὴν τῶν ἐχόντων καρδίαν· ἀδικίαν δὲ τὴν πλεονεξίαν, ἤγουν τὴν ἐπι βουλὴν ἣν ἄν τις ἐργάσαιτο κατὰ τοῦ πέλας. Τοιοῦτόν τι καὶ ὁ Παροιμιαστὴς εὑρίσκεται λέγων· "Ὁ ὀρύσ σων βόθρον τῷ πλησίον, ἐμπεσεῖται εἰς αὐτόν·" καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ τοιαύτην συγκληρῶσαι τῇ ἐπιβουλῇ τὴν φύσιν, ὥστε εἰς τοὺς ἐπιβουλεύοντας περιτρέψεσθαι. Ἐντεῦθεν καὶ ἡ εὐ μηχανία τοῦ Θεοῦ μάλιστα διαλάμπει, καὶ τοῖς πονηροῖς πολὺς ὁ σωφρονισμὸς, καὶ τοῖς διαφεύγουσιν ἡ ἡδονή. Ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύ νην αὐτοῦ, ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ ὑψί στου. (A f. 51 b, B f. 30, E f. 13 b) Αὕτη φωνὴ καὶ τῶν ἐν Χριστῷ σεσωσμένων, ὡς καταργηθέντος τοῦ Σα τανᾶ καὶ ἀναιρεθέντος τοῦ θανάτου καὶ τῆς ἁμαρτίας ἀνῃρημένης, καὶ ἐπιγνωσθέντος ἤδη τοῦ κατὰ ἀλή θειαν Υἱοῦ τοῦ Θεοῦ. Τὸ δὲ, Ἐξομολογήσομαι, φησὶν, ἀντὶ τοῦ, Μετ' ᾠδῆς ποιήσομαι τὴν εὐχαριστίαν κατὰ τὴν ἐνοῦσαν αὐτῷ (cod. E. μοι) δικαιοσύνην, ἤτοι κατὰ τὸ μέγεθος τῆς δικαιοκρισίας ἧς ἐποιήσατο, διασώσας τὴν ἁρπαζομένην ἀνθρωπότητα ὑπό τε τοῦ Σατανᾶ, καὶ τῶν σὺν αὐτῷ πονηρῶν δυνάμεων. Μεγάλη τοίνυν ἡ Θεοῦ δικαιοσύνη· διὸ ψάλλειν ἐπαγγέλλονται τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου· ὃν γὰρ οὐκ ᾔδεισαν πάλαι, νῦν Κύριον καὶ Ὕψιστον ὀνομάζουσι.
ΨΑΛΜΟΣ Ηʹ.
Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν· ψαλμὸς τῷ ∆αβίδ. (A f. 52) Προαναφωνεῖται
τοίνυν διὰ τῆς προ 69.757 κειμένης ᾠδῆς ἡ τῶν ἐθνῶν κλῆσις· ἐπεγράφη δὲ αὕτη· Εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν. Καὶ τὸ μὲν Εἰς τὸ τέλος, δηλοῖ τὴν ἐπὶ συντελείᾳ τῶν αἰώνων γενο μένην ἐπιδημίαν, ἤγουν ἐνανθρώπησιν τοῦ Μονογε νοῦς· τὸ δὲ ὑπὲρ τῶν ληνῶν τοιάνδε τὴν διάνοιαν ἔχει· τινὲς μὲν γὰρ βούλονται ληνοὺς ὠνομάσθαι τρο πικῶς τὰς Ἐκκλησίας Χριστοῦ, εἰς ἃς οἷά τινας βότρυας συγκομίζουσιν οἱ