ἀσθενὴς καὶ ἐγγὺς τοῦ θανά του, τὴν δὲ βασιλείαν καὶ τὰ αὐτῆς δέδωκα πρὸς σὲ καὶ ποίησον, ὡς θέλεις.
Κομνηνοῦ. 14.4 Καὶ τῷ λ-ῳ ἔτει μηνὶ Σεπτεβρίῳ εὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης.
κ-ῃ ἀπέ θανε καὶ ἐτάφη ἐν τῇ τῶν ἁγίων ἀποστόλων μονῇ Ἰάσωνος καὶ Σωσι πάτρου.
ἀποθανὼν εὐφραι νόμενος ἐν οὐρανοῖς, ἡμᾶς δὲ καταλέλοιπε καὶ τὴν ἐκείνου λυπομένους στέρησιν.
νὰ ὦσι πιστοὶ δοῦλοι τοῦ αὐθεντὸς ἡμῶν τοῦ δεσπότου. Καὶ ἐμὲ εἰς κεφαλὴν αὑτῶν ἐζήτησαν· ἤκουσαν δὲ ὅτι καὶ διὸ καὶ πλέον τούτου τὸν χρεω στοῦμεν καὶ διὰ τὴν ὑμῶν αἴτησιν θέλει εἶσθεν αὐτὸς εἰς κεφαλὴν ὑ μῶν.
20.1 Καὶ τῇ η-ῃ τοῦ Ἰουνίου μηνὸς περάσαντός μου εἰς τὸν Ναύ πακτον, ἵνα εἰς τὸν βασιλέα πρῶτον ἀπέλθω, ἵνα κἀκεῖνος τὰ εἰς τὴν Πάτραν παρακολουθήσαντα μάθῃ, εἶτ' ἀπ' ἐκεῖσε μετὰ καὶ ἄρχοντος αὐ τοῦ εἰς τὸν ἀμηρᾶν. Καὶ γὰρ κατὰ τὴν δ-ην τοῦ αὐτοῦ μηνός, ἐν ᾖ φθά σαντες ἐμείναμεν ἐν τῷ τοῦ ἁγίου Ἀνδρέου ναῷ, ἰδοὺ καὶ ἀπὸ τὸν Ναύ πακτον ἐπέρασαν δύο Τοῦρκοι, ὁ μὲν τοῦ ἀμηρᾶ, ὁ δὲ τοῦ Τουραχάνη, λέγοντες ὁρισμόν, ὅτι τὴν Πάτραν ἵνα μὴ ἐπάρωμεν αὐτήν. Οἱ δὴ πάλιν ὑπέστρεψαν μετ' ἐμοῦ, ἀπολογίαν λαβόντες ὅτι ἐπεὶ ὁ παρὼν ἄρχων ἐμοῦ ὑπάγει εἰς τὸν ἀδελφόν μου τὸν μέγαν ἀμηρᾶν, ὡσὰν ὁρίσῃ, θέλο μεν ποιήσειν. 20.2 Ὡς οὖν περάσαντες ἐν τῷ Ναυπάκτῳ ἐμείναμεν, πρωῒ σκοτίας ἔτι οὔσης, ἰδοὺ ἐκεῖσε καὶ ὁ Παλαιῶν Πατρῶν μητροπολίτης Παντούλφω Μαλατέστας μετὰ κατεργοῦ Καταλανικοῦ ἦλθεν. ∆ιερχόμενος γὰρ ὡς ἔμαθε περὶ τὰ νησύδρια τὰ μέσον τῆς ὁδοῦ, ὅτι ἐδόθη τὸ κάστρον πρὸς τὸν δεσπότην, ἐπίασε τὴν λιβέραν τοῦ μέρους τοῦ Ναυπάκτου, ἵνα πρῶτον τοῦτο καλῶς μάθῃ, ὡς ἐγένετο. Ἐδέησεν ἐπιμεῖναι κἀμοὶ ἐκεῖσε καὶ τὴν αὔριον, ἵνα πρῶτον μηνύσω τοῦτο τῷ αὐθέντῃ μου, ὅπερ καὶ γέγονε· καὶ παρ' ἐμοῦ τοῦτο πρῶτον ἔμαθε· καὶ δεύτερον, ἵνα καὶ τὶς ὁ σκοπὸς αὐτοῦ δὴ τοῦ μητροπολίτου, τὸ δυνατόν, μάθω. 20.3 Μέσου δὲ γενομένου καὶ τοῦ Περνάρδου Μαρτζέλλου ἐκείνου καπετάνου Ναυπάκτου, εἴδομεν καὶ ἀλλήλους· ὃν ἰδὼν ἐθαύμασα, ὅτι διέ φερε πάντων ἀνθρώπων εἰς τὸ δυσειδῆ εἶναι. Ἐξετάζων οὖν ἐκεῖνος, τί βούλομαι ποιῆσαι εἰς τὸν ἀμηρᾶν, κἀγὼ ἐκεῖνον, τί κατὰ τῆς Πάτρας, ἀπῆρα ἐγὼ παρ' ἐκείνου τὸ δὴ λεγόμενον κουκουζέλα, ἐκεῖνος δὲ παρ' ἐμοῦ βρύα. 20.4 Ὅμως δεδωκὼς ὁ μητροπολίτης τοῖς σκλάβοις χαρτία πρός τε τὸν ἀμηρᾶν καὶ τὸν Τουραχάνην, πολὺν λογισμὸν ἐνέβαλεν εἰς ἐμέ, μή ποτε ὑπισχνεῖται δοῦναι καστέλλιά τινα τῆς Πάτρας, εἴπερ αὐτὸν βοη θήσῃ, ἵνα ἐπάρῃ αὐτήν, ἢ πολλά τινα χρήματα. Καὶ οὐκ ἔπαυσεν ὁ ἐμὸς λογισμός, ἕως οὗ πολλὰ κοπιάσας καὶ μεθύσας πολλάκις καὶ ἀκουσίως, ἐμέθυσα κἀκείνους τοσοῦτον, ὅτι ἀπῆρα τοὺς τὰ χαρτία καὶ ἀνέγνωσα καὶ μετέγραψα· κἀκεῖνα πάλιν ἐβούλωσα καὶ ἀφῆκα. 20.5 Ὡς δὲ ἔφθασα εἰς τὴν Πόλιν, ἐδόθη μοι συναποκρισιάρης Μάρ κος Παλαιολόγος ὁ Ἴαγρος, ὁ ὕστερον πρωτοστράτωρ, τότε δὲ πρωτο βεστιαρίτης, πλέον ἀνατεθεὶς εἶναι κατὰ τῆς δουλείας μου ἢ ὕπερ αὐτῆς· οὐκ οἶδα δὲ ἄλλο τι αἴτιον, ἀλλ' ἢ τὸ φθόνος οὐκ οἶδε προτιμᾶν τὸ συμφέρον. Ἀπελθόντες δ' ὁμοῦ εἰς τὸν ἀμηρᾶν, ἀπήραμεν ἀπολογίαν, ἵνα δώσωμεν αὐτὴν οἷς εἶχον· ἀπολογησάμην οὖν τῷ τότε πρώτῳ βυζή ρῃ καὶ ἄρχοντι, τῷ Μπραῒμ πασίᾳ, ὅτι τοῦτο ἐγὼ τὸν αὐθέντη μου οὐ δὲν τολμῶ, ἵνα εἴπω, ἀλλ' ἐπεὶ ἐκεῖνος ὁπωσδήποτε ἄρχοντα αὑτοῦ ἀπέσ τειλε πρὸς τὸν μέγαν αὐθέντην, ἰδοὺ ἂς ὁρίσῃ καὶ ὁ αὐθέντης σκλά βον του καὶ ἂς ἔλθῃ μετ' ἐμοῦ καὶ ἂς εἴπῃ τοὺς ὁρισμοὺς τοῦ μεγάλου αὐθεντός. Καὶ ἔστερξε τοῦτο καὶ εἶπε· Φρόνιμα καὶ καλὰ λέγετε. Τοῦ Ἰάγρου ἰδίως σκώπτοντος τοῦτο εἰς ἐμὲ ὡς ἄπρακτον καὶ μόνον ἐπι- ζήμιον. Ἐγὼ δὲ θεοῦ εὐδοκοῦντος ἔπραξα τοῦτο καὶ ἀπῆρα ἀρχοντό σκλαβον· καὶ ἦν τοῦτο πρῶτον αἴτιον τοῦ λαβεῖν διόρθωσιν τὸ περὶ τῆς Πάτρας. 20.6 [Ἔν τε δ' αὐτῷ Ἰουλίῳ μηνὶ τοῦ αὐτοῦ ἔτους ἀπέθανε καὶ ὁ δεσ-πότης ὁ Κάρουλος εἰς τὰ Ἰωάννινα.] 20.7 Καὶ τῷ λη-ῳ ἔτει ἐν μηνὶ Σεπτεβρίῳ εἰς τοὺς Κρατικοὺς ἔπραξαν τὸ συνοικέσιον τοῦ αὐθεντοπούλου κυροῦ Θωμᾶ οἱ αὐτάδελφοι αὐτοῦ οἱ δεσπόται μετὰ τῆς θυγατρὸς τοῦ πρίγκιπος Ἀσάνη Ζαχαρία τοῦ Κεντυ ρίωνος. 20.8 Ἐν ᾧ δὴ μηνὶ κἀγὼ πάλιν ἐπανέστρεψα εἰς τὰ Τρίκαλα πρὸς τὸν Τουραχάνην καὶ τὴν περὶ τῆς Πάτρας δουλείαν τελείως διώρθωσα. 20.9 Καὶ τῷ αὐτῷ ἔτει ἐν μηνὶ Νοεμβρίῳ, ἡ βασίλισσα κυρὰ Θεοδώ ρα εἰς τὸ Στάμηρον εὑρισκομένη ἀπέθανε, καταλείψασα λύπην πολλὴν καὶ εἰς τὸν ἄνδρα αὑτῆς καὶ εἰς ἡμᾶς τοὺς οἰκείους αὐτοῦ διὰ τὸ εἶναι αὐτὴν