1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

13

δοκοῦσιν ἐν μέρει περί τε κατακλυσμοῦ καὶ γιγάντων καὶ αὐτοῦ Νῶε, τοῦ καὶ Ξισούθρου λεγομένου παρ' αὐτοῖς, 24 συμφωνεῖν τῇ θεοπνεύστῳ γραφῇ, ἐξ ὧν καὶ ἐσφετερίσαντο πᾶν νόημα χρηστὸν οἱ ταῦτα συντάξαντες. ἀλλ' ἐπειδὰν καὶ τὰ δηλητήρια ἀγνοούμενα θάνατον οἶδε πολλάκις τοῖς ἀπείροις αὐτῶν μετέχουσι προξενεῖν, ἀναγ καῖον ἡγοῦμαι μικρὰς χρήσεις παραθέσθαι ἐκ παραλλήλου τῶν ἐγκειμένων ἡμῖν ἀπὸ τῶν θείων γραφῶν, οὐ πρὸς πίστωσιν αὐτῶν, μὴ γένοιτο, πρὸς ἔλεγχον δὲ τῆς ἐκείνων ψευδηγορίας. πρὸ δὲ τούτων ἡ περὶ τῶν ἐγρηγόρων ἀκόλουθος ἱστορία ἐκ τοῦ αʹ λόγου Ἐνὼχ ὡς καὶ συγγενεστέρα ταῖς ἡμε τέραις γραφαῖς ἐκτεθήσεται, εἰ καὶ ἀπόκρυφός ἐστι καὶ ἔν τισιν ἀμφίβολος, ἔχουσά πως ὧδε. Ἐκ τοῦ λόγου Ἐνὼχ Τὰ λοιπὰ περὶ ἐγρηγόρων Τότε ἐβόησαν οἱ ἄνθρωποι εἰς τὸν οὐρανόν, λέγοντες· εἰσαγάγετε τὴν κρίσιν ἡμῶν πρὸς τὸν ὕψιστον, καὶ τὴν ἀπώλειαν ἡμῶν ἐνώπιον τῆς δόξης τῆς μεγάλης, ἐνώπιον τοῦ κυρίου τῶν κυρίων πάντων τῇ μεγαλωσύνῃ. Καὶ ἀκούσαντες οἱ δʹ μεγάλοι ἀρχάγγελοι Μιχαὴλ καὶ Οὐριὴλ καὶ Ῥαφαὴλ καὶ Γαβριὴλ παρέκυψαν οἱ δʹ ἐπὶ τὴν γῆν ἐκ τῶν ἁγίων τοῦ οὐρανοῦ. καὶ θεασάμενοι αἷμα πολὺ ἐκκεχυμένον ἐπὶ τῆς γῆς καὶ πᾶσαν ἀνομίαν καὶ ἀσέβειαν γινομένην ἐπ' αὐτῆς, εἰσελθόντες εἶπον πρὸς ἀλλή λους ὅτι τὰ πνεύματα καὶ αἱ ψυχαὶ τῶν ἀνθρώπων ἐντυγχάνουσι στε νάζοντα καὶ λέγοντα· εἰσαγάγετε τὴν δέησιν ἡμῶν πρὸς τὸν ὕψιστον. καὶ προσελθόντες οἱ τέσσαρες ἀρχάγγελοι εἶπον τῷ κυρίῳ· σὺ εἶ θεὸς τῶν θεῶν καὶ κύριος τῶν κυρίων καὶ βασιλεὺς τῶν βασιλευόντων καὶ θεὸς τῶν ἀνθρώπων, καὶ ὁ θρόνος τῆς δόξης σου εἰς πάσας τὰς γενεὰς τῶν αἰώνων, καὶ τὸ ὄνομά σου ἅγιον καὶ εὐλογημένον εἰς πάντας τοὺς αἰῶνας· σὺ γὰρ εἶ ὁ ποιήσας τὰ πάντα καὶ πάντων τὴν ἐξουσίαν ἔχων, καὶ πάντα ἐνώ πιόν σου φανερὰ καὶ ἀκάλυπτα, καὶ πάντα ὁρᾷς, καὶ οὐκ ἔστιν ὃ κρυβῆναί σε δύναται. ὁρᾷς ὅσα ἐποίησεν Ἀζαήλ, ὅσα εἰσήνεγκεν καὶ ὅσα ἐδίδαξεν, ἀδικίας καὶ ἁμαρτίας ἐπὶ τῆς