ἐξ ἡμῶν εἰδοποιούμενον καὶ πρὸς τὸ μεριστὸν ἡμῶν ἀναλλοιώτως ἐκ τοῦ κατὰ φύσιν ἑνὸς προϊόντα καὶ διὰ τῆς ἀγαθουργοῦ ταύτης φιλανθρωπίας εἰς μετουσίαν ἑαυτοῦ καὶ τῶν οἰκείων ἀγαθῶν καλοῦντα τὸ ἀνθρώπειον φῦλον, εἴπερ ἑνωθῶμεν αὐτοῦ τῇ θειοτάτῃ ζωῇ τῇ πρὸς αὐτὴν ἡμῶν κατὰ δύναμιν ἀφομοιώσει καὶ ταύτῃ πρὸς ἀλήθειαν κοινωνοὶ θεοῦ καὶ τῶν θείων ἀποτελεσθησόμεθα. <14> Μετασχὼν δὲ καὶ μεταδοὺς τῆς θεαρχικῆς κοινωνίας εἰς εὐχαριστίαν ἱερὰν καταλήγει μετὰ παντὸς τοῦ τῆς ἐκκλησίας ἱεροῦ πληρώματος. Ἡ μετοχὴ γὰρ τῆς μεταδόσεως ἡγεῖται καὶ τῆς μυστικῆς διανεμήσεως ἡ τῶν μυστηρίων μετάληψις. Aὕτη γὰρ ἡ καθολικὴ τῶν θείων εὐκοσμία καὶ τάξις· πρῶτον ἐν μετουσίᾳ γενέσθαι καὶ ἀποπληρώσει τὸν ἱερὸν καθηγεμόνα τῶν δι' αὐτοῦ θεόθεν ἑτέροις δωρηθησομένων οὕτω τε καὶ ἄλλοις μεταδοῦναι. ∆ιὸ καὶ ταῖς ἐνθέοις διδασκαλίαις οἱ τολμηρῶς ἀποκεχρημένοι πρὸ τῆς κατ' αὐτὰς πολιτείας καὶ ἕξεως ἀνίεροι καὶ ἔκφυλοι πάντῃ τῆς ἱερᾶς εἰσι θεσμοθεσίας. Ὡς γὰρ ἐπὶ τῶν ἡλιακῶν μαρμαρυγῶν αἱ λεπτότεραι καὶ διειδέστεραι τῶν οὐσιῶν πρῶται τῆς εἰσρεούσης αἴγλης ἀποπληρούμεναι τὸ κατὰ πᾶν ἑαυτῶν ὑπερχεόμενον φῶς εἰς τὰς μετ' αὐτὰς ἡλιοειδῶς ἐποχετεύουσιν, οὕτω καὶ θείου παντὸς οὐ τολμητέον ἑτέροις ἡγήσασθαι τὸν μὴ κατὰ πᾶσαν ἕξιν αὐτοῦ γεγονότα θεοειδέστατον καὶ πρὸς τῆς θείας ἐπιπνοίας καὶ κρίσεως ἁρμοστὴν ἀναδεδειγμένον. <15> Ἐν τούτοις ἡ πᾶσα τῶν ἱερῶν διακόσμησις ἱεραρχικῶς συναχθεῖσα καὶ τοῖς θειοτάτοις κοινωνήσασα μετ' εὐχαριστίας ἱερᾶς καταλήγει τὰς τῶν θεουργιῶν ἀναλόγως ἐπιγνοῦσα καὶ ὑμνήσασα χάριτας. Ὥστε οἱ τῶν θείων ἀμέτοχοι καὶ ἀγνῶτες οὐκ ἂν εἰς εὐχαριστίαν ἀφίκοιντο καίτοι κατ' οἰκείαν φύσιν ἀξίων οὐσῶν εὐχαριστεῖσθαι τῶν θειοτάτων δωρεῶν. Ἀλλ' ὅπερ ἔφην, οὐδὲ προσβλέψαι ποτὲ τοῖς θείοις δώροις ἐκ τῆς ἐπὶ τὰ χείρω νεύσεως ἐθελήσαντες ἀχάριστοι πρὸς τὰς ἀπείρους τῶν θεουργιῶν διαμεμενήκασι χάριτας. «Γεύσασθε» δέ φησι τὰ λόγια «καὶ ἴδετε». Τῇ γὰρ ἱερᾷ τῶν θείων μυήσει τὰς μεγαλοδώρους αὐτῶν οἱ μυούμενοι χάριτας ἐπιγνώσονται καὶ τὸ θειότατον αὐτῶν ὕψος καὶ μέγεθος ἐν τῇ μεθέξει πανιέρως ἐποπτεύοντες τὰς ὑπερουρανίας εὐχαρίστως ὑμνήσουσι τῆς θεαρχίας ἀγαθουργίας. <IV.> Τοσαῦτα τῆς ἁγιωτάτης συνάξεώς ἐστι καὶ οὕτω καλὰ τὰ νοητὰ θεάματα τὴν πρὸς τὸ ἓν ἡμῶν, ὡς πολλάκις εἰρήκαμεν, ἱεραρχικῶς ἱερουργοῦντα κοινωνίαν καὶ σύναξιν. Ἀλλ' ἔστι ταύτης ὁμοταγὴς ἑτέρα τελεσιουργία· μύρου τελετὴν αὐτὴν οἱ καθηγεμόνες ἡμῶν ὀνομάζουσιν. Τὰ μέρη τοίνυν αὐτῆς ἐν τάξει κατὰ τὰς ἱερὰς εἰκόνας ἐπισκοπήσαντες, οὕτω πρὸς τὸ ἓν αὐτῆς διὰ τῶν μερῶν ἱεραρχικαῖς θεωρίαις ἀναχθησόμεθα. Μυστήριον τελετῆς μύρου. Κατὰ τὸν αὐτὸν τῆς συνάξεως τρόπον αἱ τῶν ἀτελειώτων ἀπολύονται τάξεις προηγησαμένων δηλαδὴ τῆς τε ἱεραρχικῆς ἐπὶ πᾶν τὸ ἱερὸν εὐόσμου περιαγωγῆς καὶ τῆς ψαλμικῆς ἱερολογίας καὶ τῆς τῶν θειοτάτων λογίων ἀναγνώσεως. Eἶτα τὸ μύρον ὁ ἱεράρχης λαβὼν ἐπιτίθησι τῷ θείῳ θυσιαστηρίῳ περικεκαλυμμένον ὑπὸ δυοκαίδεκα πτέρυξιν ἱεραῖς ἀναβοώντων πάντων ἁγιωτάτῃ φωνῇ τὸ ἱερὸν τῆς τῶν θεολήπτων προφητῶν ἐπιπνοίας μελῴδημα, καὶ τὴν ἐπ' αὐτῷ τελουμένην εὐχὴν ἀποπληρώσας ἐν ταῖς ἁγιωτάταις τῶν ἀφιερουμένων τελεταῖς αὐτῷ χρῆται πρὸς πᾶσαν σχεδὸν ἱεραρχικὴν τελεσιουργίαν. Θεωρία. <1> Ἡ μὲν εἰσαγωγικὴ τῆς τελειωτικῆς ταύτης ἱερουργίας ἀναγωγὴ διὰ τῶν κατὰ τὸ θεῖον μύρον ἱερῶς δρωμένων ἐκεῖνο οἶμαι δηλοῖ· τὸ περικεκαλύφθαι τῶν θείων ἀνδρῶν τὸ κατὰ νοῦν ἱερὸν καὶ εὐῶδες, ἥτις ἐνθέως ἐγκελεύεται τοῖς ἱεροῖς ἀνδράσι μὴ φαινομένας ἔχειν