13
ἐπιτροπῆς γινομένης, ἐξ ἀνάγκης ἐκαθέζετο καὶ αὐτὸς, πάντων πρὸς αὐτὸν ὁρώντων καὶ τοῖς νεύμασι δηλούντων, ὡς οὐδ' ἂν αὐτοὶ καθεσθεῖεν ἑστηκότος αὐτοῦ· ὃ δὴ καὶ μᾶλλον τὸν νέον ἔδακνε βασιλέα, ὡς καὶ πρὸς οὓς εἶχε θαῤῥεῖν λέγειν, ὡς βούλοιτο τοῦ κυρίου καὶ βασιλέως 1.41 τοῦτον γὰρ ἀεὶ τὸν τρόπον τὸ τοῦ βασιλέως καὶ πάππου προέφερεν ὄνομα, τοῖς ἄλλοις ἐπιτρέποντος τὴν ἀνάκλισιν, αὐτῷ δὲ μὴ, ἑστάναι ἐπιπολύ· ἐπιτρεπομένων δ' αὐτῶν, «ἀλλ' ὑμῖν μὲν» εἰπεῖν «πρὸς τοῦ κυρίου καὶ βασιλέως τὴν καθέδραν ἐπιτετράφθαι, ἐμοὶ δὲ μή· διόπερ ὑμᾶς μὲν καθεσθῆναι προσήκει, τὸ προσταττόμενον ἐκπληροῦντας, ἐμὲ δ' ἑστηκέναι ἄχρις οὗ τὸ ἐπίταγμα φθάσῃ καὶ πρὸς ἐμέ.» τοιαῦτ' ἔλεγε πρὸς οὓς ἐθάῤῥει, τὸ τῆς ψυχῆς ἄλγος ἀνακαλύπτων. ἐφ' οἷς αὐτὸν ὁ μέγας δομέστικος παραμυθούμενος, ἄλλα τε κατεπῇδε τῆς λύπης, καὶ τὸ Σολομώντειον ἔλεγε δεῖν ἐκπληροῦν, ὑπομονὴν ἐνδεικνύμενον καὶ καρτερίαν κατὰ καιρόν. τὸ δ' ἑξῆς ὁ νέος βασιλεὺς καὶ οἱ ἀμφ' αὐτὸν διά τινος τῶν οἰκείων μηνύουσι Συργιάννῃ πρὸς τὴν Κωνσταντίνου ταχέως ἐπανελθεῖν, εὐπρόσωπόν τινα πλασάμενον αἰτίαν τῆς ἐπανόδου. τὰ γὰρ κατ' αὐτοὺς πράγματα πῇ μὲν ἐπὶ τὸ βέλτιον, πῇ δ' ἐπὶ τὸ χεῖρον χωρεῖν. ὁ δὲ σὺν σπουδῇ πολλῇ κατὰ τάχος ἐπανελθὼν καὶ συγγενόμενος βασιλεῖ καὶ τοῖς ἑταίροις, καὶ τὸ μὲν ἐπὶ τὸ βέλτιον προκεχωρηκέναι σφίσι τὰ πράγματα, τοῦ πρωτοστράτορος Συναδηνοῦ χάριν εἰρῆσθαι μαθὼν, τὸ δ' εἰς τὸ χεῖρον, διὰ τὸ μᾶλλον ἐκπεπολεμῶσθαι τῷ ἐγγόνῳ τὸν βασιλέα, καὶ τἄλλα ἐκδιδαχθεὶς, ὅσα δὴ συμβεβήκει μετὰ τὸ εἰς Θρᾴκην αὐτὸν ἀπᾶραι, περὶ τοῦ, τί χρὴ πράττειν, ἐβουλεύοντο κατὰ 1.42 σφᾶς, καὶ ὅπως ἂν αὐτοὺς γένοιτο τῆς βασιλίδος τῶν πόλεων ἀκινδύνως ὑπεξελθεῖν. πρῶτος τοίνυν εἶπεν ὁ πρωτοστράτωρ Συναδηνός. θʹ. «Ἐμοὶ πολύν τινα καὶ προφανῆ τὸν κίνδυνον ἐκ τῶν πραγμάτων ἐστὶ συνορᾷν. εἰ γὰρ ἡμῶν ὅπως ποτὲ ταυτησὶ τῆς πόλεως ὑπεξελθόντων ἐπιστρατεύσει καταπόδας ὁ βασιλεὺς, τίς μηχανὴ μὴ οὐχὶ τὸ παραυτίκα