13
Φανουήλ, τοῦτ' εστι θεοῦ πρόσωπον. γενομένου δ' ἐν τῇ πάλῃ τῇ πρὸς τὸν αγγελον ἀλγήματος αὐτῷ περὶ τὸ νεῦρον τὸ πλατύ, ἐκεῖνός τε τὴν τούτου βρῶσιν ἀπείπατο, καὶ δι' ἐκεῖνον καὶ τῷ ἐκείνου γένει 1.32 παντὶ ἀπηγόρευται. ὑπαντήσαντος δὲ τῷ ἀδελφῷ τοῦ ̔Ησαῦ, συνέβαλον ἀλλήλοις καὶ ἠσπάσαντο. ειτα ὁ μὲν ̔Ησαῦ ἀπηλλάγη, ̓Ιακὼβ δ' ἀφίκετο πρὸς τὰ Σίκιμα. τῶν δὲ Σικιμιτῶν ἑορτὴν ἀγόντων, ἡ θυγάτηρ αὐτοῦ ∆εῖνα εἰς τὴν πόλιν παρῆλθε, τὰ τῆς ἑορτῆς ἱστορήσουσα. θεασάμενος ουν αὐτὴν Συχὲμ ὁ τοῦ τῆς πόλεως βασιλέως υἱός, φθείρει δι' ἁρπαγῆς. επειτα ὁ τούτου πατὴρ ἐδέετο τοῦ ̓Ιακὼβ συζεῦξαι τὴν ∆εῖναν τῷ Συχέμ· ὁ δὲ οὐ κατένευσε. Συμεὼν δὲ καὶ Λευὶ τῆς κόρης ὁμομήτριοι ἀδελφοί, διὰ τὴν ἑορτὴν εὐωχουμένων τῶν ἐν τῇ πόλει καὶ καρηβαρούντων, νύκτωρ παρελθόντες πᾶν αρσεν ἡβηδὸν ἀναιροῦσι καὶ τὸν βασιλέα καὶ τὸν υἱὸν αὐτοῦ. ταῦτά φησιν ̓Ιώσηπος. πιθανώτερον δὲ περὶ τούτων ἡ βίβλος ἱστορεῖ τῆς Γενέσεως. λέγει γὰρ οτι ̓Εμμὸρ τοῦ πατρὸς Συχὲμ ἀξιοῦντος συζευχθῆναι τὴν ∆εῖναν τῷ υἱῷ αὐτοῦ Συμεὼν καὶ Λευὶ ειπον ὡς "εἰ περιτμηθεῖεν οἱ ἐν τῇ πόλει αρρενες πάντες, δώσομεν τὴν ἀδελφὴν ἡμῶν τῷ υἱῷ σοῦ," καὶ οτι κατεδέξαντο τὸν λόγον καὶ περιετμήθησαν απαντες. κατὰ δὲ τὴν ἐκ τῆς περιτομῆς τρίτην ἡμέραν πονήρως τῶν περιτμηθέντων διακειμένων καὶ ὀδυνωμένων διὰ τὴν φλεγμονήν, ἐπέθεντο αὐτοῖς καὶ ἀνεῖλον απαντας, ἀγνοοῦντος τοῦ ̓Ιακώβ. ῳ χαλεπαίνοντι διὰ ταῦτα ἐκέλευσε θαρρεῖν ὁ θεός. ἐλθὼν δὲ ἐν Βαιθὴλ ὁ ̓Ιακώβ, οπου τὸν ονειρον ἐθεάσατο, εθυσεν. καὶ προϊὼν τὴν ̔Ραχὴλ ἐκ τοκετοῦ θανοῦσαν θάπτει ἐν ̓Εφρατᾶ. καὶ τὸ ἐξ αὐτῆς παιδίον Βενιαμὶν ἐκάλεσε, διὰ τὴν ἐπ' αὐτῷ γενομένην τῇ μητρὶ ὀδύνην. ἐλθὼν δ' εἰς Χεβρὼν πόλιν τῶν Χαναναίων, κατέλαβε τὸν πατέρα αὐτοῦ ̓Ισαὰκ ετι ζῶντα, ἡ δὲ ̔Ρεβέκκα εφθη θανεῖν. θνήσκει δὲ μετὰ 1.33 βραχὺ καὶ ὁ ̓Ισαάκ, καὶ θάπτεται σὺν τῇ γυναικὶ ἐν τῷ γονικῷ μνημείῳ, βιώσας ετη πέντε καὶ ὀγδοήκοντα πρὸς τοῖς ἑκατόν. ̔Ησαῦ δὲ ηρχε τῆς ̓Ιδουμαίας, καλέσας τὴν χώραν ἀφ' ἑαυτοῦ. ̓Εδὼμ γὰρ ἐκεῖνος