γῆς, καὶ πάντα δόλον ἐπὶ τῆς ξηρᾶς. ἐδίδαξε γὰρ τὰ μυστήρια καὶ ἀπεκάλυψε τῷ αἰῶνι τὰ ἐν οὐρανῷ. ἐπιτηδεύουσι δὲ τὰ ἐπιτηδεύματα αὐτοῦ, εἰδέναι τὰ μυστήρια οἱ υἱοὶ τῶν ἀνθρώπων. τῷ Σεμιαζᾷ τὴν ἐξουσίαν ἔδωκας ἔχειν τῶν σὺν αὐτῷ ἅμα ὄντων, καὶ ἐπο ρεύθησαν πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων τῆς γῆς καὶ συνεκοιμήθησαν μετ' αὐτῶν καὶ ἐν ταῖς θηλείαις ἐμιάνθησαν καὶ ἐδήλωσαν αὐταῖς πάσας 25 τὰς ἁμαρτίας, καὶ ἐδίδαξαν αὐτὰς μίσητρα ποιεῖν, καὶ νῦν ἰδοὺ αἱ θυγα τέρες τῶν ἀνθρώπων ἔτεκον ἐξ αὐτῶν υἱοὺς γίγαντας. κίβδηλα ἐπὶ τῆς γῆς τῶν ἀνθρώπων ἐκκέχυται, καὶ ὅλη ἡ γῆ ἐπλήσθη ἀδικίας. καὶ νῦν ἰδοὺ τὰ πνεύματα τῶν ψυχῶν τῶν ἀποθανόντων ἀνθρώπων ἐντυγχάνουσι, καὶ μέχρι τῶν πυλῶν τοῦ οὐρανοῦ ἀνέβη ὁ στεναγμὸς αὐτῶν, καὶ οὐ δύνα ται ἐξελθεῖν ἀπὸ προσώπου τῶν ἐπὶ τῆς γῆς γινομένων ἀδικημάτων. καὶ σὺ αὐτὰ οἶδας πρὸ τοῦ αὐτὰ γενέσθαι καὶ ὁρᾷς αὐτοὺς καὶ ἐᾷς αὐτούς, καὶ οὐδὲν λέγεις. τί δεῖ ποιῆσαι αὐτοὺς περὶ τούτου; Τότε ὁ ὕψιστος εἶπε καὶ ὁ ἅγιος ὁ μέγας ἐλάλησε, καὶ ἔπεμψε τὸν Οὐριὴλ πρὸς τὸν υἱὸν Λάμεχ λέγων· πορεύου πρὸς τὸν Νῶε καὶ εἰπὸν αὐτῷ· τῷ ἐμῷ ὀνόματι κρύψον σεαυτόν, καὶ δήλωσον αὐτῷ τέλος ἐπερχό μενον, ὅτι ἡ γῆ ἀπόλλυται πᾶσα. καὶ εἰπὸν αὐτῷ ὅτι κατακλυσμὸς μέλλει γίνεσθαι πάσης τῆς γῆς, ἀπολέσαι πάντα ἀπὸ προσώπου τῆς γῆς. δίδαξον τὸν δίκαιον τί ποιήσει, τὸν υἱὸν Λάμεχ, καὶ τὴν ψυχὴν αὐτοῦ εἰς ζωὴν συν τηρήσει καὶ ἐκφεύξεται δι' αἰῶνος καὶ ἐξ αὐτοῦ φυτευθήσεται φύτευμα καὶ σταθήσεται πάσας τὰς γενεὰς τοῦ αἰῶνος. καὶ τῷ Ῥαφαὴλ εἶπε· πο ρεύου, Ῥαφαήλ, καὶ δῆσον τὸν Ἀζαήλ, χερσὶ καὶ ποσὶ συμπόδισον αὐτόν, καὶ ἔμβαλε αὐτὸν εἰς τὸ σκότος, καὶ ἄνοιξον τὴν ἔρημον τὴν οὖσαν ἐν τῇ ἐρήμῳ ∆ουδαήλ, καὶ ἐκεῖ πορευθεὶς βάλε αὐτόν· καὶ ὑπόθες αὐτῷ λίθους ὀξεῖς καὶ λίθους τραχεῖς, καὶ ἐπικάλυψον αὐτῷ σκότος, καὶ οἰκησάτω ἐκεῖ εἰς τὸν αἰῶνα, καὶ τὴν ὄψιν αὐτοῦ πώμασον, καὶ φῶς μὴ θεωρείτω· καὶ ἐν τῇ ἡμέρα τῆς κρίσεως ἀπαχθήσεται εἰς τὸν ἐμπυρισμὸν τοῦ πυρός·