ΤΩι ΣΥΜΠΡEΣΒΥΤEΡΩι ΤIΜOΘEΩι ∆IOΝΥΣIOΣ O ΠΡEΣΒΥΤEΡOΣ

 νίους ἀνεγράψατο νόας ἐν ταῖς ἱερογραφικαῖς τῶν λογίων συνθέσεσιν, ὅπως ἂν ἡμᾶς ἀναγάγοι διὰ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ κἀκ τῶν ἱεροπλάστων συμβόλων ἐπ

 ἀναγωγιῶν, αἳ τὰς ἐφικτὰς ἡμῖν μορφώσεις προτείνουσι τῶν ἀμορφώτων καὶ ὑπερφυῶν θεαμάτων, ἀλλ' ὅτι καὶ τοῦτο τοῖς μυστικοῖς λογίοις ἐστὶ πρεπωδέστατον

 εἶναι καθόλου τῆς τοῦ καλοῦ μετουσίας ἐστερημένον, εἴπερ ὡς ἡ τῶν λογίων ἀλήθειά φησι «Πάντα καλὰ λίαν». <4> Ἔστιν οὖν ἐκ πάντων αὐτῶν ἐπινοῆσαι καλὰς

 στέλλουσι τὰ «Ἅγια τῶν ἁγίων» καὶ τὴν ἀνόμοιον ἱεροπλαστίαν πρεσ βεύουσιν, ὡς μήτε τὰ θεῖα τοῖς βεβήλοις εὐχείρωτα εἶναι μήτε τοὺς τῶν θείων ἀγαλμάτων

 ἀναλογίαν ἐπὶ τὸ θεομίμητον ἀναχθῆναι καὶ τὸ δὴ πάντων θειότερον ὡς τὰ λόγιά φησι «Θεοῦ συνεργὸν» γενέσθαι καὶ δεῖξαι τὴν θείαν ἐνέργειαν ἐν ἑαυτῷ κατ

 ὄντα καὶ ἀλόγως ζῶντα καὶ τὰ καθ' ἡμᾶς λογικὰ τῆς θεαρχικῆς μετα δόσεως ἐν μετουσίᾳ γεγόνασιν. Νοητῶς γὰρ ἐπὶ τὸ θεομίμητον ἑαυτὰς ἀποτυποῦσαι καὶ πρὸ

 ἐκπεπλήρωται τὰ θειωδῶς ἐπηγγελμένα τῷ προγόνῳ ∆αυίδ, ἄλλος δὲ τοὺς ποιμένας ὡς τῇ τῶν πολλῶν ἀναχωρήσει καὶ ἡσυχίᾳ κεκαθαρμένους εὐηγγελίζετο, καὶ σὺ

 οἰκείας δυνάμεις τε καὶ ἐλλάμψεις καὶ τὴν ἑαυτῶν ἱερὰν καὶ ὑπερκόσμιον εὐταξίαν. Ἀδύνατον γὰρ ἡμᾶς εἰδέναι τὰ τῶν ὑπερουρανίων νοῶν μυστή ρια καὶ τὰς

 καὶ εὐσταθῶς ἱδρυμένον καὶ τῆς θεαρχικῆς ἐπιφοιτήσεως ἐν ἀπαθείᾳ πάσῃ καὶ ἀϋλίᾳ δεκτικὸν καὶ τὸ θεοφόρον καὶ θεραπευτικῶς ἐπὶ τὰς θείας ὑποδοχὰς ἀναπε

 ταύτας αὐτὸν Ἰησοῦν ἀμέσως μυοῦντα καὶ πρωτοδότως αὐταῖς ἐκφαί νοντα τὴν αὐτοῦ φιλάνθρωπον ἀγαθουργίαν. «Ἐγὼ» γάρ φησι «δια λέγομαι δικαιοσύνην καὶ κρ

 χάτων τῆς γῆς διεῖσα τὴν ἀγαθωτάτην αὐτῆς ἐπὶ πάντα τὰ ὄντα πρόνοιαν ὡς πάσης οὐσίας ὑπεράρχιος ἀρχὴ καὶ αἰτία καὶ πάντων ὑπερουσίως ἀσχέτῳ συνοχῇ περ

