1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

13

ὀνομάζουσι, ξυμβάλλουσι τὰ στρατεύματα. καὶ νικᾶται ὁ Ἄγγελος νέος Θεόδωρος, ὃς συλλαμβάνεται, καὶ οὐκ ὀλίγοι τῶν συγγενῶν αὐτοῦ καὶ τῶν ἐν τέλει τε καὶ λογάδων, καὶ τὰ ἐκείνων πάντα λεία τοῖς Βουλγάροις ἐγένοντο. φιλαν θρωποτέρως δὲ ὁ Ἀσὰν διατεθεὶς τοὺς πλείους τῶν στρα τευμάτων ἐλευθεροῖ, τάχα μὲν καὶ τὸ φιλάνθρωπον ἐνδει κνύμενος, τάχα δὲ καὶ τὸ συμφέρον τούτῳ πραγματευόμενος. ἐβούλετο γὰρ δεσπόσαι τῶν τοιούτων, οὗ καὶ τετύχηκεν. ἐπεὶ γὰρ κατ' αὐτῶν ἐχώρει, πάντες ἀναιμωτὶ τούτῳ ὑπέ πιπτον, καὶ γίνεται μὲν ὑπ' αὐτὸν ἡ Ἁδριανοῦ, ἐκ τοῦ σχεδὸν δὲ καὶ τὸ ∆ιδυμότοιχον, εἶτα Βολερὸν ἅπαν, Σέρραι, Πελαγονία καὶ Πρίλαπος· καὶ τὰ πέριξ τούτων κατέδραμε, καὶ τῆς μεγάλης Βλαχίας ἀλλὰ καὶ τοῦ Ἐλβάνου κατακυ ριεύει, καὶ μέχρι τοῦ Ἰλλυρικοῦ τὰς λείας ποιεῖ. ἐπεὶ δὲ πολὺ τοῦ βουλεύματος κατειργάσατο καὶ ὡς ἠγάπα τὰ κατ' αὐτὸν διέθετο, εἰς τοὺς οἰκείους ἐπανέζευξε τόπους, τινὰ μὲν τῶν φρουρίων καταλελοιπὼς ὑπὸ Ῥωμαίων δεσπόζεσθαι, τὰ πλείω δ' ὑφ' ἑαυτὸν ποιησάμενος καὶ στρατιώτας ἐν τούτοις τάξας καὶ στρατηγούς. ἔδοξεν οὖν τοῖς πᾶσι τότε καὶ θαυμαστὸς καὶ μακάριος. οὐ γὰρ ἐχρᾶτο μαχαίραις οὐδ' ἐχραίνετο φόνοις· ἔνθεν τοι καὶ παρὰ Ῥωμαίων ἐφιλεῖτο.

26 Ἐφρουρεῖτο οὖν ὁ Ἄγγελος Θεόδωρος παρὰ τοῦ Ἀσὰνφιλοφρόνως, καὶ ἐπεὶ νεωτερίζεσθαι πεφώραται, ἐκτυφλοῖ αὐτὸν ὁ Ἀσάν. ὁ δὲ ἀδελφὸς τούτου Μανουὴλ ὁ Ἄγγελος, ὃν καὶ δεσπότην τετίμηκε, φυγῇ χρησάμενος περὶ τὴν Θεσσαλονίκην ἀπῄει, καὶ δεσπότης ὀνομαζόμενος ἐρυθροῖς γράμμασι τὰς αὐτοῦ γραφὰς ἐπεκύρου. πρὸς ὃν καὶ ἀπέ σκωψέ τις τῶν πρέσβεων παρὰ τοῦ βασιλέως Ἰωάννου ἀποσταλείς, ὡς «εἰς σὲ καὶ μᾶλλον τὸ εἰς Χριστὸν ψαλτῳ δούμενον, σὲ τὸν βασιλέα καὶ δεσπότην.» καὶ ἦν μὲν τὸ ἀπὸ τοῦδε ὁ Ἄγγελος Μανουὴλ τῶν ἐναπολειφθεισῶν πρὸς τὰ δυτικὰ μέρη χωρῶν καὶ πόλεων ἐγκρατής, μὴ παρὰ τῶν Βουλγάρων τὸ σύνολον ἐνοχλούμενος, ἐπεὶ τῇ ἐκ παλλακίδος τοῦ Ἀσὰν συνεκοιτάζετο θυγατρί.