ἐκέκλητο, οτι ἀπὸ θήρας ποτὲ λιμώττων ἐπανελθών, καὶ τὸν ἀδελφὸν εὑρὼν φακῆν ἑτοιμάσαντα ἑαυτῷ πρὸς τροφήν, ἠξίου δοῦναι αὐτῷ· ὁ δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ ἠνάγκασεν ἀντὶ τῆς φακῆς. καὶ παραχωρεῖ τούτου μεθ' ορκων αὐτῷ διὰ τὸν λιμόν· οθεν ̓Εδὼμ ἐπεκλήθη, διὰ τὴν ξανθότητα τῆς φακῆς· σφόδρα γὰρ ην τὴν χροιὰν τοιαύτη. ̓Εδὼμ δὲ παρ' ̔Εβραίοις τὸ ἐρυθρὸν ὀνομάζεται. ̓Ιακὼβ δὲ τὸν ἐκ τῆς ̔Ραχὴλ ̓Ιωσὴφ διά τε τὴν τοῦ σώματος εὐφυΐαν καὶ τὴν τῆς ψυχῆς ἀρετὴν πλέον τῶν αλλων παίδων ἠγάπα. η τε γοῦν τοῦ πατρὸς στοργὴ καὶ οἱ ονειροι ους ἐθεάσατο εἰς φθόνον αὐτοῦ τοὺς ἀδελφοὺς κεκινήκασι. τῶν δ' ὀνειράτων τὸ μὲν ην τοιοῦτον. ἐν ωρᾳ θέρους ἐδόκει μετὰ τῶν ἀδελφῶν θερίζων δράγματα δεσμεῖν καὶ τιθέναι, καὶ τὰ μὲν αὐτοῦ ἠρεμεῖν, τὰ δὲ τῶν ἀδελφῶν προστρέχοντα προσκυνεῖν τοῖς αὐτοῦ. τὸ δέ, τὸν ηλιον καὶ τὴν σελήνην καὶ τοὺς λοιποὺς ἀστέρας προσκυνεῖν ἐδόκει αὐτῷ. ταύτας τὰς οψεις τῷ πατρὶ διηγούμενος, παρόντων καὶ τῶν συγγόνων, τὴν δήλωσιν ἐζήτει μαθεῖν. ὁ δὲ εὐδαιμονίαν κατήγγειλε τῷ παιδί, καὶ καιρὸν ηξειν καθ' ον ὑπὸ τῶν γονέων καὶ τῶν ἀδελφῶν τιμηθήσεται καὶ προσκυνηθήσεται. ταῦτα τοὺς ἀδελφοὺς τοῦ ̓Ιωσὴφ ἐλύπησε, καὶ ὑπεβλέποντο τὸ μειράκιον. νεμόντων δὲ τὰ ποίμνια τῶν παίδων 1.34 τοῦ ̓Ιακὼβ ἐν Σικίμοις, ὁ πατὴρ πέμπει τὸν ̓Ιωσὴφ ἐκείνους ἐπισκεψόμενον. οἱ δὲ τοῦτον ἰδόντες ωρμησαν ἀνελεῖν. ̔Ρουβὶμ δὲ συνεβούλευε μὴ αὐτόχειρας γενέσθαι τοῦ ἀδελφοῦ, ἀλλ' εἰς τὸν παρακείμενον λάκκον ῥῖψαι αὐτόν, ιν' ἀποθάνῃ ἐκεῖ, καὶ ουτω μετριώτερον εσοιτο τὸ κακόν. συναινεσάντων δὲ τῷ λόγῳ τῶν νεανίσκων, λαβὼν ὁ ̔Ρουβὶμ τὸ μειράκιον ἠρέμα καθίμησεν εἰς τὸν λάκκον. ̓Ιούδας δὲ ἐμπόρους ἰδὼν Αραβας, συνεβούλευσε τοῖς ἀδελφοῖς τὸν ̓Ιωσὴφ ἀπεμπολῆσαι αὐτοῖς. καὶ δόξαν τοῦτο τοῖς ἐμπόροις αὐτὸν ἀποδίδονται μνῶν εικοσιν, ἐτῶν ἑπτακαίδεκα γεγονότα. ̔Ρουβὶμ δὲ νύκτωρ ἐπὶ τὸν λάκκον ἐλθών, ιν' ἐξενέγκῃ τὸν ̓Ιωσὴφ καὶ σώσῃ τοὺς ἀδελφοὺς λαθών, ἐπεὶ μὴ ευρεν αὐτόν, πενθῶν ᾐτιᾶτο τοὺς ἀδελφούς.