πρὸς ἔσχατον ἐλθεῖν κινδύνου; ἔστι δὲ ἀνθρώπων, οἶμαι, σωφρονούντων καὶ βουλομένων σώζεσθαι, μὴ τοὺς προδήλους ἀνθαιρεῖσθαι κινδύνους τῆς ἐν βεβαίῳ κεισομένης σωτηρίας. τοῦ τοίνυν τῆς πόλεως ὑπεξελθεῖν, δυνατώτατον ἀνταγωνιστὴν ὀπίσω καταλιπόντας τὸν βασιλέα, οὕτως ὑποψίαν δεινὴν παρέχοντος, μακρὰν ἀφεστηκέναι παντὸς κακοῦ καὶ πολλὴν τὴν ἀσφάλειαν ἡμῖν παρέχειν τὸ τοῦτον κατασχόντας, ὃ δυνήσεσθαι δοκῶ ῥᾳδίως, κατακλεῖσαι φρουρᾷ. οὕτω γὰρ οὐδενὸς ἀνταγωνιζομένου, ῥᾷστα κρατήσομεν ἁπάντων.» Συργιάννης δὲ μετ' ἐκεῖνον εὐθύς· «καὶ τοῦθ' ὅπερ εἴρηκας» ἔφη, «πολλοὺς ἔχον ἐξετάζοντι φανεῖται τοὺς κινδύνους. πρῶτον μὲν γὰρ οὐ μικρὸν ἔργον τὸ κατασχεῖν, πολλῶν περὶ αὐτὸν εὐνοϊκῶς διακειμένων καὶ τῶν τῆς συγκλήτου καὶ τῶν ἐν τέλει, καὶ μισθοφόρων ἀεὶ πολλῶν διατριβόντων ἐν βασιλείοις· ἔπειθ' ὅτι καὶ τοῦτ' εἰ μετὰ πολλῶν τῶν κινδύνων κατορθωθείη, τότ' ἤδη χαλεπωτέροις περιπεσούμεθα κινδύνοις, 1.43 πολλὰς ὑποπτεύοντες ἐκ τῶν φυλάκων καὶ τῶν πραγμάτων τὰς μεταβολάς. ὅτε τοίνυν καὶ ἀμφοτέρωθεν ὑποψία δεινὴ, βέλτιον βραχείᾳ καιροῦ ῥοπῇ τῆς ζωῆς ἀποστερήσαντας βεβαίως ἄρχειν, αὐτοῦ τε οὐκ ἀμυνουμένου καὶ τῶν ἄλλων οὐδενὸς διακινδυνεύειν ὑπὲρ αὐτοῦ κειμένου βουλησομένου.» Τὴν δὲ τοιαύτην βουλὴν ἐξήνεγκε μὲν κατὰ βασιλέως ὁ Συργιάννης ἐξ ἑαυτοῦ μὲν, ἐνῆγε δ' εἰς αὐτὴν μάλιστα καὶ Ἀπόκαυχος, ἐκσπόνδως πρὸς βασιλέα ἐξ αἰτιῶν διακείμενος παραλόγων, μὴ δι' αὐτοῦ δὲ δυνάμενος εἰσάγειν τὴν γνώμην, οὔπω γὰρ ᾠκείωτο βασιλεῖ τοσοῦτον ὡς καὶ μετέχειν βουλῆς, φίλῳ ὄντι τῷ Συργιάννῃ τὰς βουλὰς ὑπετίθει ὡς αὐτῷ παῤῥησίᾳ βουλευσομένῳ. πρὸς ταῦθ' ὁ μέγας δομέστικος· «ἐμοὶ τὸ πρῶτον» ἔφη «τῶν βουλευμάτων τῶν ἀπανθρώπων κρίνοντι, τὸ δεύτερον οὐδ' ὠμότητος καὶ ἀπανθρωπίας ὑπερβολὴν ἐλλείπειν οὐδεμίαν φαίνεται. διὸ συμφέρειν ἡγοῦμαι τούτων ἀποστάντας ἁπάντων, τῶν προτέρων ἔχεσθαι βουλευμάτων, καὶ σκοπεῖν οὐχ ὅπως βασιλεῖ κακῶν ἀνηκέστων αἴτιοι φανῶμεν, ἀλλ' ὅπως ἡμᾶς