27 Ὁ δὲ Ῥομπέρτος ὁ τῆς Κωνσταντίνου βασιλεὺς τὸν Εὔριπον καταλαβὼν τετελεύτηκεν. ἐναπελείφθη δὲ ὁ ἀδελ φὸς αὐτοῦ Βαλδουῖνος ἔτι ἀφῆλιξ ὤν. στέλλει οὖν πρε σβείαν πρὸς Ἰωάννην τὸν ὀνομαζόμενον ῥῆγα τῶν Ἱεροσολύμων, ὡς ἂν ἀφίκοιτο καὶ βασιλεὺς Κωνσταντινουπόλεως φη μισθείη. ἐπιγαμβρεύσας ** δὲ τοῦτον αὐτῷ-εἶχε γὰρ καὶ θυγάτριον-καὶ ἵνα μετὰ τὴν τούτου ἀποβίωσιν βασιλεύσῃ πάλιν αὐτός. ἦν γὰρ ὁ ῥὴξ οὗτος περί που τὰ ὀγδοήκοντα καὶ πρὸς ἔτη, καὶ ὑπερωμίας. καταλαμβάνει οὖν τὴν Κων σταντίνου ὁ ῥήξ. καὶ μὴ ἔχων λαὸν ἀξιόμαχον οὐκ εὐχερῶς εἶχεν ἐξιέναι, ἐπιγνοὺς τὸν βασιλέα Ἰωάννην στρατηγικώτα τον ὄντα, ἐμέμφετο δὲ τῆς ἐγχειρήσεως ἑαυτόν, καὶ κακῶς ἔφασκε νοεῖν τοὺς λέγοντας αὐτὸν τῷ βασιλεῖ ἀντιφέρεσθαι. δύο οὖν ἐνιαυτοὺς ἐντὸς αὐτῆς διήνυσε, καὶ τριήρεις οἰκο νομήσας καὶ στράτευμα κατὰ τὴν ἕω ἐχώρησε, καὶ περὶ τὸ τοῦ Λαμψάκου ἐλλιμενίζει νεώριον, προσεχῶς τῷ τότε τοῦ βασιλέως Ἰωάννου ἐκ τῆς κατὰ τοῦ καίσαρος Γαβαλᾶ μάχης ὑποστρέψαντος, ὃν διὰ νεωτερισμὸν ἐμαχέσατο.

28 - 29 Ὁ μὲν οὖν βασιλεὺς περὶ τὰ τῆς Σταδείας μέρη τὰς σκηνώσεις ποιούμενος τῷ Παλαιολόγῳ Ἀνδρονίκῳ, ὃν μέγαν δομέστικον εἶχε, τὰ στρατεύματα παραδούς, καὶ περὶ τὴν νῆσον Ῥόδον τριήρεσι καὶ ναυσὶ στείλας, εἴ πως βριαρώτερον τὸν ἀποστάτην καταβλάψειε. καὶ ἐπεὶ ταῦτα κατὰ σκοπὸν συνέβη τῷ βασιλεῖ, χωρεῖ αὐτὸς πρὸς τὴν Λάμψακον καὶ περὶ τὴν Σιγρηνὴν τὰς σκηνὰς πήγνυσι.

30 Καταλαβὼν οὖν ὁ ῥὴξ τὴν Λάμψακον, περὶ τὴν Ὁλκὸν τὰς νῆας τούτου καθώρμισεν. ὁ δὲ βασιλεὺς Ἰωάννης ἐπεὶ μὴ εἶχε μεθ' ἑαυτοῦ λαὸν ἀξιόμαχον, μεθόδοις στρατηγικαῖς μεθ' ὧν εἶχεν ὀλίγων τὰς τῶν πολεμίων κινήσεις ἐκώλυεν. ἐξῆλθον οὖν οἱ Λατῖνοι καὶ ὁ ῥὴξ αὐτῶν Ἰωάννης καὶ ἐβάδισαν μὲν τόπους τινὰς παραιγιαλίους. οὐδὲ γὰρ ἠδύ ναντο μακρότερον τῶν νηῶν αὐτῶν ἀποστῆναι. ὁ γὰρ