1 Τὸ ἐν ἀντωνυμίαις Ε ψιλοῦται. οἷον ἐγὼ, ἐκεῖνος, ἐμὸς, ἐμοὶ, καὶ τὰ λοιπά. πλὴν τοῦ ἓ, ἀφ' οὗ καὶ τὸ ἑαυτὸν, καὶ τὸ ἕθεν καθ' Ὅμηρον, Πρόσθεν ἕθεν φεύγοντα.
ΠΕΡΙ ΠΡΟΘΕΣΕΩΝ.
1 Πᾶσα πρόθεσις ἀπὸ φωνήεντος ἀρχομένη ψιλοῦται. οἷον ἀνὰ, ἀμφὶ, ἀντὶ,
ἀπὸ, ἐπὶ, ἐν, εἰς, ἐξ, ἥτις καὶ ἐκ λέγεται. καὶ ὅτε μὲν ἐπάγεται φωνῆεν, φυλάττει τὸ Ξ. οἷον ἐξ οὐρανοῦ. ἐξ ὕψους. ἐξ ᾅδου. ὅτε δὲ σύμφωνον ἐπά γεται, ἐκφέρεται διὰ μόνου τοῦ Κ διὰ τὴν εὐφωνίαν. οἷον ἐκ τῶν οὐρανῶν, ἐκ ῥώμης, ἐκ τῆς γῆς, ἐκ θαλάττης, καὶ τῶν ὁμοίων. πλὴν τῆς ὑπὸ καὶ ὑπέρ.
ΠΕΡΙ ΣΥΝ∆ΕΣΜΩΝ.
1 Πᾶς σύνδεσμος ἀπὸ φωνήεντος ἀρχόμενος ψιλοῦται. οἷον ἀλλά. ἐάν. εἰ,
ἀντὶ τοῦ ἐάν. καὶ ἢ διαζευκτικὸν, διὰ τοῦ η, καὶ ἤτοι. πλὴν τῶν αἰτιολογικῶν. οὗτοι γὰρ δασύ νονται. ἵνα, ὅπως, ὅτι, ἕνεκα. τὸ μέντοι ὄφρα ψιλοῦται 213 καὶ τοῦτο κατὰ ἀποβολὴν τοῦ τ γινόμενον. ἔστι γὰρ κανὼν ὁ λέγων, τὰ κατὰ ἀποβολὴν ψιλοῦ δασύνονται. οἷον τόσος, ὅσος. τοῖος, οἷος. ποτὲ, ὁτέ. τότε, ὅτε. πηνίκα, ἡνίκα. καὶ τὰ ὑποτακτικὰ ἄρθρα ἀπὸ τῶν προτακτικῶν κατὰ ἀποβο λὴν τοῦ Τ. περὶ ὧν εὑρήκαμεν. πλὴν τοῦ τόφρα, ὄφρα. ὡς καὶ Ὅμηρος· Τόφρα γοῦν ἐς στρατὸν εἶμι διαμπερές. καὶ τῆμος, ἦμος. ψιλοῦται δὲ τὸ μὲν ἦμος διὰ τὸν λέγον τα κανόνα, τὸ Η ἐν τροχαϊκῇ λέξει ψιλοῦται. ἦχος. ἦδος. ἦθος. πλὴν τοῦ ἧπαρ, καὶ ἧλος. τὸ δὲ ὄφρα διὰ τὸν λέ γοντα κανόνα, ὅτι τὸ ε ο πρὸ δασέος ὄντα ψιλοῦται. ὄφις. ἔθνος. ἔφεσις. ὄφρα. ἔχις. Ὄχος, τὸ ἅρμα. ὀθόνη.
ΠΕΡΙ ΑΡΙΘΜΩΝ.
1 Τὸ Ε τῶν ἀριθμῶν δασύνεται. ἓν, ἀπὸ τοῦ εἷς, ἑνὸς γινόμενον, ἓξ, ἑπτὰ,
ἑβδομήκοντα, ἑκατόν. καὶ τὰ λοιπά. πλὴν τοῦ ἐννέα, εἴκοσι, καὶ ἐννενήκοντα. καὶ, καθό λου εἰπεῖν, πᾶς ἀριθμὸς, ἀπὸ φωνήεντος ἀρχόμενος, δα σύνεται πλὴν τῶν ῥηθέντων καὶ τῶν ὀκτὼ καὶ τοῦ ὀγδοή κοντα.
ΠΕΡΙ ΠΝΕΥΜΑΤΩΝ ΤΩΝ ΕΞ ∆ΙΦΘΟΓΓΩΝ.
1 Ἡ ˉαˉι δίφθογγος ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι ψιλοῦται. οἷον
αἰκίζω. αἰδοῦμαι. αἰζηός. αἰλιανός. Αἴλου ρος, ζῶον. αἰάζω. Αἴρω, τὸ ἐπαίρω. καὶ τὰ λοιπά. εἰ μὴ τὸ Μ ἐπάγοιτο. οἷον αἷμα. Αἱμύλος, ὁ πανοῦργος, καὶ δόλιος. Αἷμος, ὄρος. πλὴν τοῦ Αἴμων, ὁ ἐπιστήμων. ση-μείωσαι τὸ Αἱρῶ, τὸ κρατῶ. Αἱροῦμαι, τὸ βούλομαι. ὑπὲρ μίαν ὄντα συλλαβὴν καὶ δασυνόμενα. εἴρηται δὲ ἐν ταῖς ὑπὲρ μίαν συλλαβὴν λέξεσι διὰ τὰ ἄρθρα τὰ ὑποτακτικὰ, οἷον αἳ, ἀντὶ τοῦ αἵτινες. αἷν, δυϊκόν. καὶ αἷς, ἀντὶ τοῦ αἷστισι. σημείωσαι τὸ Αἲ, ἀντὶ τοῦ φεῦ, ψιλούμενον. Ἡ ˉαˉυ δίφθογγος ψιλοῦται. αὔξω. αὐδῶ. αὐτός. αὔριον. αὐτή. πλὴν τοῦ αὕτη, βαρύτονον, ὡς ἀπὸ τοῦ οὗτος. καὶ αὑτὸν, ἀντὶ τοῦ ἑαυτόν. Ἡ ˉεˉι δίφθογγος ψιλοῦται. οἷον, εἶδος. εἰκάζω. Εἴρω, τὸ πλέκω. εἴργω. εἴβω. Εἴρων, ὁ κόλαξ. εἴλη. καὶ τὰ ἐξ αὐτοῦ, εἰληθενοῦμαι. εἰλεός. εἰλικρί́νεια. πλὴν τοῦ Εἵλως, ὁ δοῦλος. Εἱλωτεύω, τὸ δουλεύω. καὶ Εἱλωτεία, ἡ δουλεία. 214 εἱλίσσω. εἱλόμην, ἀπὸ κλίσεως. Εἱκὼν, ὁ πέμψας. εἱμαρ-μένη. Εἷμα, τὸ ἱμάτιον. καὶ Εἵμενος, ὁ ἐνδεδυμένος. εἷς, εἷνα, τὸν ἕνα. καὶ εἷο