9∆ειλόσ9: ∆ιὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸν σχήσω μέλλοντα, τὸν σημαίνοντα τὸ χωρῶ, γίνεται χηλὸς, ση μαίνει δὲ τὴν κιβωτόν· καὶ ὥσπερ παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆλος, ὅ ἐστιν βαθμὸς, οὕτως καὶ ἀπὸ τοῦ δείδω, δείσω, τοῦ σημαίνοντος τὸ φοβοῦμαι, γίνεται δειλός· τῆς ει διφθόγγου ἐκ τοῦ ῥήματος οὔσης. 9∆εῖπνον9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ τὸ δεῖ καὶ τὸ πονεῖν· ἔστιν δὲ δεῖπνον, οἱονεὶ, μεθ' ὃ δεῖ πονεῖν· δεῖπνον δὲ λέγεται τὸ ἄκρατον. 9∆εῖν9: ∆ίφθογγος· σημαίνει δὲ τὸ δέον· γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ἐπειδὴ ἀπὸ τοῦ δέον γέγονεν δεῖν τὸ ἀπα 194 ρέμφατον, ὡς πλέον, πλεῖν· οἷον, δεῖν γενέσθαι, ἀντὶ τοῦ πρέπων γένεσθαι. 9∆είρω9: ∆ιὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ μέλ λοντος· δερῶ γὰρ ὁ μέλλων, καὶ διὰ τὸ ἀντιπαρακεῖσθαι αὐτὸ τὸ ο· οἷον, δορά· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, σπείρω, σπορά· ἀλείφω, ἀλοιφή· καὶ πάντα τὰ διὰ τοῦ ειρω ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, οἰκτείρω· κείρω· οὕτως καὶ δήρω διὰ τῆς ει δι φθόγγου. 9∆ειρά9: Τὸ σημαῖνον τὸν τράχηλον διὰ τῆς ει διφθόγγου· δέῤῥα γὰρ λέγουσιν οἱ Αἰολεῖς· ὥσπερ τὸ κείρω κέῤῥω λέγουσιν, οὕτως καὶ δέῤῥω. 9∆ενδρήεισ9: Τὸ δρη· η ἐκ τοῦ δένδρα, τοῦ α εἰς η τρα πέντος· τὸ δὲ εις δίφθογγον· ἐπειδὴ δενδρήεντός ἐστιν ἡ γενι κή· αἱ γὰρ διὰ τοῦ εντος γενικαὶ διὰ τῆς ει διφθόγγου γρά φονται κατὰ τὴν εὐθεῖαν· οἷον, χαρίεντος, χαρίεις γάρ· τιμή εντος, τιμήεις· καὶ ἄλλως διὰ τὸ ἔχειν οὐδέτερον τὸ δενδρῆεν, καὶ τὰ ὅμοια. 9∆εινόσ9: ει· Οἱονεὶ ὁ δέους ἐμποιητικός· καὶ ὥσπερ παρὰ τὸ ἔλεος γίνεται ἐλεεινὸς διὰ τῆς ει διφθόγγου, οὕτως καὶ παρὰ τὸ δέος δεινὸς, καὶ κατὰ κρᾶσιν δεινὸς διὰ τῆς ει δι φθόγγου. 9Αἰνόσ9: ∆εῖ γινώσκειν, ὅτι ἡνίκα τοῦτο τὸ δεινὸς τρέψῃ τὸ ε εἰς α, καὶ τὸ ἐν τῇ ἀρχῇ σύμφωνον, ἤγουν τὸ δ ἀποβάλῃ, αἰ νὸς γίνεται, ὥσπερ μέχρι ἄχρι, κατὰ τροπὴν τοῦ ε εἰς α. 9∆είδια9: Ὃ σημαίνει τὴν ἀσέληνον νύκτα, διὰ τῆς ει δι φθόγγου γράφεται κατὰ τὴν ἄρχουσαν· παρὰ γὰρ τὸ δεινὸς γέγονεν· καὶ πάντα τὰ παρὰ τὸ δεινὸς διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, δεινομέλης· δεινολόγος· οὕτως καὶ ∆εινίας, καὶ ∆εινών· ἔστι δὲ κύριον· τὸ δὲ νι ι· τὰ γὰρ διὰ τοῦ νια διὰ τοῦ ι γράφεται. 