 αὐτῶν ἐπὶ τὴν πάντων ὑπερούσιον ἀρχὴν ἀναγομένων καὶ τῶν τελε ταρχικῶν καθάρσεων καὶ φωτισμῶν καὶ τελειώσεων ἐν μετουσίᾳ κατὰ τὸ αὐτοῖς θεμιτὸν γινομέ

 ἀρχικῶς ἡγεῖσθαι καὶ τὸ πρὸς αὐτὴν ἐκείνην ὡς δυνατὸν ἀποτυποῦσθαι τὴν ἀρχοποιὸν ἀρχὴν ἀναφαίνειν τε τὴν ὑπερούσιον αὐτῆς ταξιαρχίαν τῇ τῶν ἀρχικῶν εὐ

 ἐξ ὧν καὶ ἡμεῖς ἀνενεύσαμεν ἐπὶ τὸ πᾶσιν ἑτοίμως εἰς μετάδοσιν ἀναπεπ ταμένον τοῦ θεαρχικοῦ φωτὸς ἄπειρόν τε καὶ ἄφθονον πέλαγος, οὐκ ἔκφυλοί τινες ἐπ

 ἀνάγεται. <2> Ἐκφαντορικοὶ δὲ πάντες εἰσὶ καὶ ἄγγελοι τῶν πρὸ αὐτῶν, οἱ μὲν πρεσβύτατοι θεοῦ τοῦ κινοῦντος, ἀναλόγως δὲ οἱ λοιποὶ τῶν ἐκ θεοῦ κεκινημέ

 <ΧII.> <1> Ζητεῖται δὲ καὶ τοῦτο τοῖς τῶν νοητῶν λογίων φιλοθεάμοσιν· εἰ γὰρ ἀμέθεκτα τῶν ὑπερτέρων ὁλοτήτων εἰσὶ τὰ τελευταῖα, δι' ἣν αἰτίαν ὁ καθ' ἡ

 τὴν πρωτουργὸν ἱεραρχίαν ἀνέθηκεν. Καὶ μήποτε ἆρα οὗτος ὁ λόγος ἀληθεύεται Ἔλεγε γὰρ ὁ τοῦτο φήσας ὡς ἡ θεαρχικὴ δύναμις ἐπὶ πάντα φοιτῶσα χωρεῖ καὶ

 μετέχουσι μέν, ὑφειμένως δὲ καὶ πρὸς τὰς πρώτας ὁρῶσαι καὶ δι' αὐτῶν ὡς τοῦ θεομιμήτου πρωτουργῶς ἠξιωμένων ἐπὶ τὸ τοῦ θεοειδοῦς ἐφικτὸν ἀναγόμεναι. Τ

 ἰδιότητα τοῖς Σεραφὶμ εἰκότως μετὰ θεὸν ἀνατέθεικεν. Oὐδὲν οὖν ἄτοπον, εἰ καθαίρειν λέγεται τὸν θεολόγον ὁ Σεραφίμ. Ὡς γὰρ ὁ θεὸς καθαίρει πάντας τῷ π

 προδιεγνωσμένον ὡς αἱ τῶν ἱεροτύπων εἰκόνων ἀνακαθάρσεις τὰς αὐτὰς ἔσθ' ὅτε τῶν οὐρανίων οὐσιῶν διακοσμήσεις ἱεραρχούσας ἐμφαίνουσι καὶ αὖθις ἱεραρχου

 ἐνεργείας. Τοῦτο γοῦν εἰδότες οἱ θεόσοφοι τὰς οὐρανίας οὐσίας ἐκ πυρὸς διαπλάττουσιν, ἐμφαίνοντες αὐτῶν τὸ θεοειδὲς καὶ ὡς ἐφικτὸν θεομίμητον. <3> Ἀλλ

 καὶ τὸ τῆς ὅλης ζωῆς ἀφιερωμένον, τὰς δὲ ζώνας τὸ τῶν γονίμων αὐτῶν δυνάμεων φρουρητικὸν καὶ τὸ τὴν συναγωγὸν αὐτῶν ἕξιν εἰς ἑαυτὴν ἑνιαίως συνεστράφθ

