13
Οὐεσπασιανὸν σοφὸν καὶ ἀγαθὸν τὸν Εὐφράτην μαρτυρόμενος, πρὸς δὲ τὸν υἱὸν ταῦτα περὶ αὐτοῦ διεξιὼν δῆλος ἂν εἴη τὸν αὐτὸν ἐπαινῶν τε καὶ ψέγων. ἆρ' οὖν ὁ τὴν τῶν μελλόντων προειληφὼς γνῶσιν ἠγνόει, ὃς ἦν τε καὶ ἔσται τὸν τρόπον ὁ Εὐφράτης; καὶ γὰρ οὐ νῦν πρῶτον, ἀλλὰ καὶ ἐπ' αὐτοῦ Οὐεσπασιανοῦ διαβάλλειν αὐτὸν ὡς δὴ τὸ ἦθος μοχθηρότατον βούλεται. πῶς δὴ οὖν τὸν τοιόνδε συνίστη βασιλεῖ, ὡς καὶ ἀκλείτους αὐτῷ διὰ τὰς παρ' αὐτοῦ συστάσεις τῶν βασιλείων ἀναπεπετάσθαι τὰς πύλας; ἀλλὰ γὰρ καὶ τυφλῷ, φασί, δῆλον, ὡς ἄρα πρόγνωσιν μὲν συκοφαντεῖται πρὸς τοῦ συγγραφέως ὁ ἄνθρωπος, εἴη δ' ἂν ἄλλως γενναῖος, πάλαι μὲν πρὸ πείρας ἀφθόνως ἑταίροις, ἀτὰρ καὶ τῷ Εὐφράτῃ τῆς εἰς τὰ βασίλεια παρόδου κοινωνῶν, ὕστερον δὲ τῆς διαφορᾶς ἕνεκα τοιαῦτα περὶ αὐτοῦ λέγων. οὔπω μοι διαβάλλειν ὁ λόγος βούλεται τὸν ἄνδρα, ὡς ἂν τὸν Εὐφράτην συκοφαντοῦντα φιλο 398 σόφων γενόμενον τῶν καθ' ἑαυτὸν ἐπιδοξότατον, ὡς καὶ ἐς δεῦρ', οἷς μέτεστι φιλοσοφίας, ᾄδεσθαι, ὃ καὶ μέγιστον λάβοι ἄν τις, εἰ βούλοιτο, παράδειγμα τῆς κατὰ τοῦ Ἀπολλωνίου διαβολῆς. εἰ γὰρ οὖν ὁ Εὐφράτης παρ' αὐτοῖς πάσῃ φιλοσοφίᾳ διαπρέψαι ὁμολογηθείη, ὥρα μισοπονηρίαν μὲν ἐκείνου κατηγορεῖν ἐπεξιόντος τοῖς ἀτόπως ὑπὸ τοῦδε δρωμένοις, τουτονὶ δὲ πρὸς ἐκείνου κατηγορούμενον φαύλην περιβάλλεσθαι δόξαν, ὅτι δὴ μὴ τὸν ἀρέσκοντα τῷ φιλοσόφῳ μετῄει βίον. Πάλιν ἐν τῷ ἕκτῳ παραδοξολογῶν ὁ μυθολόγος ἄγει μὲν αὐτὸν ἅμα τοῖς ἑταίροις καμήλῳ ὀχούμενον ἐφ' οὕς φησιν Αἰγυπτίων γυμνοὺς φιλοσόφους, ἔνθα δὴ προστάξαντος τοῦ γυμνοῦ πτελέα, φησί, τὸ δένδρον προσαγορεύει τὸν Ἀπολλώνιον ἐνάρθρῳ καὶ θήλει τῇ φωνῇ, καὶ τούτοις γε ἡμᾶς ὁ Φιλαλήθης πιστεύειν ἀξιοῖ. εἶτα Πυγμαίους ἄνδρας ὑπὲρ τὴν τούτων ἱστορεῖ χώραν καὶ Ἀνθρωποφάγους καὶ Σκιάποδας σάτυρόν τε πρὸς τοῦ Ἀπολλωνίου μεθυσκόμενον. ἐξ ἐκείνων δ' αὖθις ἐπάνεισιν ἐπὶ τὴν Ἑλλάδα, ὁμιλίαι τε πάλιν αὐτῷ καὶ προγνώσεις ἀνακοινοῦνται πρὸς Τίτον, καὶ δηχθέντα ἔφηβον ὑπὸ λυττῶντος κυνός, ὃν δὴ καὶ ἐμαντεύσατο, ὅς τις εἴη τὴν ψυχήν, ὅτι ὁ τῆς Αἰγύπτου ποτὲ βασιλεὺς Ἄμασις, τῆς συμφορᾶς ἀπαλλάττει, μέχρι καὶ τοῦ κυνὸς ἐπιτείνας τὸ φιλάνθρωπον. ταυτὶ μὲν οὖν τὰ πρὸ τῆς κατηγορίας αὐτῷ πεπραγμένα, ἐπιστῆσαι δ' ἄξιον δι' ὅλης τῆς πραγματείας, ὡς ὅτι κἂν ἀληθεύειν δοθῇ τῷ συγγραφεῖ τὰ παράδοξα, συνεργείᾳ δαίμονος ἕκαστον αὐτῷ διαπεπρᾶχθαι τούτων σαφῶς δείκνυται. τό τε γὰρ τοῦ λοιμοῦ προαισθέσθαι ἴσως μὲν οὐδὲ περίεργον ἂν δόξειεν, εἰ [καθὼς αὐτὸς] 399 ἀπὸ λεπτοτάτης καὶ καθαρᾶς διαίτης κατείληπτο, ὡς αὐτὸς ἔφησεν, ἴσως δὲ καὶ αὐτὸ ἐξ ὁμιλίας δαίμονος αὐτῷ προμεμήνυτο. καὶ γὰρ δὴ καὶ τὰ λοιπά, ὅσα κατὰ πρόγνωσιν διειληφώς τε καὶ προειρηκὼς εἰσῆκται, εἰ καὶ μυρίοις ἐλέγχοις ἐξ αὐτῆς πάρεστι τῆς τοῦ Φιλοστράτου γραφῆς εὐθύνειν, ὅμως ἵνα συγχωρηθείη καὶ τοῦτ' εἶναι ἀληθές, κατὰ περίεργον μηχανὴν εἴποιμ' ἂν πρὸς δαίμονος αὐτῷ παρέδρου τινὰ τῶν μελλόντων, οὐδὲ γὰρ πάντα, κατειλῆφθαι. τοῦτο δὲ παρίστησι σαφὲς τὸ μὴ δι' ὅλου καὶ περὶ πάντων τὴν πρόγνωσιν αὐτὸν ἀποσώζειν, ἀπορεῖν δὲ ἐν πλείστοις καὶ πυνθάνεσθαι δι' ἄγνοιαν, ὅπερ οὐκ ἄν, εἰ θείας ἀρετῆς μετῆν αὐτῷ, πεπόνθει. καὶ αὐτὸ δὲ τὸ παῦσαι τὸν λοιμόν, ὁποῖον εἴληχε τὸ δρᾶμα, ὅτι φάσμα καὶ οὐδέν τι πλέον ἦν, προδεδήλωται. ἀλλὰ καὶ ἡ ψυχὴ Ἀχιλλέως παρὰ τῷ αὐτοῦ μνήματι τί ἂν διατρίβοι τὰς ἐν μακάρων νήσοις, ὡς ἂν φήσειέ τις, ἀπολείπουσα διαγωγάς, εἰ μὴ καὶ τοῦτο δαίμονος ἦν ἐπιφανείας παρουσία; καὶ τοῦ ἀσελγοῦς δὲ μειρακίου σαφῶς ἔνοικον δαίμονα, καὶ πάλιν, ἣν ἔφησεν ἔμπουσάν τε καὶ λάμιαν ἐμπεπαρωνηκέναι τῷ Μενίππῳ, μείζονι τάχ' ἴσως ἐξελήλακε δαίμονι, ὁμοίως τε αὖ καὶ τὸν τὰς φρένας παρατραπέντα νεανίαν ὑπὸ τοῦ λυττῶντος κυνὸς αὐτόν τε τὸν δαιμονῶντα κύνα τῇ αὐτῇ μετήλλαξε μεθόδῳ. ὅρα δὴ οὖν, ὡς ἔφην, τὴν πᾶσαν αὐτῷ παραδοξοποιίαν, ὡς διὰ