9∆εῖμα9: Σημαίνει δὲ τὸν φόβον διὰ τῆς ει διφθόγγου γρά φεται· ὥσπερ γὰρ ἀπὸ τοῦ ποιήσω γίνεται ποίημα, οὕτως καὶ 195 ἀπὸ τοῦ δείσω μέλλοντος γίνεται δεῖμα· καὶ γράφεται διὰ τῆς ει διφθόγγου, ἐπειδὴ καὶ ὁ δείσω μέλλων, ὃ σημαίνει τὸ φο βοῦμαι, διὰ τῆς ει διφθόγγου γράφεται. 9∆εῖμοσ9: ∆ιὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δέος γίνεται δέϊμος, καὶ κατὰ σύνθεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, δεῖμος. 9∆είξω9: ∆ιὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ δείκω γέγονεν, τοῦ σημαίνοντος τὸ δεικνύω· ἀνεφάνη δὲ καὶ τὸ ε ἐν τῷ ῥημα τικῷ· Ἡρόδοτος γὰρ αὐτὸ χωρὶς τοῦ ι προηγάγετο· εἶπεν γὰρ "ἱστορίης ἀπόδεξις ἥδε." 9∆υεῖν9: ∆οιοῖν γάρ. 9∆είκηλον9: Τὸ δει διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ καὶ τὸ ἄγαλμα καὶ τὸ εἴδωλον· ὥσπερ γὰρ ἀπὸ τοῦ πέμπω γίνε ται πεμπώβολος, σημαίνει δὲ τῶν πολλῶν ἐνιαυτῶν ὄντα· καὶ ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἄγελος καὶ ἄγγελος, οὕτως καὶ ἀπὸ τοῦ δείκω, τοῦ σημαίνοντος τὸ δεικνύω, γίνεται δείκελλον, καὶ συνεκτάσει τοῦ ε εἰς η δείκηλον. 9∆ειμαλέοσ9: Τὸ δει δίφθογγος· ὥσπερ γὰρ ἀπὸ τοῦ τάρ βος γίνεται ταρβαλέος, οὕτως καὶ ἀπὸ τοῦ δεῖμα, τοῦ σημαί νοντος τὸν φόβον, δειμαλέος γραφόμενον διὰ τῆς ει διφθόγγου· Ἰστέον δὲ ὅτι τὰ διὰ τοῦ αλεος ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχουσιν· οἷον, ἀργαλέος· σμερδαλέος· δειμα λέος· νηφαλέος· πλὴν τεσσάρων· δαιδάλεος· κοβάλεος· ἀτα σθάλεος· αἰθάλαιος· τὸ δὲ αἰθάλεος διφορεῖται ἀπὸ τοῦ αἴθω γὰρ ὑπάρχει· ὥσπερ καὶ ἀπὸ τοῦ νήφω, νηφαλέος. 9∆είλη9: ∆ιὰ τῆς ει διφθόγγου· παρὰ τὸ ἐνδεῖν καὶ ἐλλεί πειν τῇ ἔλλῃ, οἱονεὶ τῇ θερμασίᾳ· δέλλη οὖν φῶς ἐστιν, καὶ κατὰ κρᾶσιν τοῦ ελ εἰς τὴν ει δίφθογγον γέγονεν δείλη· καὶ ἐκ τούτου ἡ δείλη, τῆς δείλης, ἐπιῤῥηματικῶς· οἷον, "δείλης ἦλθον." 9∆αρεῖοσ9: ∆ιὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ ειος τρι σύλλαβα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, καὶ ἐν τῇ κατ' ἀρχὴν συλλαβῇ τὸ α