 ·ωμαλέον καὶ ἀδάμαστον καὶ τὸ πρὸς τὴν κρυφιότητα τῆς ἀφθέγμονος θεαρχίας ὅση δύναμις ἀφομοιωτικὸν τῇ τῶν νοερῶν ἰχνῶν περικαλύψει καὶ τῇ μυστικῶς ἀνε

 Τοσαῦτά μοι καὶ περὶ τῶν ἱερῶν ἀναπλάσεων εἰρήσθω, τῆς μὲν ἀκρι βοῦς αὐτῶν ἐκφαντορίας ἀπολειπόμενα, συντελοῦντα δὲ ὡς οἶμαι πρὸς τὸ μὴ ταπεινῶς ἡμᾶς

αὐτῶν ἐπὶ τὴν πάντων ὑπερούσιον ἀρχὴν ἀναγομένων καὶ τῶν τελε ταρχικῶν καθάρσεων καὶ φωτισμῶν καὶ τελειώσεων ἐν μετουσίᾳ κατὰ τὸ αὐτοῖς θεμιτὸν γινομένων. Τοῦτο γάρ ἐστι καθόλου τῇ θείᾳ ταξιαρχίᾳ θεοπρεπῶς νενομοθετημένον τὸ διὰ τῶν πρώτων τὰ δεύτερα τῶν θεαρ χικῶν μετέχειν ἐλλάμψεων. Eὑρήσεις δὲ τοῦτο καὶ πολλαχοῦ τοῖς θεο λόγοις ἐκπεφασμένον. Ἡνίκα γὰρ ἡ θεία καὶ πατρικὴ φιλανθρωπία τὸν Ἰσραὴλ ἐπιστρεπτικῶς ὑπὲρ τῆς ἱερᾶς αὐτοῦ σωτηρίας παιδεύσασα καὶ τιμωροῖς καὶ ἀτιθάσοις ἔθνεσιν εἰς ἐπανόρθωσιν ἐκδεδωκυῖα τῇ παντοίᾳ τῶν προνοουμένων ἐπὶ τὸ κρεῖττον μεταγωγῇ καὶ τῆς αἰχμαλωσίας ἠφίει καὶ πρὸς τὴν προτέραν ἐπιεικῶς ἐπανῆγεν εὐπάθειαν, ὁρᾷ τῶν θεολόγων εἷς ὁ Ζαχαρίας ἕνα τῶν πρώτων ὡς οἶμαι καὶ περὶ θεὸν ἀγγέλων (κοινὸν γὰρ ὡς ἔφην ἐστὶ πᾶσι τὸ τῆς ἀγγελικῆς ἐπωνυμίας) πρὸς αὐτοῦ θεοῦ μαθόντα τοὺς περὶ τούτου «Παρακλητικοὺς» ὡς εἴρηται «λόγους», ἕτερον δὲ τῶν ὑφειμένων ἀγγέλων πρὸς ὑπάντησιν τοῦ πρώτου προ πορευόμενον ὡς πρὸς ἐλλάμψεως ὑποδοχὴν καὶ μετάληψιν, εἶτα πρὸς αὐτοῦ τὴν θείαν βουλὴν ὡς πρὸς ἱεράρχου μυούμενον καὶ τὸ μυῆσαι τὸν θεολόγον ἐπιτρεπόμενον ὅτι «Κατακάρπως κατοικηθήσεται Ἱερουσαλὴμ ἀπὸ πλήθους ἀνθρώπων.» Ἕτερος δὲ τῶν θεολόγων Ἰεζεκιὴλ καὶ πρὸς αὐτῆς φησι τοῦτο πανιέρως νενομοθετῆσθαι τῆς τοῖς Χερουβὶμ ἐπιβεβη κυίας ὑπερενδόξου θεότητος. Τὸν γὰρ Ἰσραὴλ ὡς εἴρηται πατρικῇ φι λανθρωπίᾳ διὰ παιδείας ἐπὶ τὸ κρεῖττον μετάγουσα δικαιοσύνῃ θεοπρε πεῖ τῶν ὑπευθύνων