1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

13

ἀνθρώποις, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; ἢ τοῦτο μὲν οὔτε δυνατὸν, οὔθ' ὅσιον ἐννοεῖν, εὐσεβέστερον δὲ ἅμα καὶ δυνατὸν τὸν θεῖον ὑπολαμβάνειν Λόγον, διάκονον ὄντα τοῦ πατρικοῦ βουλήματος, ἐπείπερ αὐτοῦ κυρίου ὄντος ἐγενήθη μερὶς Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραὴλ, οἷα ὑπὲρ μερίδος καὶ κληρονομίας φροντίζειν, κενοῦντά τε ἑαυτὸν καὶ τοῦ συμφυοῦς μεγέθους σμικρύνοντα τῇ τῶν ἀνθρώπων 33 καὶ πρὸ τῆς ἐνανθρωπήσεως συμπεριφέρεσθαι σωτηρίᾳ; Εἰ γ' οὖν εὐγνωμόνως ἐπιστήσαιμεν, εὕροιμεν αὐτὸν ποτὲ μὲν εἰς ἴδιον πρόσωπον ἀναφέροντα τὰς παρακελεύσεις, ὡς ὅτ' ἂν λέγῃ, οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός· καὶ θυσιαστήριον ἐκ γῆς ποιήσεταί μοι· καὶ ἥξω πρός σε καὶ εὐλογήσω σε· ποτὲ δὲ ὡς περὶ ἑτέρου Κυρίου, τοῦ Θεοῦ δηλαδὴ καὶ Πατρὸς αὐτοῦ, διαλεγόμενον, ὡς ἐπὶ τῆς δεκαλόγου ὅταν φάσκῃ, οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· καὶ τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα Κυρίῳ τῷ Θεῷ σου· καὶ γὰρ ἐν ἓξ ἡμέραις ἐποίησεν Κύριος τόν τε οὐρανὸν καὶ τὴν γῆν· καὶ εὐλόγησε Κύριος τὴν ἡμέραν τὴν ἑβδόμην· καὶ αὖθις· τίμα τὸν πατέρα σοῦ καὶ τὴν μητέρα σοῦ, ἵνα εὖ σοι γένηται, καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς, ἧς Κύριος ὁ Θεός σου δίδωσίν σοι. Ταῦτα γὰρ οὐ δι' ἀγγέλου, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ ὁ Κύριος πεπιστευμένως ἐν τοῖς δεκαλόγοις εἰρηκέναι πῶς οὐκ ἂν γένοιτο πρόδηλος, παιδεύων τὸν λαὸν τὰ περὶ τῆς εἰς τὸν ἀνωτάτω Πατέρα ἑαυτοῦ καὶ Θεὸν τῶν ὅλων εὐσεβείας; ΙΑʹ. Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εἰσάκουε αὐτοῦ, μὴ ἀπείθει ἐν αὐτῷ, οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ. Ταῦτα μετὰ τῶν λοιπῶν δικαιωμάτων ὁ Κύριος τῷ λαῷ διαστέλλεται. Εἰ μὲν οὖν μετὰ τὴν Μωσέως τελευτὴν μὴ ὁ αὐτὸς κύριος ὁ ἐπὶ τῆς ἐρήμου χρηματίζων συμπαρῆν τῷ λαῷ, ἀλλ' 34 ἀγγέλων τὶς αὐτῶν προηγεῖτο, οὐδὲν ἂν εἰς τοὺς τόπους ζητούμενον ἦν· ἐπεὶ δὲ ἐκ τῆς ἱστορίας φαίνεται καὶ μετὰ τὴν Μωσέως τελευτὴν ὁ αὐτὸς κύριος τῷ Ἰησοῦ χρηματίζων καὶ σαφῶς ἐν τοῖς πρὸς αὐτὸν χρησμοῖς λέγων, ὅτι ὥσπερ ἤμην μετὰ Μωσῇ, οὕτως ἔσομαι μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε, οὐδ' ὑπερόψομαί σε. Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν δοῦναι αὐτοῖς· καὶ δι' ὅλης τῆς γραφῆς ἄγγελος μὲν οὐδαμῶς ἐπιπαρὼν ἢ χρηματίζων τῷ Ἰησοῦ φαίνεται, ἀλλ' αὐτὸς ὁ Κύριος ὁ καὶ παρὰ Μωσεῖ διὰ τοῦ τετραγράμμου δηλούμενος, ὃς καὶ δοκεῖ μοι ὁ αὐτὸς εἶναι τῷ ἐν ἀνδρὸς σχήματι εἰς ἅπαξ μόνον παραφανέντι τῷ Ἰησοῦ. Ὥσπερ γὰρ ἐπιφανεὶς τῷ Ἁβραὰμκαὶ τῷ Ἰακὼβ ἀναγέγραπται, οὕτω καὶ νῦν ἐπὶ τῷ παιδεῦσαι τὸν θεράποντα μὴ αὐτὸν ἡγεῖσθαι τὸν πρῶτον καὶ ἀγένητον εἶναι Θεὸν, ἀλλ' ἀρχιστράτηγον τῆς ἐκείνου δυνάμεως ἀποφαίνεται. Εἰ δὴ οὖν διὰ πάσης τῆς τοῦ Ἰησοῦ γραφῆς ἄγγελος μὲν οὐδ' ὅλως παρὼν ὀνομάζεται, ἀλλ' αὐτὸς ὁ διὰ πάσης τῆς παρὰ Μωσεῖ νομοθεσίας δηλούμενος κύριος· μαρτυρεῖ γ' οὖν σαφῶς ἡ γραφὴ λέγουσα, Καὶ ἦν Κύριος μετὰ Ἰησοῦ· τίνος ἂν λέγοιτο, Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὅπως ἀγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι; Ἔοικεν οὖν διὰ τούτων οὐκ ἄλλον ἀλλ' αὐτὸν δηλοῦν τὸν Ἰησοῦν· αὐτὸς γὰρ εἰσήγαγεν τὸν λαὸν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς καὶ αἱ πρὸς αὐτὸν δηλοῦσιν τοῦ Θεοῦ φωναὶ λέγοντος, Ἴσχυε καὶ ἀνδρίζου· σὺ γὰρ ἀποδιαστελεῖς τῷ λαῷ τούτῳ τὴν γῆν, 35 ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν περὶ αὐτοῦ. Ἆρα προδιατάσσεται τῷ λαῷ λέγων, Πρόσεχε αὐτῷ, καὶ εἰσάκουσον αὐτοῦ· μὴ ἀπείθει ἐν αὐτῷ. Οὐ δεῖ δὲ θαυμάζειν εἰ ἄγγελον αὐτὸν ἐπωνόμασεν, ἐπεὶ καὶ Ἰωάννην τούτῳ καλεῖ τῷ προσρήματι ἡ φάσκουσα προφητεία, Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν μου ἔμπροσθέν σου. Εἰ δ' ὅλως εἰς Ἰησοῦν ἀναφέροιτο τὸν τοῦ Ναυῆ τὰ προεκτεθέντα, ὅρα πῶς περὶ αὐτοῦ φησὶν ὁ Κύριος, τὸ γὰρ ὄνομά μου ἐπικέκληται ἐπ' αὐτῷ. Ποῖον δὲ ἆρα ὄνομα