ἀποκρίνεσθαι τοὺς ἀνευθύνους ἐδικαίωσε· τοῦτο μυεῖται πρῶτος μετὰ τὰ Χερουβὶμ ὁ τὴν ὀσφῦν σαπφείρῳ διεζωσμένος ὃς τὸν ποδήρη κατὰ σύμβολον ἱεραρχικὸν ἐνδεδύκει, τοὺς δὲ λοιποὺς ἀγγέλους, οἳ τοὺς πελέκεις εἶχον, ἡ θεία ταξιαρχία κελεύει πρὸς τοῦ προτέρου μυεῖσθαι τὴν περὶ τούτου θεοκρισίαν. Τῷ μὲν γὰρ ἔφη μέσην διελθεῖν τὴν Ἱερουσαλὴμ καὶ δοῦναι σημεῖον εἰς τὰ μέτωπα τῶν ἀνευθύνων ἀνδρῶν, τοῖς ἄλλοις δὲ «Πορεύεσθε εἰς τὴν πόλιν ὀπίσω αὐτοῦ καὶ κόπτετε καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν», «ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον μὴ ἐγγίσητε.» Τί ἄν τις εἴποι περὶ τοῦ φήσαντος ἀγγέλου τῷ ∆ανιὴλ «Ἐξῆλθεν ὁ λόγος» ἢ περὶ αὐτοῦ τοῦ πρώτου τὸ πῦρ ἐκ μέσου τῶν Χερουβὶμ ἀνειληφότος ἢ τὸ τούτου περισσότερον εἰς εὐταξίας ἀγγελικῆς ἀπόδειξιν ὅτι τὰ Χερουβὶμ ἐμβάλλει τὸ πῦρ εἰς τὰς χεῖρας τοῦ τὴν ἁγίαν στολὴν ἐνδεδυκότος ἢ περὶ τοῦ κεκληκότος τὸν θειότατον Γαβριὴλ καὶ φήσαντος αὐτῷ «Συνέτισον ἐκεῖνον τὴν ὅρασιν» ἢ ὅσα ἄλλα πρὸς τῶν ἱερῶν θεολόγων εἴρηται περὶ τῆς τῶν οὐρανίων ἱεραρχιῶν θεοειδοῦς εὐκοσμίας, πρὸς ἣν ἡ τῆς παρ' ἡμῖν ἱεραρχίας εὐταξία κατὰ τὸ δυνατὸν ἀφομοιουμένη τὴν ἀγγελικὴν εὐπρέπειαν ὡς ἐν εἰκόσιν ἕξει, τυπουμένη δι' αὐτῆς καὶ ἀναγομένη πρὸς τὴν ὑπερούσιον ἁπάσης ἱε ραρχίας ταξιαρχίαν; <IΧ.> <1> Λοιπὸς ἡμῖν εἰς θεωρίαν ἱερὰν διάκοσμος ὁ τὰς ἀγγελικὰς συγ κλείων ἱεραρχίας ὁ πρὸς τῶν θεοειδῶν ἀρχῶν ἀρχαγγέλων τε καὶ ἀγ γέλων διακοσμούμενος. Καὶ πρώτας μὲν εἰπεῖν ἀναγκαῖον οἶμαι κατὰ τὸ ἐμοὶ δυνατὸν τὰς τῶν ἁγίων αὐτῶν ἐπωνυμιῶν ἐκφαντορίας. Ἐκφαίνει γὰρ ἡ μὲν τῶν οὐρανίων ἀρχῶν τὸ θεοειδῶς ἀρχικὸν καὶ ἡγεμονικὸν μετὰ τάξεως ἱερᾶς καὶ ταῖς ἀρχικαῖς πρεπωδεστάτης δυνάμεσι καὶ τὸ πρὸς τὴν ὑπεράρχιον ἀρχὴν αὐτάς τε ὁλικῶς ἐπεστράφθαι καὶ ἑτέρων